• [greek] 02
    Septuaginta
  • Γενεσις Εξοδος Λευιτικον Αριθμοι Δευτερονομιον ΙησουςΝαυη Κριταί


    Κριταί

    1Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν ᾿Ιησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Ισραηλ ἐν κυρίῳ λέγοντες Τίς ἀναβήσεται ἡμῖν πρὸς τὸν Χαναναῖον ἀφηγούμενος τοῦ πολεμῆσαι ἐν αὐτῷ;
    1καὶ εἶπεν κύριος Ιουδας ἀναβήσεται, ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ.
    1καὶ εἶπεν Ιουδας πρὸς Συμεων τὸν ἀδελφὸν αὐτοῦ ᾿Ανάβηθι μετ᾽ ἐμοῦ ἐν τῷ κλήρῳ μου, καὶ πολεμήσωμεν ἐν τῷ Χαναναίῳ, καὶ πορεύσομαι καί γε ἐγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου. καὶ ἐπορεύθη μετ᾽ αὐτοῦ Συμεων.
    1καὶ ἀνέβη Ιουδας, καὶ ἔδωκεν κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς ἐν Βεζεκ, δέκα χιλιάδας ἀνδρῶν,
    1καὶ εὗρον τὸν Αδωνιβεζεκ ἐν Βεζεκ καὶ ἐπολέμησαν ἐν αὐτῷ καὶ ἐπάταξαν τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον.
    1καὶ ἔφυγεν Αδωνιβεζεκ, καὶ κατεδίωξαν ὀπίσω αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τῶν ποδῶν αὐτοῦ.
    1καὶ εἶπεν Αδωνιβεζεκ ῾Εβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέν μοι ὁ θεός. καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ, καὶ ἀπέθανεν ἐκεῖ.
    1Καὶ ἐπολέμησαν οἱ υἱοὶ Ιουδα ἐν Ιερουσαλημ καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί.
    1καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ιουδα πολεμῆσαι ἐν τῷ Χαναναίῳ τῷ κατοικοῦντι τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν.
    1καὶ ἐπορεύθη Ιουδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρων, καὶ ἐξῆλθεν Χεβρων ἐξ ἐναντίας· τὸ δὲ ὄνομα Χεβρων ἦν ἔμπροσθεν Καριαθαρβοκσεφερ. καὶ ἐπάταξεν τὸν Σεσι καὶ τὸν Αχιμαν καὶ τὸν Θολμι, γεννήματα τοῦ Ενακ.
    1καὶ ἐπορεύθησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβιρ· καὶ τὸ ὄνομα Δαβιρ ἦν ἔμπροσθεν Πόλις γραμμάτων.
    1καὶ εἶπεν Χαλεβ ῝Ος ἂν πατάξῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν, δώσω αὐτῷ τὴν Ασχαν θυγατέρα μου εἰς γυναῖκα.
    1καὶ προκατελάβετο αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁ νεώτερος, καὶ ἔδωκεν αὐτῷ τὴν Ασχαν θυγατέρα αὐτοῦ εἰς γυναῖκα.
    1καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ ἐπέσεισεν αὐτὴν αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς τὸν ἀγρόν, καὶ ἐγόγγυζεν ἐπάνω τοῦ ὑποζυγίου καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου Εἰς γῆν νότου ἐκδέδοσαί με. καὶ εἶπεν αὐτῇ Χαλεβ Τί ἐστίν σοι;
    1καὶ εἶπεν αὐτῷ Ασχα Δός μοι εὐλογίαν, ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με, καὶ δώσεις μοι λύτρωσιν ὕδατος. καὶ ἔδωκεν αὐτῇ Χαλεβ κατὰ τὴν καρδίαν αὐτῆς τὴν λύτρωσιν μετεώρων καὶ τὴν λύτρωσιν ταπεινῶν.
    1Καὶ οἱ υἱοὶ Ιωβαβ τοῦ Κιναίου πενθεροῦ Μωυσῆ ἀνέβησαν ἐκ τῆς πόλεως τῶν φοινίκων πρὸς τοὺς υἱοὺς Ιουδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ ἐπὶ καταβάσεως Αραδ, καὶ ἐπορεύθη καὶ κατῴκησεν μετὰ τοῦ λαοῦ.?
    1καὶ ἐπορεύθη Ιουδας μετὰ Συμεων τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἐπάταξαν τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφεθ καὶ ἀνεθεμάτισαν αὐτὴν καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως ᾿Εξολέθρευσις.
    1καὶ οὐκ ἐκληρονόμησεν Ιουδας τὴν Γάζαν καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν ᾿Ασκαλῶνα καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ακκαρων καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν ῎Αζωτον καὶ τὰ περισπόρια αὐτῆς.
    1καὶ ἦν κύριος μετὰ Ιουδα, καὶ ἐκληρονόμησεν τὸ ὄρος· ὅτι οὐκ ἐδύνατο κληρονομῆσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα, ὅτι Ρηχαβ διεστείλατο αὐτήν.
    1καὶ ἔδωκεν τῷ Χαλεβ τὴν Χεβρων, καθὰ ἐλάλησεν Μωυσῆς· καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις καὶ ἐξῆρεν ἐκεῖθεν τοὺς τρεῖς υἱοὺς Ενακ.
    1καὶ τὸν Ιεβουσαῖον τὸν κατοικοῦντα ἐν Ιερουσαλημ οὐκ ἐξῆραν οἱ υἱοὶ Βενιαμιν, καὶ κατῴκησεν ὁ Ιεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμιν ἕως τῆς ἡμέρας ταύτης.
    1Καὶ ἀνέβησαν οἱ υἱοὶ Ιωσηφ καί γε αὐτοὶ εἰς Βαιθηλ καὶ Ιουδας μετ᾽ αὐτῶν.
    1καὶ παρενέβαλον οἶκος Ισραηλ κατὰ Βαιθηλ· τὸ δὲ ὄνομα τῆς πόλεως ἦν ἔμπροσθεν Λουζα.
    1καὶ εἶδον οἱ φυλάσσοντες ἄνδρα ἐκπορευόμενον ἐκ τῆς πόλεως καὶ ἔλαβαν αὐτὸν καὶ εἶπον αὐτῷ Δεῖξον ἡμῖν τὴν εἴσοδον τῆς πόλεως, καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος.
    1καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως, καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας, τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν.
    1καὶ ἀπῆλθεν ὁ ἀνὴρ εἰς γῆν Χεττιιμ καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Λουζα· τοῦτο ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης.
    1Καὶ οὐκ ἐκληρονόμησεν Μανασσης τὴν Βαιθσαν, ἥ ἐστιν Σκυθῶν πόλις, οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περισπόρια αὐτῆς οὐδὲ τὴν Εκθανααδ καὶ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Δωρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦντας Βαλααμ καὶ τὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦντας Μαγεδων καὶ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Ιεβλααμ οὐδὲ τὰς θυγατέρας αὐτῆς· καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ.
    1καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ισραηλ, καὶ ἔθετο τὸν Χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῆρεν αὐτόν.
    1Καὶ Εφραιμ οὐκ ἐξῆρεν τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζερ· καὶ κατῴκει ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γαζερ καὶ ἐγένετο εἰς φόρον.
    1Καὶ Ζαβουλων οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Κεδρων καὶ τοὺς κατοικοῦντας Ενααλα· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ καὶ ἐγένετο εἰς φόρον.
    1Καὶ Ασηρ οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Ακχω, καὶ ἐγένετο αὐτῷ εἰς φόρον, καὶ τοὺς κατοικοῦντας Δωρ καὶ τοὺς κατοικοῦντας Σιδῶνα καὶ τοὺς κατοικοῦντας Ααλαφ καὶ τὸν Αχαζιβ καὶ τὴν Χελβα καὶ τὴν Αφεκ καὶ τὴν Ροωβ.
    1καὶ κατῴκησεν Ασηρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν, ὅτι οὐκ ἐδυνάσθη ἐξᾶραι αὐτόν.
    1Καὶ Νεφθαλι οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Βαιθσαμυς οὐδὲ τοὺς κατοικοῦντας Βαιθενεθ, καὶ κατῴκησεν Ισραηλ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν· οἱ δὲ κατοικοῦντες Βαιθσαμυς καὶ τὴν Βαιθενεθ ἐγενήθησαν αὐτοῖς εἰς φόρον.
    1Καὶ ἐξέθλιψεν ὁ Αμορραῖος τοὺς υἱοὺς Δαν εἰς τὸ ὄρος, ὅτι οὐκ ἀφῆκεν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα.
    1καὶ ἤρξατο ὁ Αμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τοῦ Μυρσινῶνος, οὗ αἱ ἄρκοι καὶ αἱ ἀλώπεκες· καὶ ἐβαρύνθη ἡ χεὶρ οἴκου Ιωσηφ ἐπὶ τὸν Αμορραῖον, καὶ ἐγένετο εἰς φόρον.
    1καὶ τὸ ὅριον τοῦ Αμορραίου ὁ Ιδουμαῖος ἐπάνω Ακραβιν ἐπὶ τῆς Πέτρας καὶ ἐπάνω.
    2Καὶ ἀνέβη ἄγγελος κυρίου ἀπὸ Γαλγαλ ἐπὶ τὸν Κλαυθμῶνα καὶ ἐπὶ Βαιθηλ καὶ ἐπὶ τὸν οἶκον Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς Κύριος κύριος ἀνεβίβασεν ὑμᾶς ἐξ Αἰγύπτου καὶ εἰσήγαγεν ὑμᾶς εἰς τὴν γῆν, ἣν ὤμοσεν τοῖς πατράσιν ὑμῶν τοῦ δοῦναι ὑμῖν, καὶ εἶπεν ὑμῖν Οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα·
    2καὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις εἰς τὴν γῆν ταύτην οὐδὲ τοῖς θεοῖς αὐτῶν οὐ μὴ προσκυνήσητε, ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε καὶ τὰ θυσιαστήρια αὐτῶν κατασκάψετε. καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου, ὅτε ταῦτα ἐποιήσατε.
    2καὶ ἐγὼ εἶπα Οὐ προσθήσω τοῦ μετοικίσαι τὸν λαόν, ὃν εἶπα τοῦ ἐξολεθρεῦσαι αὐτοὺς ἐκ προσώπου ὑμῶν, καὶ ἔσονται ὑμῖν εἰς συνοχάς, καὶ οἱ θεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον.
    2καὶ ἐγένετο ὡς ἐλάλησεν ὁ ἄγγελος κυρίου τοὺς λόγους τούτους πρὸς πάντα Ισραηλ, καὶ ἐπῆρεν ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν.
    2διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κλαυθμών· καὶ ἔθυσαν ἐκεῖ τῷ κυρίῳ.
    2Καὶ ἐξαπέστειλεν ᾿Ιησοῦς τὸν λαόν, καὶ ἀπῆλθαν οἱ υἱοὶ Ισραηλ ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ καὶ εἰς τὴν κληρονομίαν αὐτοῦ τοῦ κατακληρονομῆσαι τὴν γῆν.
    2καὶ ἐδούλευσεν ὁ λαὸς τῷ κυρίῳ πάσας τὰς ἡμέρας ᾿Ιησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐμακροημέρευσαν μετὰ ᾿Ιησοῦν, ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον κυρίου τὸ μέγα, ὃ ἐποίησεν τῷ Ισραηλ.
    2καὶ ἐτελεύτησεν ᾿Ιησοῦς υἱὸς Ναυη δοῦλος κυρίου υἱὸς ἑκατὸν δέκα ἐτῶν.
    2καὶ ἔθαψαν αὐτὸν ἐν ὁρίῳ τῆς κληρονομίας αὐτοῦ ἐν Θαμναθαρες ἐν ὄρει Εφραιμ ἀπὸ βορρᾶ τοῦ ὄρους Γαας.
    2καὶ πᾶσα ἡ γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτῶν, καὶ ἀνέστη γενεὰ ἑτέρα μετ᾽ αὐτούς, ὅσοι οὐκ ἔγνωσαν τὸν κύριον καὶ τὸ ἔργον, ὃ ἐποίησεν τῷ Ισραηλ.
    2Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐλάτρευον τοῖς Βααλιμ.
    2καὶ ἐγκατέλιπον τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν λαῶν τῶν περικύκλῳ αὐτῶν καὶ προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν κύριον
    2καὶ ἐγκατέλιπον τὸν κύριον καὶ ἐλάτρευσαν τῇ Βααλ καὶ ταῖς ᾿Αστάρταις.
    2καὶ ὠργίσθη θυμῷ κύριος τῷ Ισραηλ καὶ παρέδωκεν αὐτοὺς ἐν χειρὶ προνομευόντων, καὶ ἐπρονόμευσαν αὐτούς· καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν, καὶ οὐκ ἠδυνάσθησαν ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν.
    2ἐν πᾶσιν, οἷς ἐπόρνευον, καὶ χεὶρ κυρίου ἦν αὐτοῖς εἰς κακά, καθὼς ἐλάλησεν κύριος καὶ καθὼς ὤμοσεν κύριος, καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα.
    2καὶ ἤγειρεν αὐτοῖς κύριος κριτὰς καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς τῶν προνομευόντων αὐτούς.
    2καί γε τῶν κριτῶν αὐτῶν οὐκ ἐπήκουσαν, ὅτι ἐξεπόρνευσαν ὀπίσω θεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν κύριον· καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐπορεύθησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν ἐντολὰς κυρίου, οὐκ ἐποίησαν οὕτως.
    2καὶ ὅτι ἤγειρεν αὐτοῖς κύριος κριτάς, καὶ ἦν κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ, ὅτι παρεκλήθη κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καὶ κακούντων αὐτούς.
    2καὶ ἐγένετο ὡς ἀπέθνῃσκεν ὁ κριτής, καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ τοὺς πατέρας αὐτῶν πορευθῆναι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς· οὐκ ἀπέρριψαν τὰ ἐπιτηδεύματα αὐτῶν καὶ οὐκ ἀπέστησαν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς σκληρᾶς.
    2καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ εἶπεν ᾿Ανθ᾽ ὧν ὅσα ἐγκατέλιπαν τὸ ἔθνος τοῦτο τὴν διαθήκην μου, ἣν ἐνετειλάμην τοῖς πατράσιν αὐτῶν, καὶ οὐχ ὑπήκουσαν τῆς φωνῆς μου,
    2καὶ ἐγὼ οὐ προσθήσω τοῦ ἐξᾶραι ἄνδρα ἐκ προσώπου αὐτῶν ἀπὸ τῶν ἐθνῶν, ὧν κατέλιπεν ᾿Ιησοῦς καὶ ἀφῆκεν,
    2τοῦ πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ εἰ φυλάσσονται τὴν ὁδὸν κυρίου πορεύεσθαι ἐν αὐτῇ, ὃν τρόπον ἐφυλάξαντο οἱ πατέρες αὐτῶν, ἢ οὔ.
    2καὶ ἀφῆκεν κύριος τὰ ἔθνη ταῦτα τοῦ μὴ ἐξᾶραι αὐτὰ τὸ τάχος καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ ᾿Ιησοῦ.
    3Καὶ ταῦτα τὰ ἔθνη ἀφῆκεν ᾿Ιησοῦς ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ, πάντας τοὺς μὴ ἐγνωκότας πάντας τοὺς πολέμους Χανααν,
    3πλὴν διὰ τὰς γενεὰς τῶν υἱῶν Ισραηλ τοῦ διδάξαι αὐτοὺς πόλεμον, πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά·
    3τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων καὶ πάντα τὸν Χαναναῖον καὶ τὸν Σιδώνιον καὶ τὸν Ευαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ Βαλαερμων ἕως Λοβωημαθ.
    3καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς κυρίου, ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ.
    3καὶ οἱ υἱοὶ Ισραηλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου καὶ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου
    3καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν.
    3Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἔναντι κυρίου καὶ ἐπελάθοντο κυρίου θεοῦ αὐτῶν καὶ ἐλάτρευσαν ταῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν.
    3καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Χουσαρσαθωμ βασιλέως Συρίας ποταμῶν, καὶ ἐδούλευσαν αὐτῷ ὀκτὼ ἔτη.
    3καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον· καὶ ἤγειρεν κύριος σωτῆρα τῷ Ισραηλ, καὶ ἔσωσεν αὐτούς, τὸν Γοθονιηλ υἱὸν Κενεζ ἀδελφὸν Χαλεβ τὸν νεώτερον αὐτοῦ, καὶ εἰσήκουσεν αὐτοῦ.
    3καὶ ἐγένετο ἐπ᾽ αὐτὸν πνεῦμα κυρίου, καὶ ἔκρινεν τὸν Ισραηλ καὶ ἐξῆλθεν ἐπὶ τὸν πόλεμον· καὶ παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθωμ βασιλέα Συρίας, καὶ ἐκραταιώθη ἡ χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθωμ.
    3καὶ ἡσύχασεν ἡ γῆ ἔτη πεντήκοντα· καὶ ἀπέθανεν Γοθονιηλ υἱὸς Κενεζ.
    3Καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου. καὶ ἐνίσχυσεν κύριος τὸν Εγλωμ βασιλέα Μωαβ ἐπὶ τὸν Ισραηλ διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου.
    3καὶ προσήγαγεν πρὸς αὐτὸν πάντας τοὺς υἱοὺς Αμμων καὶ Αμαληκ καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὸν Ισραηλ καὶ ἐκληρονόμησεν τὴν πόλιν τῶν φοινίκων.
    3καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τῷ Εγλωμ βασιλεῖ Μωαβ ἔτη δέκα ὀκτώ.
    3καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον· καὶ ἤγειρεν αὐτοῖς κύριος σωτῆρα τὸν Αωδ υἱὸν Γηρα υἱοῦ τοῦ Ιεμενι, ἄνδρα ἀμφοτεροδέξιον. καὶ ἀπέστειλαν οἱ υἱοὶ Ισραηλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Εγλωμ βασιλεῖ Μωαβ.
    3καὶ ἐποίησεν ἑαυτῷ Αωδ μάχαιραν δίστομον, σπιθαμῆς τὸ μῆκος, καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν τὸν δεξιὸν αὐτοῦ.
    3καὶ προσήνεγκεν τὰ δῶρα τῷ Εγλωμ βασιλεῖ Μωαβ· καὶ Εγλωμ ἀνὴρ ἀστεῖος σφόδρα.
    3καὶ ἐγένετο ὡς συνετέλεσεν Αωδ προσφέρων τὰ δῶρα, καὶ ἐξαπέστειλεν τοὺς αἴροντας τὰ δῶρα.
    3καὶ Εγλωμ ἀνέστρεψεν ἀπὸ τῶν γλυπτῶν μετὰ τῆς Γαλγαλ, καὶ εἶπεν Αωδ Λόγος μοι κρύφιος πρὸς σέ, βασιλεῦ. καὶ εἶπεν Εγλωμ πᾶσιν ᾿Εκ μέσου· καὶ ἐξῆλθον ἀπ᾽ αὐτοῦ πάντες οἱ παραστήκοντες αὐτῷ.
    3καὶ Αωδ εἰσῆλθεν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ αὐτοῦ μονώτατος. καὶ εἶπεν Αωδ Λόγος θεοῦ μοι πρὸς σέ, βασιλεῦ· καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου Εγλωμ ἐγγὺς αὐτοῦ.
    3καὶ ἐγένετο ἅμα τοῦ ἀναστῆναι ἐξέτεινεν Αωδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν ἀπὸ τοῦ μηροῦ τοῦ δεξιοῦ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὴν εἰς τὴν κοιλίαν Εγλωμ
    3καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός, καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τῆς φλογός, ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ.
    3καὶ ἐξῆλθεν Αωδ εἰς τὴν προστάδα καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ ὑπερῴου ἐπ᾽ αὐτὸν καὶ ἐσφήνωσεν·
    3καὶ αὐτὸς ἐξῆλθεν. καὶ οἱ παῖδες αὐτοῦ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἀποκεκλεισμέναι, καὶ εἶπαν Μήποτε πρὸς δίφρους κάθηται ἐν τῇ ἀποχωρήσει τοῦ κοιτῶνος;
    3καὶ προσέμειναν αἰσχυνόμενοι, καὶ ἰδοὺ οὐκ ἦν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου· καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν, καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς.
    3καὶ Αωδ διεσώθη, ἕως ἐθορυβοῦντο, καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ· καὶ αὐτὸς παρῆλθεν τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σεϊρωθα.
    3καὶ ἐγένετο ἡνίκα ἦλθεν, καὶ ἐσάλπισεν κερατίνῃ ἐν ὄρει Εφραιμ· καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ Ισραηλ, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν.
    3καὶ εἶπεν πρὸς αὐτούς Καταβαίνετε ὀπίσω μου, ὅτι παρέδωκεν κύριος ὁ θεὸς τοὺς ἐχθροὺς ὑμῶν τὴν Μωαβ ἐν χειρὶ ὑμῶν. καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ιορδάνου τῆς Μωαβ καὶ οὐκ ἀφῆκαν ἄνδρα διαβῆναι.
    3καὶ ἐπάταξαν τὴν Μωαβ ἐν τῷ καιρῷ ἐκείνῳ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν, πάντας τοὺς μαχητὰς τοὺς ἐν αὐτοῖς καὶ πάντα ἄνδρα δυνάμεως, καὶ οὐ διεσώθη ἀνήρ.
    3καὶ ἐνετράπη Μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ τὴν χεῖρα Ισραηλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη, καὶ ἔκρινεν αὐτοὺς Αωδ ἕως οὗ ἀπέθανεν.
    3Καὶ μετὰ τοῦτον ἀνέστη Σαμεγαρ υἱὸς Αναθ καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐκτὸς μόσχων τῶν βοῶν· καὶ ἔσωσεν αὐτὸς τὸν Ισραηλ.
    4Καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου.
    4καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ Ιαβιν βασιλέως Χανααν, ὃς ἐβασίλευσεν ἐν Ασωρ· καὶ ὁ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σισαρα, καὶ αὐτὸς κατῴκει ἐν Αρισωθ τῶν ἐθνῶν.
    4καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον, ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ, καὶ αὐτὸς ἔθλιψεν τὸν Ισραηλ κατὰ κράτος εἴκοσι ἔτη.
    4Καὶ Δεββωρα γυνὴ προφῆτις γυνὴ Λαφιδωθ, αὐτὴ ἔκρινεν τὸν Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ.
    4καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββωρα ἀνὰ μέσον Ραμα καὶ ἀνὰ μέσον Βαιθηλ ἐν ὄρει Εφραιμ, καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ισραηλ ἐκεῖ τοῦ κρίνεσθαι.
    4καὶ ἀπέστειλεν Δεββωρα καὶ ἐκάλεσεν τὸν Βαρακ υἱὸν Αβινεεμ ἐκ Κεδες Νεφθαλι καὶ εἶπεν πρὸς αὐτόν Οὐχὶ σοὶ ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβωρ καὶ λήμψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἀπὸ τῶν υἱῶν Νεφθαλι καὶ ἀπὸ τῶν υἱῶν Ζαβουλων;
    4καὶ ἀπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κισων τὸν Σισαρα ἄρχοντα τῆς δυνάμεως Ιαβιν καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ καὶ παραδώσω αὐτὸν ἐν τῇ χειρί σου.
    4καὶ εἶπεν πρὸς αὐτὴν Βαρακ ᾿Εὰν πορευθῇς μετ᾽ ἐμοῦ, πορεύσομαι, καὶ ἐὰν μὴ πορευθῇς μετ᾽ ἐμοῦ, οὐ πορεύσομαι· ὅτι οὐκ οἶδα τὴν ἡμέραν, ἐν ᾗ εὐοδοῖ κύριος τὸν ἄγγελον μετ᾽ ἐμοῦ.
    4καὶ εἶπεν πρὸς αὐτὸν Δεββωρα Πορευομένη πορεύσομαι μετὰ σοῦ· πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου εἰς τὴν ὁδόν, ἣν σὺ πορεύῃ, ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται κύριος τὸν Σισαρα. καὶ ἀνέστη Δεββωρα καὶ ἐπορεύθη μετὰ τοῦ Βαρακ εἰς Κεδες.
    4καὶ παρήγγειλεν Βαρακ τῷ Ζαβουλων καὶ τῷ Νεφθαλι εἰς Κεδες, καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν· καὶ Δεββωρα ἀνέβη μετ᾽ αὐτοῦ.
    4καὶ οἱ πλησίον τοῦ Κιναίου ἐχωρίσθησαν ἀπὸ τῶν υἱῶν Ιωβαβ γαμβροῦ Μωυσῆ, καὶ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ πρὸς δρῦν ἀναπαυομένων, ἥ ἐστιν ἐχόμενα Κεδες.
    4Καὶ ἀνήγγειλαν τῷ Σισαρα ὅτι ἀνέβη Βαρακ υἱὸς Αβινεεμ ἐπ᾽ ὄρος Θαβωρ.
    4καὶ ἐκάλεσεν Σισαρα πάντα τὰ ἅρματα αὐτοῦ (ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ) καὶ πάντα τὸν λαὸν τὸν μετ᾽ αὐτοῦ ἀπὸ Αρισωθ τῶν ἐθνῶν εἰς τὸν χειμάρρουν Κισων.
    4καὶ εἶπεν Δεββωρα πρὸς Βαρακ ᾿Ανάστηθι, ὅτι αὕτη ἡ ἡμέρα, ἐν ᾗ παρέδωκεν κύριος τὸν Σισαρα ἐν χειρί σου· οὐκ ἰδοὺ κύριος ἐλεύσεται ἔμπροσθέν σου; καὶ κατέβη Βαρακ ἀπὸ τοῦ ὄρους Θαβωρ καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ.
    4καὶ ἐξέστησεν κύριος τὸν Σισαρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ῥομφαίας ἐνώπιον Βαρακ· καὶ κατέβη Σισαρα ἀπὸ τοῦ ἅρματος αὐτοῦ καὶ ἔφυγεν τοῖς ποσὶν αὐτοῦ.
    4καὶ Βαρακ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως δρυμοῦ τῶν ἐθνῶν· καὶ ἔπεσεν πᾶσα ἡ παρεμβολὴ Σισαρα ἐν στόματι ῥομφαίας, οὐ κατελείφθη ἕως ἑνός.
    4καὶ Σισαρα ἀνεχώρησεν τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Ιαηλ γυναικὸς Χαβερ τοῦ Κιναίου, ὅτι εἰρήνη ἀνὰ μέσον Ιαβιν βασιλέως Ασωρ καὶ ἀνὰ μέσον οἴκου Χαβερ τοῦ Κιναίου.
    4καὶ ἐξῆλθεν Ιαηλ εἰς ἀπάντησιν Σισαρα καὶ εἶπεν πρὸς αὐτόν ῎Εκνευσον, κύριέ μου, ἔκνευσον πρός με, μὴ φοβοῦ· καὶ ἐξένευσεν πρὸς αὐτὴν εἰς τὴν σκηνήν, καὶ συνεκάλυψεν αὐτὸν ἐν τῇ δέρρει αὐτῆς.
    4καὶ εἶπεν Σισαρα πρὸς αὐτήν Πότισόν με δὴ μικρὸν ὕδωρ, ὅτι ἐδίψησα· καὶ ἤνοιξεν τὸν ἀσκὸν τοῦ γάλακτος καὶ ἐπότισεν αὐτὸν καὶ συνεκάλυψεν τὸ πρόσωπον αὐτοῦ.
    4καὶ εἶπεν πρὸς αὐτήν Στῆθι ἐν τῇ θύρᾳ τῆς σκηνῆς, καὶ ἔσται ἐάν τις ἔλθῃ πρὸς σὲ καὶ ἐρωτήσῃ σε καὶ εἴπῃ σοι ῎Εστιν ἐνταῦθα ἀνήρ; καὶ ἐρεῖς Οὐκ ἔστιν· καὶ συνεκάλυψεν αὐτὸν ἐν τῇ δέρρει αὐτῆς.
    4καὶ ἔλαβεν Ιαηλ γυνὴ Χαβερ τὸν πάσσαλον τῆς σκηνῆς καὶ ἔθηκεν τὴν σφῦραν ἐν τῇ χειρὶ αὐτῆς καὶ εἰσῆλθεν πρὸς αὐτὸν ἡσυχῇ καὶ ἐνέκρουσεν τὸν πάσσαλον ἐν τῇ γνάθῳ αὐτοῦ καὶ διήλασεν ἐν τῇ γῇ, καὶ αὐτὸς ἀπεσκάρισεν ἀνὰ μέσον τῶν γονάτων αὐτῆς καὶ ἐξέψυξεν καὶ ἀπέθανεν.
    4καὶ ἰδοὺ Βαρακ διώκων τὸν Σισαρα, καὶ ἐξῆλθεν Ιαηλ εἰς ἀπαντὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ Δεῦρο καὶ δείξω σοι τὸν ἄνδρα, ὃν σὺ ζητεῖς. καὶ εἰσῆλθεν πρὸς αὐτήν, καὶ ἰδοὺ Σισαρα πεπτωκὼς νεκρός, καὶ ὁ πάσσαλος ἐν τῇ γνάθῳ αὐτοῦ.
    4καὶ ἐταπείνωσεν κύριος ὁ θεὸς τὸν Ιαβιν βασιλέα Χανααν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον υἱῶν Ισραηλ.
    4καὶ ἐπορεύθη χεὶρ τῶν υἱῶν Ισραηλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ιαβιν βασιλέα Χανααν, ἕως ἐξωλέθρευσαν αὐτόν.
    5Καὶ ᾖσεν Δεββωρα καὶ Βαρακ υἱὸς Αβινεεμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν
    5᾿Εν τῷ ἄρξασθαι ἀρχηγοὺς ἐν Ισραηλ, ἐν προαιρέσει λαοῦ εὐλογεῖτε τὸν κύριον.
    5ἀκούσατε, βασιλεῖς, ἐνωτίζεσθε, σατράπαι δυνατοί· ἐγὼ τῷ κυρίῳ ᾄσομαι, ψαλῶ τῷ θεῷ Ισραηλ.
    5κύριε, ἐν τῇ ἐξόδῳ σου ἐκ Σηιρ, ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Εδωμ γῆ ἐσείσθη, καὶ ὁ οὐρανὸς ἐξεστάθη, καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ·
    5ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου, τοῦτο Σινα ἀπὸ προσώπου κυρίου θεοῦ Ισραηλ.
    5ἐν ἡμέραις Σαμεγαρ υἱοῦ Αναθ, ἐν ἡμέραις Ιαηλ ἐξέλιπον βασιλεῖς καὶ ἐπορεύθησαν τρίβους, ἐπορεύθησαν ὁδοὺς διεστραμμένας.
    5ἐξέλιπεν φραζων ἐν τῷ Ισραηλ, ἐξέλιπεν, ἕως οὗ ἐξανέστη Δεββωρα, ὅτι ἀνέστη μήτηρ ἐν τῷ Ισραηλ.
    5ᾑρέτισαν θεοὺς καινοὺς ὡς ἄρτον κρίθινον· σκέπην ἐὰν ἴδω σιρομαστῶν ἐν τεσσαράκοντα χιλιάσιν.
    5ἡ καρδία μου ἐπὶ τὰ διατεταγμένα τῷ Ισραηλ· οἱ δυνάσται τοῦ λαοῦ, εὐλογεῖτε τὸν κύριον.
    5ἐπιβεβηκότες ἐπὶ ὑποζυγίων, καθήμενοι ἐπὶ λαμπηνῶν,
    5φθέγξασθε φωνὴν ἀνακρουομένων ἀνὰ μέσον εὐφραινομένων· ἐκεῖ δώσουσιν δικαιοσύνην κυρίῳ. δίκαιοι ἐνίσχυσαν ἐν τῷ Ισραηλ· τότε κατέβη εἰς τὰς πόλεις αὐτοῦ ὁ λαὸς κυρίου.
    5ἐξεγείρου ἐξεγείρου, Δεββωρα, ἐξέγειρον μυριάδας μετὰ λαοῦ, ἐξεγείρου ἐξεγείρου, λάλει μετ᾽ ᾠδῆς· ἐνισχύων ἐξανίστασο, Βαρακ, καὶ ἐνίσχυσον, Δεββωρα, τὸν Βαρακ· αἰχμαλώτιζε αἰχμαλωσίαν σου, υἱὸς Αβινεεμ.
    5πότε ἐμεγαλύνθη ἡ ἰσχὺς αὐτοῦ; κύριε, ταπείνωσόν μοι τοὺς ἰσχυροτέρους μου.
    5λαὸς Εφραιμ ἐτιμωρήσατο αὐτοὺς ἐν κοιλάδι ἀδελφοῦ σου Βενιαμιν ἐν λαοῖς σου. ἐξ ἐμοῦ Μαχιρ κατέβησαν ἐξερευνῶντες, καὶ ἐκ Ζαβουλων κύριος ἐπολέμει μοι ἐν δυνατοῖς ἐκεῖθεν ἐν σκήπτρῳ ἐνισχύοντος ἡγήσεως.
    5ἐν Ισσαχαρ μετὰ Δεββωρας ἐξαπέστειλεν πεζοὺς αὐτοῦ εἰς τὴν κοιλάδα. ἵνα τί σὺ κατοικεῖς ἐν μέσῳ χειλέων; ἐξέτεινεν ἐν τοῖς ποσὶν αὐτοῦ. ἐν διαιρέσεσιν Ρουβην μεγάλοι ἀκριβασμοὶ καρδίας.
    5ἵνα τί μοι κάθησαι ἀνὰ μέσον τῶν μοσφαθαιμ τοῦ εἰσακούειν συρισμοὺς ἐξεγειρόντων; τοῦ διελθεῖν εἰς τὰ τοῦ Ρουβην μεγάλοι ἐξιχνιασμοὶ καρδίας.
    5Γαλααδ ἐν τῷ πέραν τοῦ Ιορδάνου κατεσκήνωσεν· καὶ Δαν ἵνα τί παροικεῖ πλοίοις; Ασηρ παρῴκησεν παρ᾽ αἰγιαλὸν θαλασσῶν καὶ ἐπὶ τὰς διακοπὰς αὐτοῦ κατεσκήνωσεν.
    5Ζαβουλων λαὸς ὀνειδίσας ψυχὴν αὐτοῦ εἰς θάνατον καὶ Νεφθαλιμ ἐπὶ ὕψη ἀγροῦ.
    5ἦλθον βασιλεῖς καὶ παρετάξαντο. τότε ἐπολέμησαν βασιλεῖς Χανααν ἐν Θενναχ ἐπὶ ὕδατος Μαγεδδω· πλεονεξίαν ἀργυρίου οὐκ ἔλαβον.
    5ἐκ τοῦ οὐρανοῦ ἐπολέμησαν ἀστέρες, ἐκ τῆς τάξεως αὐτῶν ἐπολέμησαν μετὰ Σισαρα.
    5χειμάρρους Κισων ἐξέβαλεν αὐτούς, χειμάρρους καδημιμ, χειμάρρους Κισων· καταπατήσει αὐτοὺς ψυχή μου δυνατή.
    5τότε ἀπεκόπησαν πτέρναι ἵππου, αμαδαρωθ δυνατῶν αὐτοῦ.
    5καταράσασθε Μαρωζ, εἶπεν ὁ ἄγγελος κυρίου, καταράσει καταράσασθε τοὺς ἐνοίκους αὐτῆς, ὅτι οὐκ ἤλθοσαν εἰς τὴν βοήθειαν κυρίου· βοηθὸς ἡμῶν κύριος ἐν μαχηταῖς δυνατός.
    5εὐλογηθείη ἐκ γυναικῶν Ιαηλ γυνὴ Χαβερ τοῦ Κιναίου, ἐκ γυναικῶν ἐν σκηνῇ εὐλογηθείη.
    5ὕδωρ ᾔτησεν αὐτήν, καὶ γάλα ἔδωκεν αὐτῷ, ἐν λακάνῃ ἰσχυρῶν προσήγγισεν βούτυρον.
    5τὴν χεῖρα αὐτῆς τὴν ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν, τὴν δεξιὰν αὐτῆς εἰς ἀποτομὰς κατακόπων καὶ ἀπέτεμεν Σισαρα, ἀπέτριψεν τὴν κεφαλὴν αὐτοῦ καὶ συνέθλασεν καὶ διήλασεν τὴν γνάθον αὐτοῦ.
    5ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς συγκάμψας ἔπεσεν, ἐκοιμήθη μεταξὺ ποδῶν αὐτῆς· ἐν ᾧ ἔκαμψεν, ἐκεῖ ἔπεσεν ταλαίπωρος.
    5διὰ τῆς θυρίδος διέκυπτεν ἡ μήτηρ Σισαρα διὰ τῆς δικτυωτῆς ἐπιβλέπουσα ἐπὶ τοὺς μεταστρέφοντας μετὰ Σισαρα Διὰ τί ἠσχάτισεν τὸ ἅρμα αὐτοῦ παραγενέσθαι; διὰ τί ἐχρόνισαν ἴχνη ἁρμάτων αὐτοῦ;
    5σοφαὶ ἀρχουσῶν αὐτῆς ἀνταπεκρίναντο πρὸς αὐτήν, καὶ αὐτὴ ἀπεκρίνατο ἐν ῥήμασιν αὐτῆς
    5Οὐχὶ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα; φιλιάζων φίλοις εἰς κεφαλὴν δυνατοῦ· σκῦλα βαμμάτων Σισαρα, σκῦλα βαμμάτων ποικιλίας, βαφὴ ποικίλων περὶ τράχηλον αὐτοῦ σκῦλον.
    5οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου, κύριε· καὶ οἱ ἀγαπῶντες αὐτὸν καθὼς ἡ ἀνατολὴ τοῦ ἡλίου ἐν δυναστείαις αὐτοῦ. Καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη.
    6Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἔναντι κυρίου, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ Μαδιαμ ἔτη ἑπτά.
    6καὶ κατίσχυσεν χεὶρ Μαδιαμ ἐπὶ Ισραηλ· καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Μαδιαμ μάνδρας ἐν τοῖς ὄρεσιν καὶ τοῖς σπηλαίοις καὶ τοῖς ὀχυρώμασιν.
    6καὶ ἐγένετο ὅταν ἔσπειρεν ἀνὴρ Ισραηλ, καὶ ἀνέβαινεν Μαδιαμ καὶ Αμαληκ καὶ οἱ υἱοὶ ἀνατολῶν καὶ ἀνέβαινον ἐπ᾽ αὐτόν·
    6καὶ παρενέβαλλον ἐπ᾽ αὐτοὺς καὶ διέφθειραν τὰ ἐκφόρια τῆς γῆς ἕως τοῦ ἐλθεῖν εἰς Γάζαν καὶ οὐχ ὑπελείποντο ὑπόστασιν ζωῆς ἐν Ισραηλ καὶ ποίμνιον καὶ μόσχον καὶ ὄνον·
    6ὅτι αὐτοὶ καὶ τὰ κτήνην αὐτῶν ἀνέβαινον καὶ τὰς σκηνὰς αὐτῶν παρέφερον καὶ παρεγίνοντο ὡς ἀκρὶς εἰς πλῆθος, καὶ αὐτοῖς καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός, καὶ παρεγίνοντο ἐν τῇ γῇ Ισραηλ τοῦ διαφθείρειν αὐτήν.
    6καὶ ἐπτώχευσεν Ισραηλ σφόδρα ἀπὸ προσώπου Μαδιαμ, καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον.
    6καὶ ἐγένετο ἐπεὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον διὰ Μαδιαμ,
    6καὶ ἐξαπέστειλεν κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς Ισραηλ, καὶ εἶπεν αὐτοῖς Τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ᾿Εγώ εἰμι ὁ ἀναβιβάσας ὑμᾶς ἐξ Αἰγύπτου καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλείας
    6καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν
    6καὶ εἶπα ὑμῖν ᾿Εγὼ κύριος ὁ θεὸς ὑμῶν, οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ Αμορραίου, ἐν οἷς ὑμεῖς ἐνοικεῖτε ἐν τῇ γῇ αὐτῶν· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου.
    6Καὶ ἦλθεν ἄγγελος κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν δρῦν τὴν οὖσαν ἐν Εφραθα τὴν τοῦ Ιωας πατρὸς Αβιεζρι, καὶ Γεδεων ὁ υἱὸς αὐτοῦ ἐρράβδιζεν πυροὺς ἐν ληνῷ τοῦ ἐκφυγεῖν ἐκ προσώπου Μαδιαμ.
    6καὶ ὤφθη αὐτῷ ἄγγελος κυρίου καὶ εἶπεν πρὸς αὐτόν Κύριος μετὰ σοῦ, δυνατὸς τῇ ἰσχύι.
    6καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων ᾿Εν ἐμοί, κύριε, καὶ εἰ ἔστιν κύριος μεθ᾽ ἡμῶν, ἵνα τί εὗρεν ἡμᾶς πάντα τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστιν πάντα τὰ θαυμάσια αὐτοῦ, ὅσα διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν λέγοντες Οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς κύριος; καὶ νῦν ἀπώσατο ἡμᾶς καὶ παρέδωκεν ἡμᾶς ἐν χειρὶ Μαδιαμ.
    6καὶ ἐπέβλεψεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου καὶ εἶπεν αὐτῷ Πορεύου ἐν τῇ ἰσχύι σου καὶ σώσεις τὸν Ισραηλ, καὶ ἰδοὺ ἐξαπέστειλά σε.
    6καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων ᾿Εν ἐμοί, κύριε, ἐν τίνι σώσω τὸν Ισραηλ; ἰδοὺ ἡ χιλιάς μου ταπεινοτέρα ἐν Μανασση, καὶ ἐγώ εἰμι μικρὸς ἐν τῷ οἴκῳ τοῦ πατρός μου.
    6καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου Κύριος ἔσται μετὰ σοῦ, καὶ πατάξεις τὴν Μαδιαμ ὡσεὶ ἄνδρα ἕνα.
    6καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων Καὶ εἰ εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, καὶ ποιήσεις μοι σημεῖον ὅτι σὺ λαλεῖς μετ᾽ ἐμοῦ·
    6μὴ κινηθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρὸς σέ, καὶ οἴσω τὴν θυσίαν μου καὶ θήσω ἐνώπιόν σου. καὶ εἶπεν ᾿Εγώ εἰμι καθήσομαι ἕως τοῦ ἐπιστρέψαι σε.
    6καὶ Γεδεων εἰσῆλθεν καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ οιφι ἀλεύρου ἄζυμα καὶ τὰ κρέα ἐπέθηκεν ἐπὶ τὸ κανοῦν καὶ τὸν ζωμὸν ἐνέχεεν εἰς χύτραν καὶ ἐξήνεγκεν πρὸς αὐτὸν ὑπὸ τὴν δρῦν καὶ προσεκύνησεν.
    6καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου Λαβὲ τὰ κρέα καὶ τοὺς ἄρτους τοὺς ἀζύμους καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην καὶ τὸν ζωμὸν ἔκχεον· καὶ ἐποίησεν οὕτως.
    6καὶ ἐξέτεινεν ὁ ἄγγελος κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῆς ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἥψατο τῶν κρεῶν καὶ τῶν ἀζύμων, καὶ ἀνήφθη πῦρ ἐκ τῆς πέτρας καὶ κατέφαγεν τὰ κρέα καὶ τοὺς ἀζύμους· καὶ ὁ ἄγγελος κυρίου ἀπῆλθεν ἐξ ὀφθαλμῶν αὐτοῦ.
    6καὶ εἶδεν Γεδεων ὅτι ἄγγελος κυρίου ἐστίν, καὶ εἶπεν Γεδεων ῏Α ἆ, κύριε κύριε, ὅτι εἶδον τὸν ἄγγελον κυρίου πρόσωπον πρὸς πρόσωπον.
    6καὶ εἶπεν αὐτῷ κύριος Εἰρήνη σοι, μὴ φοβοῦ μὴ ἀποθάνῃς.
    6καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεων θυσιαστήριον τῷ κυρίῳ καὶ ἐκάλεσεν αὐτὸ Εἰρήνη κυρίου ἕως τῆς ἡμέρας ταύτης ἔτι αὐτοῦ ὄντος ἐν Εφραθα πατρὸς τοῦ Εζρι.
    6Καὶ ἐγενήθη τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν αὐτῷ κύριος Λαβὲ τὸν μόσχον τὸν σιτευτὸν τοῦ πατρός σου, μόσχον τὸν ἑπταετῆ, καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ Βααλ, ὅ ἐστιν τοῦ πατρός σου, καὶ τὸ ἄλσος τὸ ἐπ᾽ αὐτῷ ἐκκόψεις·
    6καὶ οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου τῷ ὀφθέντι σοι ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους Μαωζ τούτου ἐν τῇ παρατάξει καὶ λήμψῃ τὸν μόσχον καὶ ἀνοίσεις ὁλοκαύτωμα ἐν τοῖς ξύλοις τοῦ ἄλσους, οὗ ἐκκόψεις.
    6καὶ ἔλαβεν Γεδεων τρεῖς καὶ δέκα ἄνδρας ἀπὸ τῶν δούλων αὐτοῦ καὶ ἐποίησεν καθὰ ἐλάλησεν πρὸς αὐτὸν κύριος· καὶ ἐγένετο ὡς ἐφοβήθη τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς ἄνδρας τῆς πόλεως μὴ ποιῆσαι ἡμέρας, καὶ ἐποίησεν νυκτός.
    6καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τὸ πρωί, καὶ ἰδοὺ κατεσκαμμένον τὸ θυσιαστήριον τοῦ Βααλ, καὶ τὸ ἄλσος τὸ ἐπ᾽ αὐτῷ ἐκκεκομμένον, καὶ ὁ μόσχος ὁ σιτευτὸς ἀνηνεγμένος εἰς ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον.
    6καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τίς ἐποίησεν τὸ πρᾶγμα τοῦτο; καὶ ἀνήταζον καὶ ἐξεζήτουν καὶ εἶπαν Γεδεων ὁ υἱὸς Ιωας ἐποίησεν τὸ πρᾶγμα τοῦτο.
    6καὶ εἶπαν οἱ ἄνδρες τῆς πόλεως πρὸς Ιωας ᾿Εξάγαγε τὸν υἱόν σου καὶ ἀποθανέτω, ὅτι κατέσκαψεν τὸ θυσιαστήριον τοῦ Βααλ καὶ ὅτι ἔκοψεν τὸ ἄλσος τὸ ἐπ᾽ αὐτῷ.
    6καὶ εἶπεν Ιωας πρὸς τοὺς ἄνδρας τοὺς ἑσταμένους ἐπ᾽ αὐτόν Μὴ ὑμεῖς νῦν δικάζεσθε περὶ τοῦ Βααλ; ἢ ὑμεῖς σῴζετε αὐτόν; ὃς ἀντεδίκησεν αὐτόν, ἀποθανεῖται ἕως πρωί· εἰ ἔστιν θεός, αὐτὸς ἐκδικήσει αὐτόν, ὅτι κατέσκαψεν τὸ θυσιαστήριον αὐτοῦ.
    6καὶ ἐκάλεσεν αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Δικαστήριον τοῦ Βααλ, ὅτι κατέσκαψεν τὸ θυσιαστήριον αὐτοῦ.
    6Καὶ πᾶσα Μαδιαμ καὶ Αμαληκ καὶ υἱοὶ ἀνατολῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ καὶ διέβησαν καὶ παρενέβαλον ἐν τῇ κοιλάδι Ιεζραελ.
    6καὶ πνεῦμα θεοῦ ἐνέδυσεν τὸν Γεδεων, καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ ἐβόησεν Αβιεζερ ὀπίσω αὐτοῦ.
    6καὶ ἀγγέλους ἐξαπέστειλεν ἐν παντὶ Μανασση καὶ ἐβόησεν καὶ αὐτὸς ὀπίσω αὐτοῦ· καὶ ἐξαπέστειλεν ἀγγέλους ἐν Ασηρ καὶ ἐν Ζαβουλων καὶ ἐν Νεφθαλι, καὶ ἀνέβησαν εἰς συνάντησιν αὐτοῦ.
    6καὶ εἶπεν Γεδεων πρὸς τὸν θεόν Εἰ σῴζεις ἐν τῇ χειρί μου τὸν Ισραηλ, ὃν τρόπον ἐλάλησας,
    6ἰδοὺ ἐγὼ ἀπερείδομαι τὸν πόκον τῶν ἐρίων ἐν τῷ ἅλωνι, καὶ ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ξηρασία, καὶ γνώσομαι ὅτι σῴζεις ἐν τῇ χειρί μου τὸν Ισραηλ, ὃν τρόπον ἐλάλησας.
    6καὶ ἐγένετο οὕτως· καὶ ὤρθρισεν Γεδεων τῇ ἐπαύριον καὶ ἀπεπίασεν τὸν πόκον, καὶ ἀπερρύη ἡ δρόσος ἐκ τοῦ πόκου, πλήρης λεκάνη ὕδατος.
    6καὶ εἶπεν Γεδεων πρὸς τὸν θεόν Μὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί, καὶ λαλήσω ἔτι ἅπαξ· καὶ πειράσω ἔτι ἅπαξ ἐν τῷ πόκῳ, καὶ γενηθήτω ξηρασία ἐπὶ τὸν πόκον μόνον, ἐπὶ δὲ πᾶσαν τὴν γῆν γενηθήτω δρόσος.
    6καὶ ἐποίησεν ὁ θεὸς οὕτως ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον, ἐπὶ δὲ πᾶσαν τὴν γῆν ἐγένετο δρόσος.
    7Καὶ ὤρθρισεν Ιεροβααλ (αὐτός ἐστιν Γεδεων) καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ καὶ παρενέβαλεν ἐπὶ τὴν γῆν Αρωεδ, καὶ παρεμβολὴ Μαδιαμ καὶ Αμαληκ ἦν αὐτῷ ἀπὸ βορρᾶ ἀπὸ τοῦ βουνοῦ τοῦ Αβωρ ἐν τῇ κοιλάδι.
    7καὶ εἶπεν κύριος πρὸς Γεδεων Πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ ὥστε μὴ παραδοῦναί με τὴν Μαδιαμ ἐν χειρὶ αὐτῶν, μήποτε καυχήσηται Ισραηλ ἐπ᾽ ἐμὲ λέγων ῾Η χείρ μου ἔσωσέν με.
    7καὶ εἶπεν κύριος πρὸς αὐτόν Λάλησον δὴ εἰς τὰ ὦτα τοῦ λαοῦ λέγων Τίς δειλὸς καὶ φοβούμενος; ἀποστραφήτω. καὶ ἐξώρμησαν ἀπὸ τοῦ ὄρους τοῦ Γαλααδ καὶ ἀπεστράφησαν ἀπὸ τοῦ λαοῦ εἴκοσι καὶ δύο χιλιάδες, καὶ δέκα χιλιάδες ὑπελείφθησαν.
    7καὶ εἶπεν κύριος πρὸς Γεδεων ῎Ετι ὁ λαὸς πολύς· κατάγαγε αὐτοὺς εἰς τὸ ὕδωρ, καὶ δοκιμῶ αὐτούς σοι ἐκεῖ· καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σέ Οὗτος πορεύσεται μετὰ σοῦ, αὐτὸς πορεύσεται μετὰ σοῦ· καὶ ὃν ἐὰν εἴπω σοι ὅτι οὐ πορεύσεται μετὰ σοῦ, αὐτὸς οὐ πορεύσεται μετὰ σοῦ.
    7καὶ κατεβίβασεν τὸν λαὸν εἰς τὸ ὕδωρ· καὶ εἶπεν κύριος πρὸς Γεδεων Πᾶς, ὃς ἂν λάψῃ τῇ γλώσσῃ αὐτοῦ ἐκ τοῦ ὕδατος, ὡς ἐὰν λάψῃ ὁ κύων, στήσεις αὐτὸν κατὰ μόνας, καὶ πᾶς, ὃς ἂν κάμψῃ ἐπὶ τὰ γόνατα αὐτοῦ τοῦ πιεῖν, μεταστήσεις αὐτὸν καθ᾽ αὑτόν.
    7καὶ ἐγένετο πᾶς ὁ ἀριθμὸς τῶν λαψάντων ἐν τῇ γλώσσῃ αὐτῶν τριακόσιοι ἄνδρες, καὶ πᾶς ὁ ἐπίλοιπος τοῦ λαοῦ ἔκαμψαν ἐπὶ τὰ γόνατα αὐτῶν τοῦ πιεῖν ὕδωρ.
    7καὶ εἶπεν κύριος πρὸς Γεδεων ᾿Εν τοῖς τριακοσίοις ἀνδράσιν τοῖς λάψασιν σώσω ὑμᾶς καὶ παραδώσω τὴν Μαδιαμ ἐν χειρί σου, καὶ πᾶς ὁ λαὸς ἀποτρεχέτω ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ.
    7καὶ ἔλαβον τὸν ἐπισιτισμὸν τοῦ λαοῦ ἐν τῇ χειρὶ αὐτῶν καὶ τὰς κερατίνας αὐτῶν, καὶ πάντα ἄνδρα Ισραηλ ἐξαπέστειλεν ἄνδρα εἰς τὸ σκήνωμα αὐτοῦ, τῶν δὲ τριακοσίων ἀνδρῶν ἐκράτησεν. ἡ δὲ παρεμβολὴ Μαδιαμ ἦν ὑποκάτωθεν αὐτοῦ ἐν τῇ κοιλάδι.
    7Καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν πρὸς αὐτὸν κύριος ᾿Ανάστα κατάβηθι τὸ τάχος ἐντεῦθεν εἰς τὴν παρεμβολήν, ὅτι παρέδωκα αὐτὴν ἐν τῇ χειρί σου·
    7εἰ δὲ φοβῇ σὺ καταβῆναι, κατάβηθι σὺ καὶ Φαρα τὸ παιδάριόν σου εἰς τὴν παρεμβολὴν
    7καὶ ἀκούσῃ, τί λαλοῦσιν· καὶ μετὰ ταῦτα ἰσχύσουσιν αἱ χεῖρές σου, καὶ καταβήσῃ ἐν τῇ παρεμβολῇ. καὶ κατέβη αὐτὸς καὶ Φαρα τὸ παιδάριον αὐτοῦ εἰς μέρος τῶν πεντήκοντα τῶν ἐν τῇ παρεμβολῇ.
    7καὶ Μαδιαμ καὶ Αμαληκ καὶ πάντες οἱ υἱοὶ ἀνατολῶν παρεμβεβλήκεισαν ἐν τῇ κοιλάδι ὡς ἀκρὶς εἰς πλῆθος, καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός, ἀλλ᾽ ἦσαν ὥσπερ ἡ ἄμμος ἡ ἐπὶ τὸ χεῖλος τῆς θαλάσσης εἰς πλῆθος.
    7καὶ εἰσῆλθεν Γεδεων, καὶ ἰδοὺ ἀνὴρ ἐξηγεῖτο τῷ πλησίον αὐτοῦ τὸ ἐνύπνιον καὶ εἶπεν ᾿Ιδοὺ τὸ ἐνύπνιον, ὃ ἠνυπνιάσθην, καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου κυλιομένη ἐν τῇ παρεμβολῇ Μαδιαμ καὶ ἦλθεν ἕως τῆς σκηνῆς Μαδιαμ καὶ ἐπάταξεν αὐτὴν καὶ κατέστρεψεν αὐτήν, καὶ ἔπεσεν ἡ σκηνή.
    7καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ καὶ εἶπεν Οὐκ ἔστιν αὕτη ἀλλ᾽ ἢ ῥομφαία Γεδεων υἱοῦ Ιωας ἀνδρὸς Ισραηλ· παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὴν Μαδιαμ καὶ πᾶσαν τὴν παρεμβολήν.
    7καὶ ἐγένετο ὡς ἤκουσεν Γεδεων τὴν διήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτοῦ, καὶ προσεκύνησεν κύριον καὶ ἐπέστρεψεν εἰς τὴν παρεμβολὴν Ισραηλ καὶ εἶπεν ᾿Ανάστητε, ὅτι παρέδωκεν κύριος ἐν χερσὶν ὑμῶν τὴν παρεμβολὴν Μαδιαμ.
    7καὶ διεῖλεν τοὺς τριακοσίους ἄνδρας τρεῖς ἀρχὰς καὶ ἔδωκεν κερατίνας ἐν χειρὶ πάντων καὶ ὑδρίας κενὰς καὶ λαμπάδας ἐν μέσῳ τῶν ὑδριῶν
    7καὶ εἶπεν πρὸς αὐτούς ᾿Απ᾽ ἐμοῦ ὄψεσθε καὶ οὕτως ποιήσετε· καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν μέσῳ τῆς παρεμβολῆς, καὶ ἔσται ὡς ἐὰν ποιήσω, οὕτως ποιήσετε·
    7καὶ σαλπιῶ τῇ κερατίνῃ ἐγὼ καὶ πάντες οἱ μετ᾽ ἐμοῦ, καὶ σαλπιεῖτε ταῖς κερατίναις καὶ ὑμεῖς κύκλῳ τῆς παρεμβολῆς καὶ ἐρεῖτε Τῷ κυρίῳ καὶ τῷ Γεδεων.
    7καὶ εἰσῆλθεν Γεδεων καὶ ἑκατὸν ἄνδρες μετ᾽ αὐτοῦ ἐν μέρει τῆς παρεμβολῆς ἀρχομένης τῆς φυλακῆς τῆς μεσούσης· πλὴν ἐγέρσει ἤγειρεν τοὺς φυλάσσοντας, καὶ ἐσάλπισαν ταῖς κερατίναις καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν.
    7καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις καὶ συνέτριψαν τὰς ὑδρίας καὶ ἐλάβοντο ἐν τῇ χειρὶ τῇ ἀριστερᾷ αὐτῶν τῶν λαμπάδων, καὶ ἐν τῇ χειρὶ τῇ δεξιᾷ αὐτῶν αἱ κερατίναι τοῦ σαλπίζειν, καὶ ἀνέκραξαν ῾Ρομφαία τῷ κυρίῳ καὶ τῷ Γεδεων.
    7καὶ ἔστησαν ἕκαστος καθ᾽ ἑαυτὸν κύκλῳ τῆς παρεμβολῆς, καὶ ἔδραμον πᾶσα ἡ παρεμβολὴ καὶ ἐσήμαναν καὶ ἔφυγον.
    7καὶ ἐσάλπισαν αἱ τριακόσιαι κερατίναι, καὶ ἔθετο κύριος μάχαιραν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ καὶ ἐν ὅλῃ τῇ παρεμβολῇ, καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως τῆς Βαιθασεττα καὶ συνηγμένη ἕως χείλους Αβελμεουλα καὶ ἐπὶ Ταβαθ.
    7καὶ ἐβόησεν ἀνὴρ Ισραηλ ἐκ Νεφθαλιμ καὶ ἐξ Ασηρ καὶ ἐκ παντὸς Μανασση καὶ κατεδίωξαν ὀπίσω Μαδιαμ.
    7Καὶ ἀγγέλους ἐξαπέστειλεν Γεδεων ἐν παντὶ ὁρίῳ Εφραιμ λέγων Κατάβητε εἰς συνάντησιν Μαδιαμ καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως Βαιθβηρα καὶ τὸν Ιορδάνην· καὶ ἐβόησεν πᾶς ἀνὴρ Εφραιμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθβηρα καὶ τὸν Ιορδάνην.
    7καὶ συνέλαβον τοὺς δύο ἄρχοντας Μαδιαμ, τὸν Ωρηβ καὶ τὸν Ζηβ, καὶ ἀπέκτειναν τὸν Ωρηβ ἐν Σουριν καὶ τὸν Ζηβ ἀπέκτειναν ἐν Ιακεφζηβ καὶ κατεδίωξαν Μαδιαμ· καὶ τὴν κεφαλὴν Ωρηβ καὶ Ζηβ ἤνεγκαν πρὸς Γεδεων ἐκ τοῦ πέραν τοῦ Ιορδάνου.
    8καὶ εἶπεν πρὸς αὐτὸν ἀνὴρ Εφραιμ Τί τὸ ῥῆμα τοῦτο ἐποίησας ἡμῖν τοῦ μὴ καλέσαι ἡμᾶς, ὅτε ἐξεπορεύου πολεμῆσαι ἐν τῇ Μαδιαμ; καὶ ἐκρίνοντο μετ᾽ αὐτοῦ κραταιῶς.
    8καὶ εἶπεν πρὸς αὐτούς Τί ἐποίησα νῦν καθὼς ὑμεῖς; οὐχὶ κρείττω ἐπιφυλλίδες Εφραιμ ἢ τρυγητὸς Αβιεζερ;
    8ἐν χειρὶ ὑμῶν παρέδωκεν κύριος τοὺς ἄρχοντας Μαδιαμ, τὸν Ωρηβ καὶ τὸν Ζηβ· καὶ τί ἠδυνάσθην ποιῆσαι καθὼς ὑμεῖς; καὶ κατέπαυσαν. τότε ἀνῆκε τὸ πνεῦμα αὐτῶν ἀπ᾽ αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον.
    8Καὶ ἦλθεν Γεδεων ἐπὶ τὸν Ιορδάνην, καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες μετ᾽ αὐτοῦ ὀλιγοψυχοῦντες καὶ πεινῶντες.
    8καὶ εἶπεν τοῖς ἀνδράσιν Σοκχωθ Δότε δὴ ἄρτους τῷ λαῷ τῷ μετ᾽ ἐμοῦ, ὅτι πεινῶσιν, ἐγὼ δὲ διώκω ὀπίσω Ζεβεε καὶ Σαλμανα βασιλέων Μαδιαμ.
    8καὶ εἶπαν οἱ ἄρχοντες Σοκχωθ Μὴ χεὶρ Ζεβεε καὶ Σαλμανα νῦν ἐν τῇ χειρί σου, ὅτι δώσομεν τῇ στρατιᾷ σου ἄρτους;
    8καὶ εἶπεν Γεδεων Οὐχ οὕτως· ἐν τῷ δοῦναι κύριον τὸν Ζεβεε καὶ Σαλμανα ἐν τῇ χειρί μου καὶ καταξανῶ τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ἐν ταῖς βαρκοννιμ.
    8καὶ ἀνέβη ἐκεῖθεν εἰς Φανουηλ καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ ταῦτα, καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουηλ ὃν τρόπον ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Σοκχωθ.
    8καὶ εἶπεν τοῖς ἀνδράσιν Φανουηλ λέγων ᾿Εν τῷ ἐπιστρέφειν με μετ᾽ εἰρήνης κατασκάψω τὸν πύργον τοῦτον.?
    8καὶ Ζεβεε καὶ Σαλμανα ἐν Καρκαρ, καὶ ἡ παρεμβολὴ αὐτῶν μετ᾽ αὐτῶν ὡσεὶ πεντεκαίδεκα χιλιάδες, οἱ καταλειφθέντες ἐν πάσῃ παρεμβολῇ υἱῶν ἀνατολῶν, καὶ οἱ πεπτωκότες ἦσαν ἑκατὸν καὶ εἴκοσι χιλιάδες ἀνδρῶν ἐσπασμένων ῥομφαίαν.
    8καὶ ἀνέβη Γεδεων ὁδὸν κατοικούντων ἐν σκηναῖς ἀνατολῶν τῆς Ναβεθ ἐξ ἐναντίας Ζεβεε· καὶ ἐπάταξεν τὴν παρεμβολήν, ἡ δὲ παρεμβολὴ ἦν πεποιθυῖα.
    8καὶ ἔφυγεν Ζεβεε καὶ Σαλμανα, καὶ ἐδίωξεν ὀπίσω αὐτῶν καὶ ἐκράτησεν τοὺς δύο βασιλεῖς Μαδιαμ, τὸν Ζεβεε καὶ τὸν Σαλμανα, καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτῶν ἐξέτριψεν.?
    8καὶ ἀνέστρεψεν Γεδεων υἱὸς Ιωας ἐκ τοῦ πολέμου ἀπὸ ἀναβάσεως Αρες.
    8καὶ συνέλαβον παιδάριον ἐκ τῶν ἀνδρῶν Σοκχωθ, καὶ ἐπηρώτησεν αὐτόν, καὶ ἀπεγράψατο πρὸς αὐτοὺς τοὺς ἄρχοντας Σοκχωθ καὶ τοὺς πρεσβυτέρους αὐτῆς, ἑβδομήκοντα ἑπτὰ ἄνδρας.
    8καὶ παρεγένετο Γεδεων πρὸς τοὺς ἄρχοντας Σοκχωθ καὶ εἶπεν αὐτοῖς ᾿Ιδοὺ Ζεβεε καὶ Σαλμανα, δι᾽ οὓς ὠνειδίσατέ με λέγοντες Μὴ χεὶρ Ζεβεε καὶ Σαλμανα νῦν ἐν τῇ χειρί σου, ὅτι δώσομεν τοῖς ἀνδράσιν σου τοῖς ἐκλελυμένοις ἄρτους;
    8καὶ ἔλαβεν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους τῆς πόλεως καὶ κατέξανεν αὐτοὺς ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ταῖς βαρακηνιμ καὶ κατέξανεν ἐν αὐτοῖς ἄνδρας Σοκχωθ.
    8καὶ τὸν πύργον Φανουηλ κατέσκαψεν καὶ ἀπέκτεινεν τοὺς ἄνδρας τῆς πόλεως.?
    8καὶ εἶπεν πρὸς Ζεβεε καὶ Σαλμανα Ποῦ οἱ ἄνδρες, οὓς ἀπεκτείνατε ἐν Θαβωρ; καὶ εἶπαν ῾Ωσεὶ σύ, ὅμοιος σοί, ὅμοιος αὐτῶν, ὡς εἶδος μορφὴ υἱῶν βασιλέων.
    8καὶ εἶπεν Γεδεων ᾿Αδελφοί μου καὶ υἱοὶ τῆς μητρός μού εἰσιν. καὶ ὤμοσεν αὐτοῖς Ζῇ κύριος, εἰ ἐζωογονήσατε αὐτούς, οὐκ ἂν ἀπέκτεινα ὑμᾶς.
    8καὶ εἶπεν τῷ Ιεθερ τῷ πρωτοτόκῳ αὐτοῦ ᾿Αναστὰς ἀπόκτεινον αὐτούς· καὶ οὐκ ἔσπασεν τὸ παιδάριον αὐτοῦ τὴν μάχαιραν αὐτοῦ, ὅτι ἐφοβήθη, ὅτι ἦν νεώτερος.
    8καὶ εἶπεν Ζεβεε καὶ Σαλμανα ᾿Ανάστα δὴ σὺ καὶ ἀπάντησον ἡμῖν, ὅτι ὡς ἀνὴρ ἡ δύναμις αὐτοῦ. καὶ ἀνέστη Γεδεων καὶ ἀνεῖλεν τὸν Ζεβεε καὶ τὸν Σαλμανα καὶ ἔλαβεν τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν.
    8Καὶ εἶπεν ἀνὴρ Ισραηλ πρὸς Γεδεων ῎Αρχε ἐν ἡμῖν σὺ καὶ οἱ υἱοί σου, ὅτι σέσωκας ἡμᾶς ἐκ χειρὸς Μαδιαμ.
    8καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεων Οὐκ ἄρξω ἐγὼ ὑμῶν, καὶ οὐκ ἄρξει ὁ υἱός μου ὑμῶν· κύριος ἄρξει ὑμῶν.
    8καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεων Αἰτήσομαι παρ᾽ ὑμῶν αἴτησιν καὶ δότε μοι ἀνὴρ ἐνώτιον τῶν σκύλων αὐτοῦ· ὅτι ἐνώτια χρυσᾶ πολλὰ ἦν αὐτοῖς, ὅτι Ισμαηλῖται ἦσαν.
    8καὶ εἶπαν Διδόντες δώσομεν· καὶ ἀνέπτυξεν τὸ ἱμάτιον αὐτοῦ, καὶ ἔρριψεν ἐκεῖ ἀνὴρ ἐνώτιον χρυσοῦν τῶν σκύλων αὐτοῦ.
    8καὶ ἐγενήθη ὁ σταθμὸς τῶν ἐνωτίων τῶν χρυσῶν, ὧν ᾐτήσατο, σίκλοι χίλιοι καὶ ἑπτακόσιοι χρυσοῦ πλὴν τῶν σιρώνων καὶ τῶν ὁρμίσκων ενφωθ καὶ τῶν περιβολαίων τῶν πορφυρῶν τῶν ἐπὶ τοῖς βασιλεῦσιν Μαδιαμ καὶ πλὴν τῶν κλοιῶν τῶν χρυσῶν τῶν ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν.
    8καὶ ἐποίησεν αὐτὸ Γεδεων εἰς εφουδ καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτοῦ ἐν Εφραθα· καὶ ἐξεπόρνευσεν πᾶς Ισραηλ ὀπίσω αὐτοῦ ἐκεῖ, καὶ ἐγένετο τῷ Γεδεων καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκάνδαλον.
    8καὶ ἐνετράπη Μαδιαμ ἐνώπιον υἱῶν Ισραηλ καὶ οὐ προσέθεντο ἆραι κεφαλὴν αὐτῶν. καὶ ἡσύχασεν ἡ γῆ ἔτη τεσσαράκοντα ἐν ἡμέραις Γεδεων.?
    8καὶ ἐπορεύθη Ιεροβααλ υἱὸς Ιωας καὶ κατῴκησεν ἐν τῷ οἴκῳ αὐτοῦ.
    8καὶ τῷ Γεδεων ἦσαν ἑβδομήκοντα υἱοὶ ἐκπορευόμενοι ἐκ μηρῶν αὐτοῦ, ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ.
    8καὶ ἡ παλλακὴ αὐτοῦ ἡ ἐν Σικιμοις ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱόν, καὶ ἐπέθηκεν τὸ ὄνομα αὐτοῦ Αβιμελεχ.
    8καὶ ἀπέθανεν Γεδεων υἱὸς Ιωας ἐν πολιᾷ ἀγαθῇ καὶ ἐτάφη ἐν τῷ τάφῳ Ιωας τοῦ πατρὸς αὐτοῦ ἐν Εφραθα πατρὸς Αβιεζρι.
    8Καὶ ἐγενήθη ὡς ἀπέθανεν Γεδεων, καὶ ἀπεστράφησαν οἱ υἱοὶ Ισραηλ καὶ ἐξεπόρνευσαν ὀπίσω τῶν Βααλιμ καὶ ἔθεντο αὑτοῖς τὸν Βααλβεριθ εἰς διαθήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς θεόν.
    8καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ Ισραηλ κυρίου τοῦ θεοῦ αὐτῶν τοῦ ῥυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν.
    8καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου Ιεροβααλ Γεδεων κατὰ πᾶσαν τὴν ἀγαθωσύνην, ἣν ἐποίησεν μετὰ Ισραηλ.
    9Καὶ ἐπορεύθη Αβιμελεχ υἱὸς Ιεροβααλ εἰς Σικιμα πρὸς τοὺς ἀδελφοὺς τῆς μητρὸς αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν τὴν συγγένειαν τοῦ οἴκου τῆς μητρὸς αὐτοῦ λέγων
    9Λαλήσατε δὴ ἐν ὠσὶν τῶν ἀνδρῶν Σικιμων Ποῖον βέλτιόν ἐστιν, τὸ ἄρχειν ὑμῶν ἑβδομήκοντα ἄνδρας, πάντας υἱοὺς Ιεροβααλ, ἢ κυριεύειν ὑμῶν ἄνδρα ἕνα; καὶ μνήσθητε ὅτι σὰρξ ὑμῶν καὶ ὀστοῦν ὑμῶν ἐγώ εἰμι.
    9καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν Σικιμων πάντας τοὺς λόγους τούτους, καὶ ἔκλινεν καρδία αὐτῶν ὀπίσω Αβιμελεχ, ὅτι εἶπαν ᾿Αδελφὸς ἡμῶν ἐστιν.
    9καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐκ τοῦ οἴκου Βααλ διαθήκης, καὶ ἐμισθώσατο ἐν αὐτοῖς Αβιμελεχ ἄνδρας κενοὺς καὶ θαμβουμένους, καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ.
    9καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς Εφραθα καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτοῦ υἱοὺς Ιεροβααλ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα· καὶ ἀπελείφθη Ιωαθαμ υἱὸς Ιεροβααλ ὁ νεώτερος, ὅτι ἐκρύβη.
    9Καὶ συνήχθησαν πάντες οἱ ἄνδρες Σικιμων καὶ πᾶς ὁ οἶκος Μααλλων καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν Αβιμελεχ εἰς βασιλέα πρὸς τῇ βαλάνῳ τῆς στάσεως ἐν Σικιμοις.
    9καὶ ἀνήγγειλαν τῷ Ιωαθαμ, καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους Γαριζιν καὶ ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἐκάλεσεν καὶ εἶπεν αὐτοῖς ᾿Ακούσατέ μου, ἄνδρες Σικιμων, καὶ ἀκούσαι ὑμῶν ὁ θεός.
    9πορευόμενα ἐπορεύθησαν τὰ ξύλα τοῦ χρῖσαι ἑαυτοῖς βασιλέα καὶ εἶπον τῇ ἐλαίᾳ Βασίλευσον ἐφ᾽ ἡμῶν.
    9καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία ᾿Αφεῖσα τὴν πιότητά μου, ἣν ἐν ἐμοὶ ἐδόξασεν ὁ θεὸς καὶ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων;
    9καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ Δεῦρο βασίλευσον ἐφ᾽ ἡμῶν.
    9καὶ εἶπεν αὐτοῖς ἡ συκῆ ᾿Αφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γένημά μου τὸ ἀγαθὸν πορευθῶ ἄρχειν ξύλων;
    9καὶ εἶπαν τὰ ξύλα τῇ ἀμπέλῳ Δεῦρο βασίλευσον ἐφ᾽ ἡμῶν.
    9καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος ᾿Αφεῖσα τὸν οἶνόν μου, τὴν εὐφροσύνην τὴν παρὰ τοῦ θεοῦ τῶν ἀνθρώπων, πορευθῶ ἄρχειν ξύλων;
    9καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον Δεῦρο σὺ βασίλευσον ἐφ᾽ ἡμῶν.
    9καὶ εἶπεν ἡ ῥάμνος πρὸς τὰ ξύλα Εἰ ἐν ἀληθείᾳ ὑμεῖς χρίετέ με εἰς βασιλέα ἐφ᾽ ὑμῶν, δεῦτε πεποίθατε ἐν τῇ σκέπῃ μου· καὶ εἰ μή, ἐξέλθοι πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβάνου.?
    9καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ ἐν τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ, καὶ εἰ καλῶς ἐποιήσατε μετὰ Ιεροβααλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ εἰ κατὰ τὸ ἀνταπόδομα τῆς χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ,
    9ὡς ἐπολέμησεν ὁ πατήρ μου ὑπὲρ ὑμῶν καὶ ἔρριψεν τὴν ψυχὴν αὐτοῦ ἐξ ἐναντίας καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρὸς Μαδιαμ,?
    9καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ υἱὸν τῆς παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας Σικιμων, ὅτι ἀδελφὸς ὑμῶν ἐστιν,?
    9καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ Ιεροβααλ καὶ τοῦ οἴκου αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ, εὐλογηθείητε ὑμεῖς καὶ εὐφρανθείητε ἐν Αβιμελεχ, καὶ εὐφρανθείη καὶ αὐτὸς ἐν ὑμῖν.
    9καὶ εἰ μή, ἐξέλθοι πῦρ ἐξ Αβιμελεχ καὶ καταφάγοι τοὺς ἄνδρας Σικιμων καὶ τὸν οἶκον Μααλλων, καὶ εἰ μή, ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν Σικιμων καὶ ἐκ τοῦ οἴκου Μααλλων καὶ καταφάγοι τὸν Αβιμελεχ.?
    9καὶ ἀπέδρα Ιωαθαμ καὶ ἐπορεύθη ἐν ὁδῷ καὶ ἔφυγεν εἰς Ραρα καὶ κατῴκησεν ἐκεῖ ἀπὸ προσώπου Αβιμελεχ τοῦ ἀδελφοῦ αὐτοῦ.
    9Καὶ ἦρξεν Αβιμελεχ ἐπὶ Ισραηλ τρία ἔτη.
    9καὶ ἐξαπέστειλεν ὁ θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον Αβιμελεχ καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν Σικιμων, καὶ ἠθέτησαν οἱ ἄνδρες Σικιμων ἐν τῷ οἴκῳ Αβιμελεχ,
    9τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν τῶν ἑβδομήκοντα υἱῶν Ιεροβααλ καὶ τὸ αἷμα αὐτῶν ἐπιθεῖναι ἐπὶ Αβιμελεχ τὸν ἀδελφὸν αὐτῶν τὸν ἀποκτείναντα αὐτοὺς καὶ ἐπὶ τοὺς ἄνδρας Σικιμων τοὺς κατισχύσαντας τὰς χεῖρας αὐτοῦ ὥστε ἀποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ.
    9καὶ ἔθεντο αὐτῷ οἱ ἄνδρες Σικιμων ἔνεδρα ἐπὶ τὰς κεφαλὰς τῶν ὀρέων καὶ ἀνήρπαζον πάντας τοὺς διαπορευομένους ἐπ᾽ αὐτοὺς ἐν τῇ ὁδῷ· καὶ ἀπηγγέλη τῷ Αβιμελεχ.
    9καὶ ἦλθεν Γααλ υἱὸς Αβεδ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς Σικιμα, καὶ ἐπεποίθησαν ἐν αὐτῷ οἱ ἄνδρες Σικιμων.
    9καὶ ἦλθον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν καὶ κατεπάτουν καὶ ἐποίησαν χοροὺς καὶ εἰσῆλθον εἰς οἶκον θεοῦ αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον καὶ κατηρῶντο τὸν Αβιμελεχ.
    9καὶ εἶπεν Γααλ υἱὸς Αβεδ Τί ἐστιν Αβιμελεχ, καὶ τίς ἐστιν ὁ υἱὸς Συχεμ, ὅτι δουλεύσομεν αὐτῷ; οὐχ οὗτος υἱὸς Ιεροβααλ, καὶ Ζεβουλ ἐπίσκοπος αὐτοῦ δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν Εμμωρ πατρὸς Συχεμ; καὶ τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς;
    9καὶ τίς δῴη τὸν λαὸν τοῦτον ἐν χειρί μου; καὶ μεταστήσω τὸν Αβιμελεχ καὶ ἐρῶ τῷ Αβιμελεχ Πλήθυνον τὴν δύναμίν σου καὶ ἔξελθε.
    9καὶ ἤκουσεν Ζεβουλ ὁ ἄρχων τῆς πόλεως τοὺς λόγους Γααλ υἱοῦ Αβεδ καὶ ἐθυμώθη ὀργῇ.
    9καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Αβιμελεχ μετὰ δώρων λέγων ᾿Ιδοὺ Γααλ υἱὸς Αβεδ καὶ οἱ ἀδελφοὶ αὐτοῦ παραγεγόνασιν εἰς Σικιμα, καὶ οἵδε πολιορκοῦσιν τὴν πόλιν ἐπὶ σέ·
    9καὶ νῦν ἀνάστηθι νυκτὸς σὺ καὶ ὁ λαὸς ὁ μετὰ σοῦ καὶ ἐνέδρευσον ἐν τῷ ἀγρῷ,
    9καὶ ἔσται τὸ πρωὶ ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ ὀρθρίσεις καὶ ἐκτενεῖς ἐπὶ τὴν πόλιν, καὶ ἰδοὺ αὐτὸς καὶ ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ ἐκπορεύονται πρὸς σέ, καὶ ποιήσεις αὐτῷ καθάπερ ἐὰν εὕρῃ ἡ χείρ σου.
    9καὶ ἀνέστη Αβιμελεχ καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ νυκτὸς καὶ ἐνήδρευσαν ἐπὶ Σικιμα τέσσαρας ἀρχάς.
    9καὶ ἐγένετο πρωὶ καὶ ἐξῆλθεν Γααλ υἱὸς Αβεδ καὶ ἔστη πρὸς τῇ θύρᾳ τῆς πύλης τῆς πόλεως, καὶ ἀνέστη Αβιμελεχ καὶ ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ ἐκ τῶν ἐνέδρων.
    9καὶ εἶδεν Γααλ υἱὸς Αβεδ τὸν λαὸν καὶ εἶπεν πρὸς Ζεβουλ ᾿Ιδοὺ λαὸς καταβαίνων ἀπὸ τῶν κορυφῶν τῶν ὀρέων. καὶ εἶπεν πρὸς αὐτὸν Ζεβουλ Τὴν σκιὰν τῶν ὀρέων σὺ ὁρᾶς ὡς ἄνδρας.
    9καὶ προσέθετο ἔτι Γααλ τοῦ λαλῆσαι καὶ εἶπεν ᾿Ιδοὺ λαὸς καταβαίνων κατὰ θάλασσαν ἀπὸ τοῦ ἐχόμενα τοῦ ὀμφαλοῦ τῆς γῆς, καὶ ἀρχὴ μία παραγίνεται ἀπὸ ὁδοῦ δρυὸς ἀποβλεπόντων.
    9καὶ εἶπεν πρὸς αὐτὸν Ζεβουλ Ποῦ ἐστιν νῦν τὸ στόμα σου τὸ λέγον Τίς ἐστιν Αβιμελεχ, ὅτι δουλεύσομεν αὐτῷ; οὐκ ἰδοὺ οὗτός ἐστιν ὁ λαός, ὃν ἐξουδένωσας; ἔξελθε νῦν καὶ πολέμει πρὸς αὐτόν.
    9καὶ ἐξῆλθεν Γααλ ἀπὸ προσώπου τῶν ἀνδρῶν Σικιμων καὶ ἐπολέμησεν ἐν Αβιμελεχ.
    9καὶ κατεδίωξεν αὐτὸν Αβιμελεχ, καὶ ἔφυγεν ἀπὸ προσώπου αὐτοῦ· καὶ ἔπεσον τραυματίαι πολλοὶ ἕως θυρῶν τῆς πόλεως.
    9καὶ ἐκάθισεν Αβιμελεχ ἐν Αριμα· καὶ ἐξέβαλεν Ζεβουλ τὸν Γααλ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοῦ μὴ οἰκεῖν ἐν Σικιμοις.
    9καὶ ἐγενήθη τῇ ἐπαύριον καὶ ἐξῆλθεν ὁ λαὸς εἰς τὸ πεδίον, καὶ ἀπηγγέλη τῷ Αβιμελεχ.
    9καὶ παρέλαβεν τὸν λαὸν καὶ διεῖλεν αὐτὸν τρεῖς ἀρχὰς καὶ ἐνήδρευσεν ἐν αὐτῷ· καὶ εἶδεν καὶ ἰδοὺ λαὸς ἐξῆλθεν ἐκ τῆς πόλεως, καὶ ἐπανέστη αὐτοῖς καὶ ἐπάταξεν αὐτούς.
    9καὶ Αβιμελεχ καὶ αἱ ἀρχαὶ αἱ μετ᾽ αὐτοῦ ἐξετάθησαν καὶ ἔστησαν παρὰ τὴν πύλην τῆς πόλεως, καὶ αἱ δύο ἀρχαὶ ἐξεχύθησαν ἐπὶ πάντας τοὺς ἐν τῷ ἀγρῷ, καὶ ἐπάταξεν αὐτούς.
    9καὶ Αβιμελεχ ἐπολέμει ἐν τῇ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην, καὶ κατελάβοντο τὴν πόλιν, καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀνεῖλεν καὶ τὴν πόλιν καθεῖλεν καὶ ἔσπειρεν αὐτὴν ἅλας.
    9καὶ ἤκουσαν πάντες οἱ ἄνδρες πύργου Σικιμων καὶ εἰσῆλθον εἰς τὸ ὀχύρωμα οἴκου τοῦ Βααλ διαθήκης.
    9καὶ ἀπηγγέλη τῷ Αβιμελεχ ὅτι συνήχθησαν πάντες οἱ ἄνδρες τοῦ πύργου Σικιμων.
    9καὶ ἀνέβη Αβιμελεχ εἰς ὄρος Σελμων, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ, καὶ ἔλαβεν Αβιμελεχ ἀξίνην ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔκοψεν φορτίον ξύλων καὶ ἔλαβεν αὐτὸ καὶ ἐπέθηκεν ἐπὶ τοὺς ὤμους αὐτοῦ καὶ εἶπεν πρὸς τὸν λαὸν τὸν μετ᾽ αὐτοῦ Τί εἴδετέ με ποιοῦντα, ταχέως ποιήσατε ὡς καὶ ἐγώ.
    9καὶ ἔκοψαν καὶ αὐτοὶ ἕκαστος φορτίον καὶ ἦραν καὶ ἐπορεύθησαν ὀπίσω Αβιμελεχ καὶ ἐπέθηκαν ἐπὶ τὸ ὀχύρωμα καὶ ἐνέπρησαν ἐπ᾽ αὐτοὺς τὸ ὀχύρωμα ἐν πυρί, καὶ ἀπέθανον πάντες οἱ ἄνδρες πύργου Σικιμων ὡσεὶ χίλιοι ἄνδρες καὶ γυναῖκες.
    9Καὶ ἐπορεύθη Αβιμελεχ εἰς Θεβες καὶ περιεκάθισεν ἐπ᾽ αὐτὴν καὶ προκατελάβετο αὐτήν.
    9καὶ πύργος ἦν ὀχυρὸς ἐν μέσῳ τῆς πόλεως, καὶ ἔφυγον ἐκεῖ πάντες οἱ ἄνδρες καὶ αἱ γυναῖκες καὶ πάντες οἱ ἡγούμενοι τῆς πόλεως καὶ ἀπέκλεισαν ἐφ᾽ ἑαυτοὺς καὶ ἀνέβησαν ἐπὶ τὸ δῶμα τοῦ πύργου.
    9καὶ ἦλθεν Αβιμελεχ ἕως τοῦ πύργου, καὶ ἐξεπολέμησαν αὐτόν· καὶ ἤγγισεν Αβιμελεχ ἕως τῆς θύρας τοῦ πύργου ἐμπρῆσαι αὐτὸν ἐν πυρί.
    9καὶ ἔρριψεν γυνὴ μία κλάσμα μύλου ἐπὶ τὴν κεφαλὴν Αβιμελεχ καὶ συνέθλασεν τὸ κρανίον αὐτοῦ.
    9καὶ ἐβόησεν τὸ τάχος πρὸς τὸ παιδάριον τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ εἶπεν αὐτῷ Σπάσαι τὴν μάχαιράν σου καὶ θανάτωσόν με, μήποτε εἴπωσιν Γυνὴ ἀπέκτεινεν αὐτόν. καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ, καὶ ἀπέθανεν Αβιμελεχ.
    9καὶ εἶδεν ἀνὴρ Ισραηλ ὅτι ἀπέθανεν Αβιμελεχ, καὶ ἀπῆλθον ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ.
    9καὶ ἀπέστρεψεν ὁ θεὸς τὴν κακίαν Αβιμελεχ, ἣν ἐποίησεν τῷ πατρὶ αὐτοῦ ἀποκτεῖναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς αὐτοῦ.
    9καὶ πᾶσαν κακίαν ἀνδρῶν Σικιμων ἐπέστρεψεν ὁ θεὸς εἰς τὴν κεφαλὴν αὐτῶν, καὶ ἐπῆλθεν ἐπ᾽ αὐτοὺς ἡ κατάρα Ιωαθαμ τοῦ υἱοῦ Ιεροβααλ.
    10Καὶ ἀνέστη μετὰ Αβιμελεχ τοῦ σῶσαι τὸν Ισραηλ Θωλα υἱὸς Φουα υἱὸς πατραδέλφου αὐτοῦ ἀνὴρ Ισσαχαρ, καὶ αὐτὸς κατῴκει ἐν Σαμαρείᾳ ἐν ὄρει Εφραιμ.
    10καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι καὶ τρία ἔτη καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν Σαμαρείᾳ.
    10Καὶ ἀνέστη μετ᾽ αὐτὸν Ιαϊρ ὁ Γαλααδίτης καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι καὶ δύο ἔτη.
    10καὶ ἐγένοντο αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβεβηκότες ἐπὶ τριάκοντα καὶ δύο πώλους· καὶ τριάκοντα καὶ δύο πόλεις αὐτοῖς, καὶ ἐκάλεσεν αὐτὰς ᾿Επαύλεις Ιαϊρ ἕως τῆς ἡμέρας ταύτης, αἵ εἰσιν ἐν τῇ γῇ Γαλααδ.
    10καὶ ἀπέθανεν Ιαϊρ καὶ ἐτάφη ἐν Ραμμω.
    10Καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου καὶ ἐλάτρευσαν ταῖς Βααλιμ καὶ ταῖς Ασταρωθ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωαβ καὶ τοῖς θεοῖς υἱῶν Αμμων καὶ τοῖς θεοῖς τῶν ἀλλοφύλων καὶ ἐγκατέλιπον τὸν κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ.
    10καὶ ἐθυμώθη ὀργῇ κύριος ἐν τῷ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ ἀλλοφύλων καὶ ἐν χειρὶ υἱῶν Αμμων.
    10καὶ ἐσάθρωσαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ὀκτωκαίδεκα ἔτη, πάντας τοὺς υἱοὺς Ισραηλ ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν τῇ γῇ τοῦ Αμορραίου ἐν τῇ Γαλααδίτιδι.
    10καὶ διέβησαν οἱ υἱοὶ Αμμων τὸν Ιορδάνην ἐκπολεμῆσαι καὶ ἐν τῷ Ιουδα καὶ Βενιαμιν καὶ ἐν τῷ οἴκῳ Εφραιμ, καὶ ἐθλίβησαν οἱ υἱοὶ Ισραηλ σφόδρα.
    10καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον λέγοντες ῾Ημάρτομέν σοι, ὅτι ἐγκατελίπομεν τὸν θεὸν ἡμῶν καὶ ἐλατρεύσαμεν ταῖς Βααλιμ.
    10καὶ εἶπεν κύριος πρὸς τοὺς υἱοὺς Ισραηλ Οὐχὶ οἱ Αἰγύπτιοι καὶ οἱ Αμορραῖοι καὶ οἱ υἱοὶ Αμμων καὶ Μωαβ καὶ οἱ ἀλλόφυλοι
    10καὶ Σιδώνιοι καὶ Μαδιαμ καὶ Αμαληκ ἐξέθλιψαν ὑμᾶς; καὶ ἐκεκράξατε πρός με, καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν.
    10καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐλατρεύσατε θεοῖς ἑτέροις· διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς.
    10βαδίζετε καὶ βοᾶτε πρὸς τοὺς θεούς, οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν.
    10καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον ῾Ημάρτομεν, ποίησον σὺ ἡμῖν κατὰ πάντα, ὅσα ἂν ἀρέσκῃ ἐνώπιόν σου, πλήν, κύριε, ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ.
    10καὶ μετέστησαν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν καὶ ἐλάτρευσαν τῷ κυρίῳ· καὶ οὐκ εὐηρέστησεν ἐν τῷ λαῷ, καὶ ὠλιγοψύχησεν ἐν τῷ κόπῳ Ισραηλ.
    10Καὶ ἀνέβησαν οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν Γαλααδ, καὶ ἐξῆλθον οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν τῇ Μασσηφα.
    10καὶ εἶπον οἱ ἄρχοντες τοῦ λαοῦ Γαλααδ ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τίς ἀνήρ, ὃς ἄρξεται πολεμῆσαι ἐν τοῖς υἱοῖς Αμμων; καὶ ἔσται εἰς κεφαλὴν πᾶσιν τοῖς κατοικοῦσιν Γαλααδ.
    11Καὶ Ιεφθαε ὁ Γαλααδίτης δυνατὸς ἐν ἰσχύι· καὶ αὐτὸς ἦν υἱὸς γυναικὸς πόρνης, καὶ ἔτεκεν τῷ Γαλααδ τὸν Ιεφθαε.
    11καὶ ἔτεκεν ἡ γυνὴ Γαλααδ αὐτῷ υἱούς· καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικὸς καὶ ἐξέβαλον τὸν Ιεφθαε καὶ εἶπον αὐτῷ Οὐ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν, ὅτι γυναικὸς υἱὸς ἑταίρας εἶ σύ.
    11καὶ ἀπέδρα Ιεφθαε ἐκ προσώπου τῶν ἀδελφῶν αὐτοῦ καὶ κατῴκησεν ἐν γῇ Τωβ, καὶ συνελέγοντο πρὸς τὸν Ιεφθαε ἄνδρες λιτοὶ καὶ συνεξεπορεύοντο μετ᾽ αὐτοῦ.
    11Καὶ ἐγένετο μεθ᾽ ἡμέρας καὶ ἐπολέμησαν οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ.
    11καὶ ἐγενήθη ἡνίκα ἐπολέμουν οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ, καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλααδ παραλαβεῖν τὸν Ιεφθαε ἐν γῇ Τωβ
    11καὶ εἶπαν πρὸς Ιεφθαε Δεῦρο καὶ ἔσῃ ἡμῖν εἰς ἡγούμενον, καὶ πολεμήσωμεν ἐν τοῖς υἱοῖς Αμμων.
    11καὶ εἶπεν Ιεφθαε τοῖς πρεσβυτέροις Γαλααδ Οὐχ ὑμεῖς ἐμισήσατέ με καὶ ἐξεβάλετέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐξαπεστείλατέ με ἀφ᾽ ὑμῶν; καὶ τί ὅτι ἤλθατε πρός με, ἡνίκα ἐθλίβητε;
    11καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε Οὐχ οὕτως· νῦν ἤλθομεν πρὸς σέ, καὶ συμπορεύσῃ ἡμῖν, καὶ πολεμήσομεν ἐν τοῖς υἱοῖς Αμμων· καὶ ἔσῃ ἡμῖν εἰς κεφαλήν, πᾶσιν τοῖς κατοικοῦσιν Γαλααδ.
    11καὶ εἶπεν Ιεφθαε πρὸς τοὺς πρεσβυτέρους Γαλααδ Εἰ ἐπιστρέφετέ με ὑμεῖς πολεμῆσαι ἐν τοῖς υἱοῖς Αμμων καὶ παραδῷ κύριος αὐτοὺς ἐνώπιον ἐμοῦ, ἐγὼ ὑμῖν ἔσομαι εἰς κεφαλήν.
    11καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε Κύριος ἔσται ὁ ἀκούων ἀνὰ μέσον ἡμῶν, εἰ μὴ κατὰ τὸ ῥῆμά σου οὕτως ποιήσομεν.
    11καὶ ἐπορεύθη Ιεφθαε μετὰ τῶν πρεσβυτέρων Γαλααδ, καὶ κατέστησαν αὐτὸν ἐπ᾽ αὐτῶν εἰς κεφαλὴν εἰς ἡγούμενον. καὶ ἐλάλησεν Ιεφθαε πάντας τοὺς λόγους αὐτοῦ ἐνώπιον κυρίου ἐν Μασσηφα.
    11Καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμων λέγων Τί ἐμοὶ καὶ σοί, ὅτι ἥκεις πρός με σὺ πολεμῆσαί με ἐν τῇ γῇ μου;
    11καὶ εἶπεν βασιλεὺς υἱῶν Αμμων πρὸς τοὺς ἀγγέλους Ιεφθαε Διότι ἔλαβεν Ισραηλ τὴν γῆν μου ἐν τῇ ἀναβάσει αὐτοῦ ἐξ Αἰγύπτου ἀπὸ Αρνων ἕως Ιαβοκ καὶ ἕως τοῦ Ιορδάνου· καὶ νῦν ἐπίστρεψον αὐτὰς μετ᾽ εἰρήνης.
    11καὶ ἀπέστρεψαν οἱ ἄγγελοι πρὸς Ιεφθαε. καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς τὸν βασιλέα υἱῶν Αμμων
    11λέγων Τάδε λέγει Ιεφθαε Οὐκ ἔλαβεν Ισραηλ τὴν γῆν Μωαβ καὶ τὴν γῆν υἱῶν Αμμων
    11ἐν τῇ ἀναβάσει αὐτῶν ἐξ Αἰγύπτου, ἀλλ᾽ ἐπορεύθη Ισραηλ ἐν τῇ ἐρήμῳ ἕως θαλάσσης ἐρυθρᾶς καὶ ἦλθεν ἕως Καδης.
    11καὶ ἐξαπέστειλεν Ισραηλ ἀγγέλους πρὸς βασιλέα Εδωμ λέγων Παρελεύσομαι διὰ τῆς γῆς σου· καὶ οὐκ ἤκουσεν βασιλεὺς Εδωμ. καί γε πρὸς βασιλέα Μωαβ ἀπέστειλεν, καὶ οὐκ ἠθέλησεν. καὶ ἐκάθισεν Ισραηλ ἐν Καδης.
    11καὶ διῆλθεν ἐν τῇ ἐρήμῳ καὶ ἐκύκλωσεν τὴν γῆν Εδωμ καὶ τὴν γῆν Μωαβ καὶ παρεγένετο κατ᾽ ἀνατολὰς ἡλίου τῆς γῆς Μωαβ καὶ παρενέβαλον ἐν τῷ πέραν Αρνων καὶ οὐκ εἰσῆλθον εἰς τὸ ὅριον Μωαβ, ὅτι Αρνων ἦν ὅριον Μωαβ.
    11καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς Σηων βασιλέα Εσεβων τὸν Αμορραῖον, καὶ εἶπεν αὐτῷ Ισραηλ Παρελεύσομαι διὰ τῆς γῆς σου ἕως τοῦ τόπου μου.
    11καὶ οὐκ ἠθέλησεν Σηων διελθεῖν τὸν Ισραηλ διὰ τῶν ὁρίων αὐτοῦ· καὶ συνήγαγεν Σηων πάντα τὸν λαὸν αὐτοῦ καὶ παρενέβαλεν εἰς Ιασσα καὶ ἐπολέμησεν μετὰ Ισραηλ.
    11καὶ παρέδωκεν κύριος ὁ θεὸς Ισραηλ τὸν Σηων καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Ισραηλ, καὶ ἐπάταξεν αὐτούς· καὶ ἐκληρονόμησεν Ισραηλ πᾶσαν τὴν γῆν τοῦ Αμορραίου τοῦ κατοικοῦντος ἐν τῇ γῇ.
    11καὶ ἐκληρονόμησεν πᾶν τὸ ὅριον τοῦ Αμορραίου ἀπὸ Αρνων καὶ ἕως τοῦ Ιαβοκ καὶ ἀπὸ τῆς ἐρήμου καὶ ἕως τοῦ Ιορδάνου.
    11καὶ νῦν κύριος ὁ θεὸς Ισραηλ ἐξῆρεν τὸν Αμορραῖον ἐκ προσώπου τοῦ λαοῦ αὐτοῦ Ισραηλ, καὶ σὺ κληρονομήσεις αὐτὸν ἐπὶ σοῦ;
    11οὐχὶ ὅσα κατεκληρονόμησέν σοι Χαμως ὁ θεός σου, αὐτὰ κληρονομήσεις; καὶ πάντα, ὅσα κατεκληρονόμησεν κύριος ὁ θεὸς ἡμῶν ἀπὸ προσώπου ἡμῶν, αὐτὰ κληρονομήσομεν.
    11καὶ νῦν μὴ κρείσσων εἶ σὺ τοῦ Βαλακ υἱοῦ Σεπφωρ βασιλέως Μωαβ; μὴ μάχῃ ἐμαχέσατο μετὰ Ισραηλ ἢ πολεμῶν ἐπολέμησεν αὐτοῖς;
    11ἐν τῷ οἴκῳ Ισραηλ ἐν Εσεβων καὶ ἐν ταῖς θυγατράσιν αὐτῆς καὶ ἐν Ιαζηρ καὶ ἐν ταῖς θυγατράσιν αὐτῆς καὶ ἐν πάσαις ταῖς πόλεσιν ταῖς παρὰ τὸν Ιορδάνην τριακόσια ἔτη τί ὅτι οὐκ ἐρρύσαντο αὐτοὺς ἐν τῷ καιρῷ ἐκείνῳ;
    11καὶ ἐγὼ οὐχ ἥμαρτόν σοι, καὶ σὺ ποιεῖς μετ᾽ ἐμοῦ πονηρίαν τοῦ πολεμῆσαι ἐν ἐμοί· κρίναι κύριος ὁ κρίνων σήμερον ἀνὰ μέσον υἱῶν Ισραηλ καὶ ἀνὰ μέσον υἱῶν Αμμων.
    11καὶ οὐκ εἰσήκουσεν βασιλεὺς υἱῶν Αμμων καὶ οὐκ εἰσήκουσεν τῶν λόγων Ιεφθαε, ὧν ἀπέστειλεν πρὸς αὐτόν.
    11Καὶ ἐγενήθη ἐπὶ Ιεφθαε πνεῦμα κυρίου, καὶ διέβη τὴν γῆν Γαλααδ καὶ τὸν Μανασση καὶ διέβη τὴν σκοπιὰν Γαλααδ καὶ ἀπὸ σκοπιᾶς Γαλααδ εἰς τὸ πέραν υἱῶν Αμμων.
    11καὶ ηὔξατο Ιεφθαε εὐχὴν τῷ κυρίῳ καὶ εἶπεν ᾿Εὰν παραδώσει παραδῷς μοι τοὺς υἱοὺς Αμμων ἐν χειρί μου,
    11καὶ ἔσται ὃς ἂν ἐξέλθῃ ἐκ τῶν θυρῶν τοῦ οἴκου μου εἰς ἀπάντησίν μου ἐν τῷ ἐπιστρέψαι με ἐν εἰρήνῃ ἀπὸ τῶν υἱῶν Αμμων, καὶ ἔσται τῷ κυρίῳ, καὶ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα.
    11καὶ διέβη Ιεφθαε πρὸς τοὺς υἱοὺς Αμμων τοῦ πολεμῆσαι πρὸς αὐτούς, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ αὐτοῦ.
    11καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Αροηρ καὶ ἕως τοῦ ἐλθεῖν εἰς Σεμωιθ εἴκοσι πόλεις ἕως Αβελ ἀμπελώνων πληγὴν μεγάλην σφόδρα, καὶ ἐνετράπησαν οἱ υἱοὶ Αμμων ἀπὸ προσώπου υἱῶν Ισραηλ.
    11Καὶ ἦλθεν Ιεφθαε εἰς Μασσηφα εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ἀπάντησιν αὐτοῦ ἐν τυμπάνοις καὶ χοροῖς· καὶ αὕτη μονογενὴς αὐτῷ ἀγαπητή, καὶ οὐκ ἔστιν αὐτῷ πλὴν αὐτῆς υἱὸς ἢ θυγάτηρ.
    11καὶ ἐγενήθη ἡνίκα εἶδεν αὐτήν, καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν Οἴμμοι, θύγατέρ μου, ἐμπεποδοστάτηκάς με, εἰς σκῶλον ἐγένου ἐν ὀφθαλμοῖς μου, ἐγὼ δὲ ἤνοιξα τὸ στόμα μου περὶ σοῦ πρὸς κύριον καὶ οὐ δυνήσομαι ἀποστρέψαι.
    11καὶ εἶπεν πρὸς αὐτόν Πάτερ μου, εἰ ἐν ἐμοὶ ἤνοιξας τὸ στόμα σου πρὸς κύριον, ποίει μοι ὃν τρόπον ἐξῆλθεν ἐκ τοῦ στόματός σου, ἀνθ᾽ ὧν ἐποίησέν σοι κύριος ἐκδικήσεις ἐκ τῶν ἐχθρῶν σου ἐκ τῶν υἱῶν Αμμων.
    11καὶ εἶπεν πρὸς τὸν πατέρα αὐτῆς Καὶ ποίησόν μοι τὸ ῥῆμα τοῦτο· ἔασόν με δύο μῆνας, καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου, καὶ ἐγὼ καὶ αἱ συνεταιρίδες μου.
    11καὶ εἶπεν Πορεύου· καὶ ἐξαπέστειλεν αὐτὴν δύο μῆνας. καὶ ἐπορεύθη, αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς, καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη.
    11καὶ ἐγένετο μετὰ τέλος δύο μηνῶν καὶ ἀνέκαμψεν πρὸς τὸν πατέρα αὐτῆς, καὶ ἐπετέλεσεν Ιεφθαε τὴν εὐχὴν αὐτοῦ, ἣν ηὔξατο· καὶ αὐτὴ οὐκ ἔγνω ἄνδρα. καὶ ἐγενήθη εἰς πρόσταγμα ἐν Ισραηλ·
    11ἐξ ἡμερῶν εἰς ἡμέρας συνεπορεύοντο αἱ θυγατέρες Ισραηλ θρηνεῖν τὴν θυγατέρα Ιεφθαε τοῦ Γαλααδίτου τέσσαρας ἡμέρας ἐν τῷ ἐνιαυτῷ.
    12Καὶ συνήχθησαν οἱ υἱοὶ Εφραιμ καὶ ἦλθον εἰς Σεφινα καὶ εἶπον πρὸς Ιεφθαε Τί ὅτι ἐπορεύθης πολεμεῖν ἐν τοῖς υἱοῖς Αμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ; τὸν οἶκόν σου ἐμπρήσομεν ἐν πυρί.
    12καὶ εἶπεν πρὸς αὐτοὺς Ιεφθαε ᾿Ανὴρ ἀντιδικῶν ἤμην ἐγὼ καὶ ὁ λαός μου, καὶ οἱ υἱοὶ Αμμων ἐταπείνουν με σφόδρα· καὶ ἐβόησα πρὸς ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν.
    12καὶ εἶδον ὅτι οὐκ ἦν ὁ σῴζων, καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ διέβην πρὸς τοὺς υἱοὺς Αμμων, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρί μου· καὶ ἵνα τί ἀνέβητε πρός με τῇ ἡμέρᾳ ταύτῃ τοῦ πολεμεῖν ἐν ἐμοί;
    12καὶ συνήθροισεν Ιεφθαε πάντας τοὺς ἄνδρας Γαλααδ καὶ ἐπολέμει τὸν Εφραιμ, καὶ ἐπάταξαν ἄνδρες Γαλααδ τὸν Εφραιμ, ὅτι εἶπαν Οἱ διασεσῳσμένοι τοῦ Εφραιμ ὑμεῖς, Γαλααδ ἐν μέσῳ Εφραιμ καὶ ἐν μέσῳ Μανασση.
    12καὶ προκατελάβοντο ἄνδρες Γαλααδ τὰς διαβάσεις τοῦ Ιορδάνου τοῦ Εφραιμ, καὶ ἐγενήθη ὅτι εἶπαν οἱ διασεσῳσμένοι τοῦ Εφραιμ Διαβῶμεν, καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλααδ Μὴ ὑμεῖς ἐκ τοῦ Εφραιμ; καὶ εἶπαν Οὔκ ἐσμεν.
    12καὶ εἶπαν αὐτοῖς Εἴπατε δὴ Σύνθημα· καὶ οὐ κατηύθυναν τοῦ λαλῆσαι οὕτως. καὶ ἐπελάβοντο αὐτῶν καὶ ἔσφαξαν αὐτοὺς ἐπὶ τὰς διαβάσεις τοῦ Ιορδάνου, καὶ ἔπεσαν ἐξ Εφραιμ ἐν τῷ καιρῷ ἐκείνῳ δύο τεσσαράκοντα χιλιάδες.
    12Καὶ ἔκρινεν Ιεφθαε τὸν Ισραηλ ἓξ ἔτη. καὶ ἀπέθανεν Ιεφθαε ὁ Γαλααδίτης καὶ ἐτάφη ἐν τῇ πόλει αὐτοῦ Γαλααδ.
    12Καὶ ἔκρινεν μετ᾽ αὐτὸν τὸν Ισραηλ Εσεβων ἐκ Βαιθλεεμ.
    12καὶ ἐγένοντο αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες ἐξαπεσταλμέναι ἔξω, καὶ τριάκοντα γυναῖκας εἰσήγαγεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν. καὶ ἔκρινεν τὸν Ισραηλ ἑπτὰ ἔτη.
    12καὶ ἀπέθανεν Εσεβων καὶ ἐτάφη ἐν Βηθλεεμ.
    12Καὶ ἔκρινεν μετ᾽ αὐτὸν τὸν Ισραηλ Αιλων ὁ Ζαβουλωνίτης. καὶ ἔκρινεν τὸν Ισραηλ δέκα ἔτη.
    12καὶ ἀπέθανεν Αιλων ὁ Ζαβουλωνίτης ἐν Αιλιμ, καὶ ἔθαψαν αὐτὸν ἐν γῇ Ζαβουλων.
    12Καὶ ἔκρινεν μετ᾽ αὐτὸν τὸν Ισραηλ Λαβδων υἱὸς Σελλημ ὁ Φρααθωνίτης.
    12καὶ ἐγένοντο αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱοὶ τῶν υἱῶν αὐτοῦ ἐπιβεβηκότες ἐπὶ ἑβδομήκοντα πώλους. καὶ ἔκρινεν τὸν Ισραηλ ὀκτὼ ἔτη.
    12καὶ ἀπέθανεν Λαβδων υἱὸς Σελλημ ὁ Φρααθωνίτης καὶ ἐτάφη ἐν Φρααθων ἐν γῇ Εφραιμ ἐν ὄρει Λανακ.
    13Καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐναντίον κυρίου, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ ἀλλοφύλων τεσσαράκοντα ἔτη.
    13Καὶ ἐγένετο ἀνὴρ ἐκ Σαραα ἐκ τῆς φυλῆς τοῦ Δαν, καὶ ὄνομα αὐτῷ Μανωε, καὶ ἡ γυνὴ αὐτοῦ στεῖρα καὶ οὐκ ἔτικτεν.
    13καὶ ὤφθη ἄγγελος κυρίου πρὸς τὴν γυναῖκα καὶ εἶπεν πρὸς αὐτήν ᾿Ιδοὺ δὴ σὺ στεῖρα καὶ οὐ τέτοκας· καὶ ἐν γαστρὶ ἕξεις καὶ τέξῃ υἱόν.
    13καὶ νῦν φύλαξαι καὶ μὴ πίῃς οἶνον καὶ σικερα καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον·
    13ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις καὶ τέξῃ υἱόν, καὶ οὐκ ἀναβήσεται σίδηρος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὅτι ἡγιασμένον ναζιραῖον ἔσται τῷ θεῷ τὸ παιδάριον ἐκ τῆς γαστρός, καὶ αὐτὸς ἄρξεται σῴζειν τὸν Ισραηλ ἐκ χειρὸς ἀλλοφύλων.
    13καὶ ἦλθεν ἡ γυνὴ καὶ εἶπεν τῷ ἀνδρὶ αὐτῆς λέγουσα ὅτι ῎Ανθρωπος τοῦ θεοῦ ἦλθεν πρός με, καὶ ἡ ὅρασις αὐτοῦ ὡς ὅρασις ἀγγέλου τοῦ θεοῦ ἐπιφανὴς σφόδρα· καὶ ἠρώτων, πόθεν ἐστίν, καὶ τὸ ὄνομα αὐτοῦ οὐκ ἀπήγγειλέν μοι.
    13καὶ εἶπέν μοι ᾿Ιδοὺ σὺ ἐν γαστρὶ ἕξεις καὶ τέξῃ υἱόν· καὶ νῦν μὴ πίῃς οἶνον καὶ σικερα καὶ μὴ φάγῃς πᾶσαν ἀκαθαρσίαν, ὅτι ναζιραῖον θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ τῆς γαστρὸς ἕως ἡμέρας θανάτου αὐτοῦ.
    13καὶ ἐδεήθη Μανωε τοῦ κυρίου καὶ εἶπεν ᾿Εν ἐμοί, κύριε, ἄνθρωπος τοῦ θεοῦ, ὃν ἀπέστειλας πρὸς ἡμᾶς, ἐλθέτω δὴ πρὸς ἡμᾶς καὶ φωτισάτω ἡμᾶς τί ποιήσωμεν τῷ παιδαρίῳ τῷ τικτομένῳ.
    13καὶ ἐπήκουσεν ὁ θεὸς τῆς φωνῆς Μανωε, καὶ παρεγένετο ὁ ἄγγελος τοῦ θεοῦ ἔτι πρὸς τὴν γυναῖκα αὐτῆς καθημένης ἐν τῷ ἀγρῷ, καὶ Μανωε ὁ ἀνὴρ αὐτῆς οὐκ ἦν μετ᾽ αὐτῆς.
    13καὶ ἐτάχυνεν ἡ γυνὴ καὶ ἐξέδραμεν καὶ ἀπήγγειλεν τῷ ἀνδρὶ αὐτῆς καὶ εἶπεν πρὸς αὐτόν ᾿Ιδοὺ ὦπταί μοι ὁ ἀνὴρ ὁ ἐλθὼν πρός με τῇ ἡμέρᾳ ἐκείνῃ.
    13καὶ ἀνέστη Μανωε καὶ ἐπορεύθη ὀπίσω τῆς γυναικὸς αὐτοῦ πρὸς τὸν ἄνδρα καὶ εἶπεν αὐτῷ Εἰ σὺ εἶ ὁ ἀνὴρ ὁ λαλήσας πρὸς τὴν γυναῖκα; καὶ εἶπεν ὁ ἄγγελος ᾿Εγώ.
    13καὶ εἶπεν Μανωε Νῦν δὴ ἐλθόντος τοῦ ῥήματός σου τί ἔσται τὸ κρίμα τοῦ παιδαρίου καὶ τὰ ἔργα αὐτοῦ;
    13καὶ εἶπεν ὁ ἄγγελος κυρίου πρὸς Μανωε ᾿Απὸ πάντων, ὧν εἶπα πρὸς τὴν γυναῖκα, φυλαξάσθω·
    13ἀπὸ πάντων, ὅσα ἐκπορεύεται ἐξ ἀμπέλου, οὐ φάγεται καὶ οἶνον καὶ σικερα μὴ πιέτω καὶ πᾶν ἀκάθαρτον μὴ φαγέτω· πάντα, ὅσα ἐνετειλάμην αὐτῇ, φυλαξάσθω.
    13καὶ εἶπεν Μανωε πρὸς τὸν ἄγγελον κυρίου Βιασώμεθα δή σε καὶ ποιήσομεν ἐνώπιόν σου ἔριφον αἰγῶν.
    13καὶ εἶπεν ὁ ἄγγελος κυρίου πρὸς Μανωε ᾿Εὰν βιάσῃ με, οὐ φάγομαι τῶν ἄρτων σου, καὶ ἐὰν ποιήσῃς ὁλοκαύτωμα, κυρίῳ ἀνοίσεις αὐτό· ὅτι οὐκ ἔγνω Μανωε ὅτι ἄγγελος κυρίου ἐστίν.
    13καὶ εἶπεν Μανωε πρὸς τὸν ἄγγελον κυρίου Τί ὄνομά σοι, ἵνα, ὅταν ἔλθῃ τὸ ῥῆμά σου, δοξάσωμέν σε;
    13καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος κυρίου ῞Ινα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ αὐτό ἐστιν θαυμαστόν.
    13καὶ ἔλαβεν Μανωε τὸν ἔριφον τῶν αἰγῶν καὶ τὴν θυσίαν καὶ ἀνήνεγκεν ἐπὶ τὴν πέτραν τῷ κυρίῳ, τῷ θαυμαστὰ ποιοῦντι κυρίῳ· καὶ Μανωε καὶ ἡ γυνὴ αὐτοῦ ἐθεώρουν.
    13καὶ ἐγένετο ἐν τῷ ἀναβῆναι τὴν φλόγα ἐπάνωθεν τοῦ θυσιαστηρίου εἰς τὸν οὐρανὸν καὶ ἀνέβη ὁ ἄγγελος κυρίου ἐν τῇ φλογί, καὶ Μανωε καὶ ἡ γυνὴ αὐτοῦ ἐθεώρουν καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν ἐπὶ τὴν γῆν.
    13καὶ οὐ προσέθηκεν ἔτι ὁ ἄγγελος κυρίου ὀφθῆναι πρὸς Μανωε καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ· τότε ἔγνω Μανωε ὅτι ἄγγελος κυρίου ἐστίν.
    13καὶ εἶπεν Μανωε πρὸς τὴν γυναῖκα αὐτοῦ Θανάτῳ ἀποθανούμεθα, ὅτι θεὸν ἑωράκαμεν.
    13καὶ εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ Εἰ ἐβούλετο κύριος θανατῶσαι ἡμᾶς, οὐκ ἂν ἐδέξατο ἐκ τῶν χειρῶν ἡμῶν ὁλοκαύτωμα καὶ θυσίαν καὶ οὐκ ἂν ἐφώτισεν ἡμᾶς πάντα ταῦτα καὶ οὐκ ἂν ἀκουστὰ ἐποίησεν ἡμῖν ταῦτα.
    13Καὶ ἔτεκεν ἡ γυνὴ υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαμψων· καὶ ηὐλόγησεν αὐτὸν κύριος, καὶ ηὐξήθη τὸ παιδάριον.
    13καὶ ἤρξατο πνεῦμα κυρίου συμπορεύεσθαι αὐτῷ ἐν παρεμβολῇ Δαν ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσθαολ.
    14Καὶ κατέβη Σαμψων εἰς Θαμναθα καὶ εἶδεν γυναῖκα ἐν Θαμναθα ἐκ τῶν θυγατέρων τῶν ἀλλοφύλων καὶ ἤρεσεν ἐνώπιον αὐτοῦ.
    14καὶ ἀνέβη καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ καὶ εἶπεν Γυναῖκα ἑώρακα ἐν Θαμναθα ἀπὸ τῶν θυγατέρων τῶν ἀλλοφύλων, καὶ νῦν λάβετέ μοι αὐτὴν εἰς γυναῖκα.
    14καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ Μὴ οὐκ ἔστιν ἀπὸ τῶν θυγατέρων τῶν ἀδελφῶν σου καὶ ἐν παντὶ τῷ λαῷ μου γυνή, ὅτι σὺ πορεύῃ λαβεῖν γυναῖκα ἐκ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων; καὶ εἶπεν Σαμψων πρὸς τὸν πατέρα αὐτοῦ Ταύτην λαβέ μοι, ὅτι ἤρεσεν ἐν ὀφθαλμοῖς μου.
    14καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν ὅτι παρὰ κυρίου ἐστίν, ὅτι ἀνταπόδομα αὐτὸς ἐκζητεῖ ἐκ τῶν ἀλλοφύλων· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀλλόφυλοι ἐκυρίευον τῶν υἱῶν Ισραηλ.
    14καὶ κατέβη Σαμψων καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ εἰς Θαμναθα. καὶ ἐξέκλινεν εἰς ἀμπελῶνα Θαμναθα, καὶ ἰδοὺ σκύμνος λεόντων ὠρυόμενος εἰς ἀπάντησιν αὐτοῦ·
    14καὶ κατηύθυνεν ἐπ᾽ αὐτὸν πνεύμα κυρίου, καὶ διέσπασεν αὐτόν, ὡσεὶ διασπάσαι ἔριφον αἰγῶν, καὶ οὐδὲν ἦν ἐν τῇ χειρὶ αὐτοῦ. καὶ οὐκ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ οὐδὲ τῇ μητρὶ ἃ ἐποίησεν.
    14καὶ κατέβησαν καὶ ἐλάλησαν τῇ γυναικί, καὶ ἤρεσεν ἐνώπιον Σαμψων.
    14καὶ ἐπέστρεψεν μεθ᾽ ἡμέρας λαβεῖν αὐτὴν καὶ ἐξέκλινεν ἰδεῖν τὸ πτῶμα τοῦ λέοντος, καὶ ἰδοὺ συστροφὴ μελισσῶν ἐν τῷ στόματι τοῦ λέοντος καὶ μέλι ἦν.
    14καὶ ἐξεῖλεν αὐτὸ εἰς τὸ στόμα αὐτοῦ καὶ ἐπορεύθη πορευόμενος καὶ ἔσθων· καὶ ἐπορεύθη πρὸς τὸν πατέρα αὐτοῦ καὶ πρὸς τὴν μητέρα αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς, καὶ ἔφαγον· καὶ οὐκ ἀπήγγειλεν αὐτοῖς ὅτι ἐκ τῆς ἕξεως τοῦ λέοντος ἐξεῖλεν τὸ μέλι.
    14καὶ κατέβη ὁ πατὴρ αὐτοῦ πρὸς τὴν γυναῖκα· καὶ ἐποίησεν ἐκεῖ Σαμψων πότον ἡμέρας ἑπτά, ὅτι οὕτως ἐποίουν οἱ νεανίσκοι.
    14καὶ ἐγένετο ἐν τῷ φοβεῖσθαι αὐτοὺς αὐτὸν προσκατέστησαν αὐτῷ ἑταίρους τριάκοντα, καὶ ἦσαν μετ᾽ αὐτοῦ.
    14καὶ εἶπεν αὐτοῖς Σαμψων Προβαλῶ ὑμῖν πρόβλημα, καὶ ἐὰν ἀπαγγείλητέ μοι τὸ πρόβλημα ἐν ταῖς ἑπτὰ ἡμέραις τοῦ πότου, δώσω ὑμῖν τριάκοντα σινδόνας καὶ τριάκοντα στολάς·
    14καὶ ἐὰν μὴ δυνασθῆτε ἀπαγγεῖλαί μοι, καὶ δώσετε ὑμεῖς ἐμοὶ τριάκοντα σινδόνας καὶ τριάκοντα στολὰς ἱματίων. καὶ εἶπαν αὐτῷ Προβαλοῦ τὸ πρόβλημά σου, καὶ ἀκουσόμεθα αὐτοῦ.
    14καὶ εἶπεν αὐτοῖς ᾿Εκ τοῦ ἔσθοντος ἐξῆλθεν βρῶσις, καὶ ἐξ ἰσχυροῦ ἐξῆλθεν γλυκύ. καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι τὸ πρόβλημα ἐπὶ τρεῖς ἡμέρας.
    14καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἶπαν τῇ γυναικὶ Σαμψων ᾿Απάτησον δὴ τὸν ἄνδρα σου καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα, μήποτε ἐμπυρίσωμέν σε καὶ τὸν οἶκον τοῦ πατρός σου ἐν πυρί· ἦ πτωχεῦσαι ἐκαλέσατε ἡμᾶς;
    14καὶ ἔκλαυσεν ἡ γυνὴ Σαμψων ἐπ᾽ αὐτὸν καὶ εἶπεν αὐτῷ Μεμίσηκάς με καὶ οὐκ ἠγάπηκάς με, ὅτι τὸ πρόβλημα, ὃ προεβάλου τοῖς υἱοῖς τοῦ λαοῦ μου, κἀμοὶ οὐκ ἀπήγγειλας αὐτό. καὶ εἶπεν αὐτῇ Σαμψων ᾿Ιδοὺ τῷ πατρί μου καὶ τῇ μητρί μου οὐκ ἀπήγγειλα αὐτό, καὶ σοὶ ἀπαγγελῶ;
    14καὶ ἔκλαυσεν ἐπ᾽ αὐτὸν ἐπὶ τὰς ἑπτὰ ἡμέρας, ἐν αἷς ἦν ἐν αὐταῖς ὁ πότος· καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπήγγειλεν αὐτῇ, ὅτι παρηνώχλησεν αὐτόν· καὶ αὐτὴ ἀπήγγειλεν τοῖς υἱοῖς τοῦ λαοῦ αὐτῆς.
    14καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὶν δῦναι τὸν ἥλιον Τί γλυκύτερον μέλιτος, καὶ τί ἰσχυρότερον λέοντος; καὶ εἶπεν αὐτοῖς Σαμψων Εἰ μὴ κατεδαμάσατέ μου τὴν δάμαλιν, οὐκ ἂν εὕρετε τὸ πρόβλημά μου.
    14καὶ κατεύθυνεν ἐπ᾽ αὐτὸν πνεῦμα κυρίου, καὶ κατέβη εἰς ᾿Ασκαλῶνα καὶ ἔπαισεν ἐκεῖθεν τριάκοντα ἄνδρας καὶ ἔλαβεν τὰς στολὰς αὐτῶν καὶ ἔδωκεν τοῖς ἀπαγγείλασιν τὸ πρόβλημα. καὶ ἐθυμώθη ὀργῇ Σαμψων καὶ ἀνέβη εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ.
    14καὶ συνῴκησεν ἡ γυνὴ Σαμψων τῷ νυμφαγωγῷ αὐτοῦ, ὃς ἦν ἑταῖρος αὐτοῦ.
    15Καὶ ἐγένετο μεθ᾽ ἡμέρας ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐπεσκέψατο Σαμψων τὴν γυναῖκα αὐτοῦ φέρων ἔριφον αἰγῶν καὶ εἶπεν Εἰσελεύσομαι πρὸς τὴν γυναῖκά μου εἰς τὸν κοιτῶνα· καὶ οὐκ ἀφῆκεν αὐτὸν ὁ πατὴρ αὐτῆς εἰσελθεῖν πρὸς αὐτήν.
    15καὶ εἶπεν ὁ πατὴρ αὐτῆς Εἴπας εἶπα ὅτι μισῶν ἐμίσησας αὐτήν, καὶ ἔδωκα αὐτὴν τῷ συνεταίρῳ σου· οὐκ ἰδοὺ ἡ ἀδελφὴ αὐτῆς ἡ νεωτέρα κρείσσων αὐτῆς ἐστιν; ἔστω δή σοι ἀντὶ αὐτῆς.
    15καὶ εἶπεν αὐτῷ Σαμψων ᾿Αθῷός εἰμι τὸ ἅπαξ ἀπὸ τῶν ἀλλοφύλων, ὅτι ἐγὼ ποιῶ μεθ᾽ ὑμῶν κακά.
    15καὶ ἐπορεύθη Σαμψων καὶ συνέλαβεν τριακοσίας ἀλώπεκας καὶ ἔλαβεν λαμπάδας καὶ συνέδησεν κέρκον πρὸς κέρκον καὶ ἔθηκεν λαμπάδα μίαν ἀνὰ μέσον τῶν δύο κέρκων ἐν τῷ μέσῳ·
    15καὶ ἐξῆψεν πῦρ ἐν ταῖς λαμπάσιν καὶ ἐξαπέστειλεν εἰς τὰ δράγματα τῶν ἀλλοφύλων καὶ ἐνεπύρισεν τοὺς στάχυας καὶ τὰ προτεθερισμένα ἀπὸ στοιβῆς καὶ ἕως ἑστῶτος καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας.
    15καὶ εἶπαν οἱ ἀλλόφυλοι Τίς ἐποίησεν ταῦτα; καὶ εἶπαν Σαμψων ὁ γαμβρὸς τοῦ Θαμναθαίου, ὅτι ἔλαβεν τὴν γυναῖκα αὐτοῦ καὶ ἔδωκεν αὐτὴν τῷ συνεταίρῳ αὐτοῦ· καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ ἐνεπύρισαν τὴν οἰκίαν τοῦ πατρὸς αὐτῆς καὶ αὐτὴν καὶ τὸν πατέρα αὐτῆς ἐν πυρί.
    15καὶ εἶπεν αὐτοῖς Σαμψων ᾿Εὰν ποιήσητε οὕτως, οὐκ εὐδοκήσω, ἀλλὰ τὴν ἐκδίκησίν μου ἐξ ἑνὸς καὶ ἑκάστου ὑμῶν ποιήσομαι.
    15καὶ ἐπάταξεν αὐτοὺς ἐπὶ μηρὸν πληγὴν μεγάλην· καὶ κατέβη καὶ κατῴκει παρὰ τῷ χειμάρρῳ ἐν τῷ σπηλαίῳ Ηταμ.
    15Καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ παρενεβάλοσαν ἐπὶ τὸν Ιουδαν καὶ ἐξερρίφησαν ἐν Λεχι.
    15καὶ εἶπαν αὐτοῖς πᾶς ἀνὴρ Ιουδα ῞Ινα τί ἀνέβητε ἐφ᾽ ἡμᾶς; καὶ εἶπαν οἱ ἀλλόφυλοι Δῆσαι τὸν Σαμψων καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν.
    15καὶ κατέβησαν τρεῖς χιλιάδες ἀνδρῶν ἐξ Ιουδα ἐπὶ τὴν ὀπὴν τῆς πέτρας Ηταμ καὶ εἶπαν πρὸς Σαμψων Οὐκ οἶδας ὅτι ἄρχουσιν ἡμῶν οἱ ἀλλόφυλοι, καὶ ἵνα τί ταῦτα ἐποίησας ἡμῖν; καὶ εἶπεν αὐτοῖς Σαμψων Καθὼς ἐποίησαν ἡμῖν, οὕτως ἐποίησα αὐτοῖς.
    15καὶ εἶπαν αὐτῷ Τοῦ δῆσαί σε κατέβημεν καὶ παραδοῦναί σε εἰς χεῖρας ἀλλοφύλων. καὶ εἶπεν αὐτοῖς Σαμψων ᾿Ομόσατέ μοι μὴ ἀποκτεῖναί με ὑμεῖς καὶ παράδοτέ με αὐτοῖς, μήποτε ἀπαντήσητε ὑμεῖς ἐν ἐμοί.
    15καὶ ὤμοσαν αὐτῷ λέγοντες Οὐχί, ἀλλὰ δεσμῷ δήσομέν σε καὶ παραδώσομέν σε εἰς χεῖρας αὐτῶν, θανάτῳ δὲ οὐ θανατώσομέν σε· καὶ ἔδησαν αὐτὸν δύο καλωδίοις καινοῖς καὶ ἀνήγαγον αὐτὸν ἐκ τῆς πέτρας.
    15καὶ αὐτὸς ἦλθεν ἕως Σιαγόνος· καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν εἰς ἀπάντησιν αὐτοῦ καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ· καὶ κατηύθυνεν ἐπ᾽ αὐτὸν πνεῦμα κυρίου, καὶ ἐγένοντο τὰ καλώδια τὰ ἐν τοῖς βραχίοσιν αὐτοῦ ὡσεὶ στιππύον, ἡνίκα ἂν ὀσφρανθῇ πυρός, καὶ διελύθησαν οἱ δεσμοὶ ἀπὸ τῶν βραχιόνων αὐτοῦ.
    15καὶ εὗρεν σιαγόνα ὄνου ἐρριμμένην ἐν τῇ ὁδῷ καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτὴν καὶ ἐπάταξεν ἐν αὐτῇ χιλίους ἄνδρας.
    15καὶ εἶπεν Σαμψων ᾿Εν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς, ὅτι ἐν σιαγόνι ὄνου ἐπάταξα χιλίους ἄνδρας.
    15καὶ ἐγένετο ἡνίκα συνετέλεσεν λαλῶν, καὶ ἔρριψεν τὴν σιαγόνα ἀπὸ τῆς χειρὸς αὐτοῦ· καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον ᾿Αναίρεσις σιαγόνος.
    15καὶ ἐδίψησεν σφόδρα· καὶ ἐβόησεν πρὸς κύριον καὶ εἶπεν Σὺ ἔδωκας ἐν χειρὶ τοῦ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην, καὶ νῦν ἀποθανοῦμαι ἐν δίψει καὶ ἐμπεσοῦμαι ἐν χειρὶ τῶν ἀπεριτμήτων.
    15καὶ ἤνοιξεν ὁ θεὸς τὸ τραῦμα τῆς σιαγόνος, καὶ ἐξῆλθεν ἐξ αὐτοῦ ὕδατα, καὶ ἔπιεν, καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, καὶ ἀνέψυξεν. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Πηγὴ ἐπίκλητος σιαγόνος ἕως τῆς ἡμέρας ταύτης.?
    15καὶ ἔκρινεν τὸν Ισραηλ ἐν ἡμέραις ἀλλοφύλων ἔτη εἴκοσι.
    16Καὶ ἐπορεύθη Σαμψων ἐκεῖθεν εἰς Γάζαν· καὶ εἶδεν ἐκεῖ γυναῖκα πόρνην καὶ εἰσῆλθεν πρὸς αὐτήν.
    16καὶ ἀπηγγέλη τοῖς Γαζαίοις λέγοντες ῞Ηκει Σαμψων ἐνταῦθα. καὶ ἐκύκλωσαν καὶ ἐνήδρευσαν αὐτὸν ὅλην τὴν νύκτα ἐπὶ τῆς πύλης τῆς πόλεως καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα λέγοντες ῞Εως φωτὸς πρωὶ μείνωμεν καὶ ἀποκτείνωμεν αὐτόν.
    16καὶ ἐκοιμήθη Σαμψων ἕως τοῦ μεσονυκτίου· καὶ ἀνέστη περὶ τὸ μεσονύκτιον καὶ ἐπελάβετο τῶν θυρῶν τῆς πύλης τῆς πόλεως καὶ τῶν δύο σταθμῶν καὶ ἀνεβάστασεν αὐτὰς σὺν τῷ μοχλῷ καὶ ἐπέθηκεν ἐπὶ τῷ ὤμῳ αὐτοῦ καὶ ἀνήνεγκεν αὐτὰ ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, ὅ ἐστιν ἐπὶ πρόσωπον Χεβρων, καὶ ἔθηκεν αὐτὰ ἐκεῖ.
    16Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠγάπησεν γυναῖκα ἐπὶ τοῦ χειμάρρου Σωρηχ, καὶ ὄνομα αὐτῇ Δαλιλα.
    16καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ σατράπαι τῶν ἀλλοφύλων καὶ εἶπαν αὐτῇ ᾿Απάτησον αὐτὸν καὶ ἰδὲ ἐν τίνι ἡ ἰσχὺς αὐτοῦ ἐστιν ἡ μεγάλη καὶ ἐν τίνι δυνησόμεθα πρὸς αὐτὸν καὶ δήσομεν αὐτὸν ὥστε ταπεινῶσαι αὐτόν, καὶ ἡμεῖς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου.
    16καὶ εἶπεν Δαλιλα πρὸς Σαμψων ᾿Ανάγγειλόν μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη καὶ ἐν τίνι δεθήσῃ τοῦ ταπεινωθῆναί σε.
    16καὶ εἶπεν πρὸς αὐτὴν Σαμψων ᾿Εὰν δήσωσίν με ἐν ἑπτὰ νευραῖς ὑγραῖς μὴ ἠρημωμέναις, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων.
    16καὶ ἀνήνεγκαν αὐτῇ οἱ σατράπαι τῶν ἀλλοφύλων ἑπτὰ νευρὰς ὑγρὰς μὴ ἠρημωμένας, καὶ ἔδησεν αὐτὸν ἐν αὐταῖς·
    16καὶ τὸ ἔνεδρον αὐτοῦ ἐκάθητο ἐν τῷ ταμιείῳ· καὶ εἶπεν πρὸς αὐτόν ᾿Αλλόφυλοι ἐπὶ σέ, Σαμψων· καὶ διέρρηξεν τὰς νευράς, ὃν τρόπον διασπᾶται κλῶσμα τοῦ ἀποτινάγματος ἐν τῷ ὀσφρανθῆναι πυρός· καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ.
    16καὶ εἶπεν Δαλιλα πρὸς Σαμψων ᾿Ιδοὺ παρελογίσω με καὶ ἐλάλησας πρός με ψευδῆ· νῦν οὖν ἀνάγγειλον δή μοι ἐν τίνι δεθήσῃ.
    16καὶ εἶπεν πρὸς αὐτήν ᾿Εὰν δεσμῷ δήσωσίν με ἐν ἑπτὰ καλωδίοις καινοῖς, ἐν οἷς οὐκ ἐγενήθη ἔργον, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων.
    16καὶ ἔλαβεν αὐτῷ Δαλιλα καλώδια καινὰ καὶ ἔδησεν αὐτὸν ἐν αὐτοῖς καὶ εἶπεν πρὸς αὐτόν Οἱ ἀλλόφυλοι ἐπὶ σέ, Σαμψων· καὶ τὸ ἔνεδρον ἐκάθητο ἐν τῷ ταμιείῳ· καὶ διέσπασεν αὐτὰ ἀπὸ τῶν βραχιόνων αὐτοῦ ὡς ῥάμμα.
    16καὶ εἶπεν Δαλιλα πρὸς Σαμψων ῞Εως νῦν παρελογίσω με καὶ ἐλάλησας πρός με ψευδῆ· ἀνάγγειλον δή μοι ἐν τίνι δεθήσῃ. καὶ εἶπεν πρὸς αὐτήν ᾿Εὰν ὑφάνῃς τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς μου μετὰ τοῦ διάσματος καὶ ἐγκρούσῃς ἐν τῷ πασσάλῳ εἰς τὸν τοῖχον, καὶ ἔσομαι ἀσθενὴς ὡς εἷς τῶν ἀνθρώπων.
    16καὶ ἐκοίμισεν αὐτὸν Δαλιλα καὶ ἐδιάσατο τοὺς ἑπτὰ βοστρύχους τῆς κεφαλῆς αὐτοῦ μετὰ τῆς ἐκτάσεως καὶ κατέκρουσεν ἐν τοῖς πασσάλοις εἰς τὸν τοῖχον καὶ εἶπεν πρὸς αὐτόν Οἱ ἀλλόφυλοι ἐπὶ σέ, Σαμψων· καὶ ἐξηγέρθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ ἐξέσπασεν τοὺς πασσάλους σὺν τῷ ὑφάσματι ἐκ τοῦ τοίχου καὶ τὸ δίασμα, καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ.
    16καὶ εἶπεν πρὸς αὐτὸν Δαλιλα Πῶς ἐρεῖς ᾿Ηγάπηκά σε, καὶ ἡ καρδία σου οὐκ ἔστιν μετ᾽ ἐμοῦ; τοῦτο τρίτον παρελογίσω με καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη.
    16καὶ ἐγένετο ὅτε κατειργάσατο αὐτὸν τοῖς λόγοις αὐτῆς ὅλην τὴν νύκτα καὶ παρηνώχλησεν αὐτόν, καὶ ὠλιγοψύχησεν ἕως εἰς θάνατον·
    16καὶ ἀπήγγειλεν αὐτῇ πάντα τὰ ἀπὸ καρδίας αὐτοῦ καὶ εἶπεν αὐτῇ Ξυρὸν οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλήν μου, ὅτι ναζιραῖος θεοῦ ἐγώ εἰμι ἐκ κοιλίας μητρός μου, καὶ ἐὰν ξυρήσωμαι, ἀποστήσεται ἀπ᾽ ἐμοῦ ἡ ἰσχύς μου, καὶ ἀσθενήσω καὶ ἔσομαι κατὰ πάντας τοὺς ἀνθρώπους.
    16καὶ εἶδεν Δαλιλα ὅτι ἀνήγγειλεν αὐτῇ πάντα τὰ ἀπὸ καρδίας αὐτοῦ, καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν πάντας τοὺς σατράπας τῶν ἀλλοφύλων λέγουσα ᾿Ανάβητε τὸ ἅπαξ, ὅτι ἀνήγγειλέν μοι πᾶσαν τὴν καρδίαν αὐτοῦ· καὶ ἀνέβησαν πρὸς αὐτὴν πᾶσαι αἱ σατραπίαι τῶν ἀλλοφύλων καὶ ἤνεγκαν τὸ ἀργύριον ἐν ταῖς χερσὶν αὐτῶν.
    16καὶ ἐκοίμισεν αὐτὸν ἀνὰ μέσον τῶν γονάτων αὐτῆς· καὶ ἐκάλεσεν τὸν κουρέα, καὶ ἐξύρησεν τοὺς ἑπτὰ βοστρύχους τῆς κεφαλῆς αὐτοῦ· καὶ ἤρξατο ταπεινοῦσθαι, καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ᾽ αὐτοῦ.
    16καὶ εἶπεν αὐτῷ Δαλιλα Οἱ ἀλλόφυλοι ἐπὶ σέ, Σαμψων. καὶ ἐξηγέρθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν ᾿Εξελεύσομαι καὶ ποιήσω καθὼς ἀεὶ καὶ ἀποτινάξομαι· καὶ αὐτὸς οὐκ ἔγνω ὅτι κύριος ἀπέστη ἀπ᾽ αὐτοῦ.
    16καὶ ἐπελάβοντο αὐτοῦ οἱ ἀλλόφυλοι καὶ ἐξώρυξαν τοὺς ὀφθαλμοὺς αὐτοῦ· καὶ κατήγαγον αὐτὸν εἰς Γάζαν καὶ ἔδησαν αὐτὸν ἐν πέδαις χαλκαῖς, καὶ ἦν ἀλήθων ἐν οἴκῳ τῆς φυλακῆς.
    16Καὶ ἤρξατο ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ἀνατεῖλαι, ἡνίκα ἐξυρήθη.
    16καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων συνήχθησαν τοῦ θῦσαι θυσίαν μεγάλην Δαγων τῷ θεῷ αὐτῶν καὶ τοῦ εὐφρανθῆναι καὶ εἶπαν Παρέδωκεν ὁ θεὸς ἡμῶν ἐν χειρὶ ἡμῶν Σαμψων τὸν ἐχθρὸν ἡμῶν.
    16καὶ εἶδεν αὐτὸν ὁ λαὸς καὶ ᾔνεσαν τοὺς θεοὺς αὐτῶν καὶ εἶπαν Παρέδωκεν ὁ θεὸς ἡμῶν τὸν ἐχθρὸν ἡμῶν ἐν χειρὶ ἡμῶν καὶ τὸν ἐξερημοῦντα τὴν γῆν ἡμῶν, ὅστις ἐπλήθυνεν τοὺς τραυματίας ἡμῶν.
    16καὶ ἐγένετο ὅτε ἠγαθύνθη ἡ καρδία αὐτῶν, καὶ εἶπαν Καλέσατε τὸν Σαμψων ἐξ οἴκου φυλακῆς, καὶ παιξάτω ἐνώπιον ἡμῶν. καὶ ἐκάλεσαν τὸν Σαμψων ἐξ οἴκου τῆς φυλακῆς καὶ ἐνέπαιζον αὐτῷ καὶ ἔστησαν αὐτὸν ἀνὰ μέσον τῶν δύο στύλων.
    16καὶ εἶπεν Σαμψων πρὸς τὸ παιδάριον τὸν χειραγωγοῦντα αὐτόν ᾿Επανάπαυσόν με δὴ καὶ ποίησον ψηλαφῆσαί με ἐπὶ τοὺς στύλους, ἐφ᾽ ὧν ὁ οἶκος ἐπεστήρικται ἐπ᾽ αὐτῶν, καὶ ἐπιστηρίσομαι ἐπ᾽ αὐτούς· ὁ δὲ παῖς ἐποίησεν οὕτως.
    16ὁ δὲ οἶκος ἦν πλήρης ἀνδρῶν καὶ γυναικῶν, καὶ ἐκεῖ πάντες οἱ σατράπαι τῶν ἀλλοφύλων, καὶ ἐπὶ τοῦ δώματος ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ γυναῖκες ἐμβλέποντες ἐμπαιζόμενον τὸν Σαμψων.
    16καὶ ἐβόησεν Σαμψων πρὸς κύριον καὶ εἶπεν Κύριε κύριε, μνήσθητί μου καὶ ἐνίσχυσόν με δὴ πλὴν ἔτι τὸ ἅπαξ τοῦτο, καὶ ἐκδικήσω ἐκδίκησιν μίαν ἀντὶ τῶν δύο ὀφθαλμῶν μου ἐκ τῶν ἀλλοφύλων.
    16καὶ περιέλαβεν Σαμψων τοὺς δύο στύλους τοὺς μέσους, ἐφ᾽ ὧν ὁ οἶκος ἐπεστήρικτο ἐπ᾽ αὐτῶν, καὶ ἐπεστηρίσατο ἐπ᾽ αὐτοῖς, ἕνα ἐν τῇ δεξιᾷ αὐτοῦ καὶ ἕνα ἐν τῇ ἀριστερᾷ αὐτοῦ.
    16καὶ εἶπεν Σαμψων ᾿Αποθανέτω ἡ ψυχή μου μετὰ τῶν ἀλλοφύλων· καὶ ἔκλινεν ἐν ἰσχύι, καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς σατράπας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ· καὶ ἐγένοντο οἱ τεθνηκότες, οὓς ἐθανάτωσεν Σαμψων ἐν τῷ θανάτῳ αὐτοῦ, πλείους ὑπὲρ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ.
    16καὶ κατέβησαν οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶς ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀνέβησαν καὶ ἔθαψαν αὐτὸν ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσθαολ ἐν τῷ τάφῳ Μανωε τοῦ πατρὸς αὐτοῦ. καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη.
    17Καὶ ἐγένετο ἀνὴρ ἐξ ὄρους Εφραιμ, καὶ ὄνομα αὐτῷ Μιχα.
    17καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ Χιλίους καὶ ἑκατὸν ἀργυρίου τοὺς λημφθέντας σοι καὶ ἐξώρκισας καὶ εἶπας ἐν τοῖς ὠσίν μου, ἰδοὺ τὸ ἀργύριον παρ᾽ ἐμοί, ἐγὼ ἔλαβον αὐτό. καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ Εὐλογημένος ὁ υἱός μου τῷ κυρίῳ.
    17καὶ ἀπέδωκεν τοὺς χιλίους καὶ ἑκατὸν τοῦ ἀργυρίου τῇ μητρὶ αὐτοῦ, καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ ῾Αγιασμῷ ἡγίασα τὸ ἀργύριον τῷ κυρίῳ ἐκ τῆς χειρός μου κατὰ μόνας τοῦ ποιῆσαι γλυπτὸν καὶ χωνευτόν, καὶ νῦν ἐπιστρέψω αὐτά σοι καὶ ἀποδώσω σοι αὐτό.
    17καὶ ἀπέδωκεν τὸ ἀργύριον τῇ μητρὶ αὐτοῦ· καὶ ἔλαβεν ἡ μήτηρ αὐτοῦ διακοσίους τοῦ ἀργυρίου καὶ ἔδωκεν αὐτὸ τῷ χωνευτῇ, καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν, καὶ ἐγένετο ἐν τῷ οἴκῳ Μιχα.
    17καὶ ὁ ἀνὴρ Μιχα, αὐτῷ οἶκος θεοῦ· καὶ ἐποίησεν εφουδ καὶ θεραφιν καὶ ἐνέπλησεν τὴν χεῖρα ἑνὸς τῶν υἱῶν αὐτοῦ, καὶ ἐγενήθη αὐτῷ εἰς ἱερέα.?
    17ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ· ἀνὴρ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει.
    17Καὶ ἐγένετο παιδάριον ἐκ Βηθλεεμ δήμου Ιουδα ἐκ τῆς συγγενείας Ιουδα, καὶ αὐτὸς Λευίτης, καὶ αὐτὸς παρῴκει ἐκεῖ.
    17καὶ ἐπορεύθη ὁ ἀνὴρ ἐκ τῆς πόλεως Ιουδα ἐκ Βηθλεεμ παροικεῖν οὗ ἐὰν εὕρῃ, καὶ ἐγενήθη εἰς ὄρος Εφραιμ ἕως οἴκου Μιχα τοῦ ποιῆσαι τὴν ὁδὸν αὐτοῦ.
    17καὶ εἶπεν αὐτῷ Μιχα Πόθεν ἔρχῃ; καὶ εἶπεν πρὸς αὐτόν Λευίτης ἐγώ εἰμι ἐκ Βηθλεεμ Ιουδα, καὶ ἐγὼ πορεύομαι παροικεῖν οὗ ἐὰν εὕρω.
    17καὶ εἶπεν αὐτῷ Μιχα Κάθου μετ᾽ ἐμοῦ καὶ γενοῦ μοι εἰς πατέρα καὶ εἰς ἱερέα, καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέρας καὶ ζεῦγος ἱματίων καὶ τὰ πρὸς τὸ ζῆν σου. καὶ ἐπορεύθη ὁ Λευίτης
    17καὶ ἤρξατο παροικεῖν παρὰ τῷ ἀνδρί, καὶ ἐγενήθη αὐτῷ τὸ παιδάριον ὡς εἷς τῶν υἱῶν αὐτοῦ.
    17καὶ ἐνέπλησεν Μιχα τὴν χεῖρα τοῦ Λευίτου, καὶ ἐγενήθη αὐτῷ τὸ παιδάριον εἰς ἱερέα καὶ ἦν ἐν τῷ οἴκῳ Μιχα.
    17καὶ εἶπεν Μιχα Νῦν ἔγνων ὅτι ἠγαθοποίησέν με κύριος, ὅτι ἐγενήθη μοι ὁ Λευίτης εἰς ἱερέα.
    18᾿Εν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἐζήτει ἡ φυλὴ τοῦ Δαν ἑαυτῇ κληρονομίαν τοῦ κατοικεῖν, ὅτι οὐκ ἔπεσεν αὐτῇ ἕως τῶν ἡμερῶν ἐκείνων ἐν μέσῳ φυλῶν Ισραηλ κληρονομία.
    18καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Δαν ἐκ τῶν συγγενειῶν αὐτῶν πέντε ἄνδρας ἀπὸ μέρους αὐτῶν υἱοὺς δυνάμεως ἐκ Σαραα καὶ Εσθαολ τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτὴν καὶ εἶπαν πρὸς αὐτούς Πορεύεσθε καὶ ἐξεραυνήσατε τὴν γῆν. καὶ παρεγένοντο εἰς ὄρος Εφραιμ ἕως οἴκου Μιχα καὶ κατέπαυσαν ἐκεῖ.
    18αὐτῶν ὄντων παρὰ τῷ οἴκῳ Μιχα καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ παιδαρίου τοῦ νεωτέρου τοῦ Λευίτου καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἶπαν αὐτῷ Τίς ἤγαγέν σε ὧδε, καὶ τί ποιεῖς ἐνταῦθα, καὶ τί σοί ἐστιν ὧδε;
    18καὶ εἶπεν πρὸς αὐτούς Οὕτως καὶ οὕτως ἐποίησέν μοι Μιχα καὶ ἐμισθώσατό με, καὶ ἐγενήθην αὐτῷ εἰς ἱερέα.
    18καὶ εἶπαν αὐτῷ ᾿Επερώτησον δὴ ἐν τῷ θεῷ, καὶ γνωσόμεθα εἰ κατευοδοῖ ἡ ὁδὸς ἡμῶν, ἣν ἡμεῖς πορευόμεθα ἐπ᾽ αὐτήν.
    18καὶ εἶπεν αὐτοῖς ὁ ἱερεύς Πορεύεσθε εἰς εἰρήνην· ἐνώπιον κυρίου ἡ ὁδὸς ὑμῶν, καθ᾽ ἣν ὑμεῖς πορεύεσθε ἐν αὐτῇ.
    18καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ παρεγένοντο εἰς Λαισα· καὶ εἶδον τὸν λαὸν τὸν κατοικοῦντα ἐν αὐτῇ καθήμενον ἐν ἐλπίδι κατὰ τὴν σύγκρισιν τῶν Σιδωνίων, ἡσυχάζοντας ἐν ἐλπίδι καὶ μὴ δυναμένους λαλῆσαι ῥῆμα, ὅτι μακράν εἰσιν ἀπὸ Σιδῶνος, καὶ λόγος οὐκ ἦν αὐτοῖς μετὰ Συρίας.
    18καὶ παρεγένοντο οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰς Σαραα καὶ Εσθαολ, καὶ ἔλεγον αὐτοῖς οἱ ἀδελφοὶ αὐτῶν Τί ὑμεῖς κάθησθε;
    18καὶ εἶπαν ᾿Ανάστητε καὶ ἀναβῶμεν ἐπ᾽ αὐτούς· ὅτι εἰσήλθαμεν καὶ ἐνεπεριεπατήσαμεν ἐν τῇ γῇ ἕως Λαισα καὶ εἴδομεν τὸν λαὸν τὸν κατοικοῦντα ἐν αὐτῇ ἐν ἐλπίδι κατὰ τὸ σύγκριμα τῶν Σιδωνίων, καὶ μακρὰν ἀπέχοντες ἐκ Σιδῶνος, καὶ λόγος οὐκ ἦν αὐτοῖς μετὰ Συρίας· ἀλλὰ ἀνάστητε καὶ ἀναβῶμεν ἐπ᾽ αὐτούς, ὅτι εὑρήκαμεν τὴν γῆν καὶ ἰδοὺ ἀγαθὴ σφόδρα. καὶ ὑμεῖς σιωπᾶτε; μὴ ὀκνήσητε τοῦ πορευθῆναι τοῦ ἐλθεῖν καὶ κατακληρονομῆσαι τὴν γῆν.
    18ἡνίκα ἂν εἰσέλθητε, ἥξετε πρὸς λαὸν πεποιθότα, καὶ ἡ γῆ εὐρύχωρος, ὅτι παρέδωκεν αὐτὴν ὁ θεὸς ἐν χειρὶ ὑμῶν, τόπος, οὗ οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ῥήματος, ὅσα ἐν τῇ γῇ.
    18Καὶ ἀπῆραν ἐκ συγγενείας τοῦ Δαν ἐκ Σαραα καὶ Εσθαολ ἑξακόσιοι ἄνδρες περιεζωσμένοι σκεύη πολεμικά.
    18καὶ ἀνέβησαν καὶ παρενεβάλοσαν ἐν Καριαθιαριμ ἐν Ιουδα· διὰ τοῦτο ἐκλήθη τῷ τόπῳ ἐκείνῳ Παρεμβολὴ Δαν ἕως τῆς ἡμέρας ταύτης, ἰδοὺ κατόπισθεν Καριαθιαριμ.
    18παρῆλθαν ἐκεῖθεν καὶ ἦλθαν ἕως τοῦ ὄρους Εφραιμ καὶ ἦλθον ἕως οἴκου Μιχα.
    18καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασθαι τὴν γῆν καὶ εἶπαν πρὸς τοὺς ἀδελφοὺς αὐτῶν Εἰ οἴδατε ὅτι ἐν τοῖς οἴκοις τούτοις εφουδ καὶ θεραφιν καὶ γλυπτὸν καὶ χωνευτόν; καὶ νῦν γνῶτε τί ποιήσετε.
    18καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἰσήλθοσαν εἰς τὸν οἶκον τοῦ παιδαρίου τοῦ Λευίτου εἰς τὸν οἶκον Μιχα καὶ ἠσπάσαντο αὐτόν.
    18καὶ οἱ ἑξακόσιοι ἄνδρες περιεζωσμένοι σκεύη πολεμικὰ ἐστηλωμένοι παρὰ τὴν θύραν τοῦ πυλῶνος, οἱ ἐκ τῶν υἱῶν Δαν.
    18καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασθαι τὴν γῆν· ἐπελθόντες ἐκεῖ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ χωνευτόν, καὶ ὁ ἱερεὺς ἐστηλωμένος παρὰ τῇ θύρᾳ τοῦ πυλῶνος καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ περιεζωσμένοι σκεύη πολεμικά.
    18καὶ οὗτοι εἰσῆλθον εἰς οἶκον Μιχα καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ χωνευτόν. καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἱερεύς Τί ὑμεῖς ποιεῖτε;
    18καὶ εἶπαν πρὸς αὐτόν Κώφευσον, ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου καὶ ἐλθὲ μεθ᾽ ἡμῶν, καὶ ἔσῃ ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα· μὴ βέλτιον εἶναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνὸς ἢ γίνεσθαί σε ἱερέα φυλῆς καὶ συγγενείας ἐν Ισραηλ;
    18καὶ ἠγαθύνθη ἡ καρδία τοῦ ἱερέως, καὶ ἔλαβεν τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ εἰσῆλθεν ἐν μέσῳ τοῦ λαοῦ.
    18καὶ ἐπέστρεψαν καὶ ἀπῆλθαν· καὶ ἔταξαν τὴν πανοικίαν καὶ τὴν κτῆσιν αὐτοῦ τὴν ἔνδοξον ἔμπροσθεν αὐτῶν.
    18αὐτῶν δὲ μεμακρυγκότων ἀπὸ τοῦ οἴκου Μιχα καὶ ἰδοὺ Μιχα καὶ οἱ ἄνδρες οἱ σὺν τῷ οἴκῳ μετὰ Μιχα ἔκραζον κατοπίσω υἱῶν Δαν.
    18καὶ ἐπέστρεψαν οἱ υἱοὶ Δαν τὰ πρόσωπα αὐτῶν καὶ εἶπαν πρὸς Μιχα Τί ἐστίν σοι, ὅτι ἔκραξας;
    18καὶ εἶπεν Μιχα ῞Οτι τὸ γλυπτόν μου, ὃ ἐποίησα ἐμαυτῷ, ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἀπήλθατε· καὶ τί ἐμοὶ ἔτι; καὶ τί τοῦτο λέγετέ μοι Τί τοῦτο κράζεις;
    18καὶ εἶπον πρὸς αὐτὸν οἱ υἱοὶ Δαν Μὴ ἀκουσθήτω δὴ ἡ φωνή σου μεθ᾽ ἡμῶν, μήποτε ἀπαντήσωσιν ὑμῖν ἄνδρες κατώδυνοι ψυχῇ, καὶ προσθήσεις τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ οἴκου σου.
    18καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δαν εἰς τὴν ὁδὸν αὐτῶν· καὶ εἶδεν Μιχα ὅτι ἰσχυρότεροί εἰσιν αὐτοῦ, καὶ ἐξένευσεν καὶ ἀνέστρεψεν εἰς τὸν οἶκον αὐτοῦ.
    18Καὶ αὐτοὶ ἔλαβον ὅσα ἐποίησεν Μιχα, καὶ τὸν ἱερέα, ὃς ἦν αὐτῷ, καὶ ἦλθον ἕως Λαισα ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν·
    18καὶ οὐκ ἔστιν ἐξαιρούμενος, ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων, καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπων, καὶ αὐτὴ ἐν κοιλάδι, ἥ ἐστιν τοῦ οἴκου Ροωβ. καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατῴκησαν ἐν αὐτῇ
    18καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δαν κατὰ τὸ ὄνομα τοῦ πατρὸς αὐτῶν, ὃς ἐγενήθη τῷ Ισραηλ· καὶ ἦν Λαις ὄνομα τῇ πόλει τὸ πρότερον.
    18καὶ ἀνέστησαν ἑαυτοῖς οἱ υἱοὶ τοῦ Δαν τὸ γλυπτὸν Μιχα· καὶ Ιωναθαν υἱὸς Γηρσωμ υἱοῦ Μωυσῆ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δαν ἕως τῆς ἡμέρας τῆς μετοικεσίας τῆς γῆς.
    18καὶ ἔταξαν ἑαυτοῖς τὸ γλυπτὸν Μιχα, ὃ ἐποίησεν, πάσας τὰς ἡμέρας, ὅσας ἦν ὁ οἶκος τοῦ θεοῦ ἐν Σηλω.
    19Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις καὶ βασιλεὺς οὐκ ἦν ἐν Ισραηλ. καὶ ἐγένετο ἀνὴρ Λευίτης παροικῶν ἐν μηροῖς ὄρους Εφραιμ, καὶ ἔλαβεν ὁ ἀνὴρ ἑαυτῷ γυναῖκα παλλακὴν ἐκ Βηθλεεμ Ιουδα.
    19καὶ ὠργίσθη αὐτῷ ἡ παλλακὴ αὐτοῦ καὶ ἀπῆλθεν ἀπ᾽ αὐτοῦ εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτῆς εἰς Βηθλεεμ Ιουδα καὶ ἐγένετο ἐκεῖ ἡμέρας τετράμηνον.
    19καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς καὶ ἐπορεύθη κατόπισθεν αὐτῆς τοῦ λαλῆσαι ἐπὶ τὴν καρδίαν αὐτῆς τοῦ διαλλάξαι αὐτὴν ἑαυτῷ καὶ ἀπαγαγεῖν αὐτὴν πάλιν πρὸς αὐτόν, καὶ τὸ παιδάριον αὐτοῦ μετ᾽ αὐτοῦ καὶ ζεῦγος ὑποζυγίων· καὶ ἐπορεύθη ἕως οἴκου τοῦ πατρὸς αὐτῆς, καὶ εἶδεν αὐτὸν ὁ πατὴρ τῆς νεάνιδος καὶ παρῆν εἰς ἀπάντησιν αὐτοῦ.
    19καὶ εἰσήγαγεν αὐτὸν ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος καὶ ἐκάθισεν μετ᾽ αὐτοῦ ἡμέρας τρεῖς, καὶ ἔφαγον καὶ ἔπιον καὶ ὕπνωσαν ἐκεῖ.
    19καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ ὤρθρισαν τὸ πρωί, καὶ ἀνέστη τοῦ ἀπελθεῖν· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν γαμβρὸν αὐτοῦ Στήρισον τὴν καρδίαν σου κλάσματι ἄρτου, καὶ μετὰ τοῦτο πορεύεσθε.
    19καὶ ἐκάθισαν καὶ ἔφαγον ἀμφότεροι ἐπὶ τὸ αὐτὸ καὶ ἔπιον· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν ἄνδρα ᾿Αρξάμενος αὐλίσθητι, καὶ ἀγαθυνθήτω ἡ καρδία σου.
    19καὶ ἀνέστη ὁ ἀνὴρ ἀπελθεῖν· καὶ ἐβιάσατο αὐτὸν ὁ γαμβρὸς αὐτοῦ, καὶ πάλιν ηὐλίσθη ἐκεῖ.
    19καὶ ὤρθρισεν τὸ πρωὶ τῇ ἡμέρᾳ τῇ πέμπτῃ τοῦ ἀπελθεῖν· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος Στήρισον τὴν καρδίαν σου ἄρτῳ καὶ στρατεύθητι, ἕως κλίνῃ ἡ ἡμέρα· καὶ ἔφαγον καὶ ἔπιον ἀμφότεροι.
    19καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ ἀπελθεῖν, αὐτὸς καὶ ἡ παλλακὴ αὐτοῦ καὶ τὸ παιδάριον αὐτοῦ· καὶ εἶπεν αὐτῷ ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος ᾿Ιδοὺ δὴ εἰς ἑσπέραν κέκλικεν ἡ ἡμέρα· κατάλυσον ὧδε ἔτι σήμερον, καὶ ἀγαθυνθήτω ἡ καρδία σου, καὶ ὀρθριεῖτε αὔριον εἰς τὴν ὁδὸν ὑμῶν, καὶ ἀπελεύσῃ εἰς τὸ σκήνωμά σου.
    19καὶ οὐκ ἠθέλησεν ὁ ἀνὴρ αὐλισθῆναι καὶ ἀνέστη καὶ ἀπῆλθεν, καὶ παρεγένοντο ἕως κατέναντι Ιεβους (αὕτη ἐστὶν Ιερουσαλημ), καὶ μετ᾽ αὐτοῦ ζεῦγος ὑποζυγίων ἐπισεσαγμένων, καὶ ἡ παλλακὴ αὐτοῦ μετ᾽ αὐτοῦ.
    19ἔτι αὐτῶν ὄντων κατὰ Ιεβους καὶ ἡ ἡμέρα κεκλικυῖα σφόδρα· καὶ εἶπεν τὸ παιδάριον πρὸς τὸν κύριον αὐτοῦ Δεῦρο δὴ καὶ ἐκκλίνωμεν εἰς τὴν πόλιν τοῦ Ιεβουσαίου ταύτην καὶ αὐλισθῶμεν ἐν αὐτῇ.
    19καὶ εἶπεν ὁ κύριος αὐτοῦ πρὸς αὐτόν Οὐ μὴ ἐκκλίνω εἰς πόλιν ἀλλοτρίου, ἣ οὐκ ἔστιν ἐκ τῶν υἱῶν Ισραηλ, καὶ παρελευσόμεθα ἕως Γαβαα.
    19καὶ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ Δεῦρο καὶ εἰσέλθωμεν εἰς ἕνα τῶν τόπων καὶ αὐλισθῶμεν ἐν Γαβαα ἢ ἐν Ραμα.
    19καὶ παρῆλθον καὶ ἀπῆλθον· ἔδυ γὰρ ὁ ἥλιος ἐχόμενα τῆς Γαβαα, ἥ ἐστιν τοῦ Βενιαμιν.
    19καὶ ἐξέκλιναν ἐκεῖ τοῦ εἰσελθεῖν καταλῦσαι ἐν Γαβαα· καὶ εἰσῆλθον καὶ ἐκάθισαν ἐν τῇ πλατείᾳ τῆς πόλεως, καὶ οὐκ ἔστιν ἀνὴρ ὁ συνάγων αὐτοὺς εἰς τὸν οἶκον καταλῦσαι.
    19καὶ ἰδοὺ ἀνὴρ πρεσβύτης εἰσῆλθεν ἀπὸ τῶν ἔργων αὐτοῦ ἐκ τοῦ ἀγροῦ ἑσπέρας· καὶ ὁ ἀνὴρ ἐξ ὄρους Εφραιμ, καὶ αὐτὸς παρῴκει ἐν Γαβαα, καὶ οἱ ἄνδρες τοῦ τόπου υἱοὶ Βενιαμιν.
    19καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν τὸν ἄνδρα τὸν ὁδοιπόρον ἐν τῇ πλατείᾳ τῆς πόλεως· καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης Ποῦ πορεύῃ καὶ πόθεν ἔρχῃ;
    19καὶ εἶπεν πρὸς αὐτόν Διαβαίνομεν ἡμεῖς ἐκ Βηθλεεμ τῆς Ιουδα ἕως μηρῶν ὄρους τοῦ Εφραιμ· ἐγὼ δὲ ἐκεῖθέν εἰμι καὶ ἐπορεύθην ἕως Βηθλεεμ Ιουδα, καὶ εἰς τὸν οἶκόν μου ἐγὼ ἀποτρέχω, καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με εἰς τὴν οἰκίαν·
    19καί γε ἄχυρα καὶ χορτάσματα ὑπάρχει τοῖς ὄνοις ἡμῶν, καί γε ἄρτος καὶ οἶνος ὑπάρχει μοι καὶ τῇ δούλῃ σου καὶ τῷ παιδαρίῳ τοῖς δούλοις σου, οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος.
    19καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης Εἰρήνη σοι, πλὴν πᾶν τὸ ὑστέρημά σου ἐπ᾽ ἐμέ· πλὴν ἐν τῇ πλατείᾳ μὴ καταλύσῃς.
    19καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν οἰκίαν αὐτοῦ καὶ παρέβαλεν τοῖς ὑποζυγίοις αὐτοῦ, καὶ ἐνίψαντο τοὺς πόδας αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον.
    19αὐτῶν δὲ ἀγαθυνθέντων τῇ καρδίᾳ αὐτῶν καὶ ἰδοὺ οἱ ἄνδρες τῆς πόλεως υἱοὶ παρανόμων περιεκύκλωσαν τὴν οἰκίαν καὶ ἔκρουσαν τὴν θύραν καὶ εἶπαν πρὸς τὸν ἄνδρα τὸν κύριον τῆς οἰκίας τὸν πρεσβύτην λέγοντες ᾿Εξάγαγε τὸν ἄνδρα τὸν εἰσελθόντα εἰς τὴν οἰκίαν σου, ἵνα γνῶμεν αὐτόν.
    19καὶ ἐξῆλθεν πρὸς αὐτοὺς ὁ ἀνὴρ ὁ κύριος τῆς οἰκίας καὶ εἶπεν πρὸς αὐτούς Μηδαμῶς, ἀδελφοί, μὴ πονηρεύσησθε δή· μετὰ τὸ εἰσεληλυθέναι τὸν ἄνδρα τοῦτον εἰς τὴν οἰκίαν μου μὴ ποιήσητε τὴν ἀφροσύνην ταύτην·
    19ἰδοὺ ἡ θυγάτηρ μου ἡ παρθένος καὶ ἡ παλλακὴ αὐτοῦ, ἐξάξω δὴ αὐτάς, καὶ ταπεινώσατε αὐτὰς καὶ ποιήσατε αὐταῖς τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς ὑμῶν· καὶ τῷ ἀνδρὶ τούτῳ μὴ ποιήσητε τὸ ῥῆμα τῆς ἀφροσύνης ταύτης.
    19καὶ οὐκ ἠθέλησαν οἱ ἄνδρες ἀκοῦσαι αὐτοῦ. καὶ ἐπελάβετο ὁ ἀνὴρ τῆς παλλακῆς αὐτοῦ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἔξω, καὶ ἔγνωσαν αὐτὴν καὶ ἐνέπαιξαν αὐτῇ ὅλην τὴν νύκτα ἕως τὸ πρωί· καὶ ἐξαπέστειλαν αὐτὴν ἅμα τῷ ἀναβαίνειν τὸν ὄρθρον.
    19καὶ ἦλθεν ἡ γυνὴ τὸ πρὸς πρωὶ καὶ ἔπεσεν παρὰ τὴν θύραν τοῦ πυλῶνος τοῦ οἴκου τοῦ ἀνδρός, οὗ ἦν ὁ κύριος αὐτῆς ἐκεῖ, ἕως οὗ διέφαυσεν.
    19καὶ ἀνέστη ὁ κύριος αὐτῆς τὸ πρωὶ καὶ ἤνοιξεν τὰς θύρας τοῦ οἴκου καὶ ἐξῆλθεν τοῦ ἀπελθεῖν τὴν ὁδὸν αὐτοῦ, καὶ ἰδοὺ ἡ γυνὴ ἡ παλλακὴ αὐτοῦ πεπτωκυῖα παρὰ τὴν θύραν, καὶ αἱ χεῖρες αὐτῆς ἐπὶ τὸ πρόθυρον.
    19καὶ εἶπεν πρὸς αὐτήν ᾿Ανάστηθι καὶ ἀπέλθωμεν· καὶ οὐκ ἀπεκρίθη αὐτῷ, ἀλλὰ τεθνήκει. καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὸ ὑποζύγιον καὶ ἀνέστη ὁ ἀνὴρ καὶ ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ.
    19καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν καὶ ἐπελάβετο τῆς παλλακῆς αὐτοῦ καὶ ἐμέλισεν αὐτὴν κατὰ τὰ ὀστᾶ αὐτῆς εἰς δώδεκα μερίδας καὶ ἐξαπέστειλεν αὐτὰς εἰς πάσας τὰς φυλὰς Ισραηλ.
    19καὶ ἐγένετο πᾶς ὁ ὁρῶν ἔλεγεν Οὔτε ἐγενήθη οὔτε ὤφθη οὕτως ἀπὸ τῆς ἡμέρας ἀναβάσεως υἱῶν Ισραηλ ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης. καὶ ἐνετείλατο τοῖς ἀνδράσιν, οἷς ἐξαπέστειλεν, λέγων Τάδε ἐρεῖτε πρὸς πάντα ἄνδρα Ισραηλ Εἰ γέγονεν κατὰ τὸ ῥῆμα τοῦτο ἀπὸ τῆς ἡμέρας ἀναβάσεως υἱῶν Ισραηλ ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης; θέσθε δὴ ἑαυτοῖς βουλὴν περὶ αὐτῆς καὶ λαλήσατε.
    20Καὶ ἐξῆλθον πάντες οἱ υἱοὶ Ισραηλ, καὶ ἐξεκκλησιάσθη πᾶσα ἡ συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ γῆ Γαλααδ πρὸς κύριον εἰς Μασσηφα.
    20καὶ ἔστη τὸ κλίμα παντὸς τοῦ λαοῦ, πᾶσαι αἱ φυλαὶ Ισραηλ, ἐν τῇ ἐκκλησίᾳ τοῦ λαοῦ τοῦ θεοῦ, τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν σπωμένων ῥομφαίαν.
    20καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμιν ὅτι ἀνέβησαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον εἰς Μασσηφα. καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ Λαλήσατε ποῦ ἐγένετο ἡ κακία αὕτη.
    20καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ Λευίτης ὁ ἀνὴρ τῆς γυναικὸς τῆς πεφονευμένης καὶ εἶπεν Εἰς Γαβαα τῆς Βενιαμιν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου καταλῦσαι.
    20καὶ ἀνέστησαν ἐπ᾽ ἐμὲ οἱ ἄνδρες οἱ παρὰ τῆς Γαβαα καὶ περιεκύκλωσαν ἐπ᾽ ἐμὲ τὴν οἰκίαν νυκτὸς καὶ ἐμὲ ἠθέλησαν ἀποκτεῖναι καὶ τὴν παλλακήν μου ἐταπείνωσαν καὶ ἐνέπαιξαν αὐτῇ καὶ ἀπέθανεν.
    20καὶ ἐπελαβόμην τῆς παλλακῆς μου καὶ ἐμέλισα αὐτὴν καὶ ἐξαπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας Ισραηλ, ὅτι ἐποίησαν ἀφροσύνην ἐν τῷ Ισραηλ.
    20ἰδοὺ πάντες ὑμεῖς, οἱ υἱοὶ Ισραηλ, δότε ἑαυτοῖς λόγον καὶ βουλήν.
    20καὶ ἀνέστη πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς λέγων Οὐκ εἰσελευσόμεθα ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ καὶ οὐκ ἐκκλινοῦμεν ἀνὴρ εἰς τὸν οἶκον αὐτοῦ.
    20καὶ νῦν τοῦτο τὸ ῥῆμα, ὃ ποιήσομεν τῇ Γαβαα· ἀναβησόμεθα ἐπ᾽ αὐτὴν ἐν κλήρῳ
    20καὶ λημψόμεθα δέκα ἄνδρας τοῖς ἑκατὸν καὶ ἑκατὸν τοῖς χιλίοις καὶ χιλίους τοῖς μυρίοις λαβεῖν ἐπισιτισμὸν τῷ λαῷ τοῖς εἰσπορευομένοις ἐπιτελέσαι τῇ Γαβαα τοῦ Βενιαμιν κατὰ πᾶσαν τὴν ἀφροσύνην, ἣν ἐποίησαν ἐν Ισραηλ.
    20καὶ συνήχθη πᾶς ἀνὴρ Ισραηλ ἐκ τῶν πόλεων ὡς ἀνὴρ εἷς ἐρχόμενοι.
    20Καὶ ἐξαπέστειλαν αἱ φυλαὶ Ισραηλ ἄνδρας ἐν πάσῃ φυλῇ Βενιαμιν λέγοντες Τίς ἡ κακία αὕτη ἡ γενομένη ἐν ὑμῖν;
    20καὶ νῦν δότε τοὺς ἄνδρας τοὺς ἀσεβεῖς τοὺς ἐν Γαβαα τοὺς υἱοὺς Βελιαλ, καὶ θανατώσομεν αὐτοὺς καὶ ἐξαροῦμεν κακίαν ἐξ Ισραηλ. καὶ οὐκ ἠθέλησαν οἱ υἱοὶ Βενιαμιν εἰσακοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν τῶν υἱῶν Ισραηλ.
    20καὶ συνήχθησαν οἱ υἱοὶ Βενιαμιν ἐκ τῶν πόλεων αὐτῶν εἰς Γαβαα ἐξελθεῖν τοῦ πολεμῆσαι μετὰ υἱῶν Ισραηλ.
    20καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν πόλεων εἴκοσι καὶ πέντε χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν χωρὶς τῶν κατοικούντων τὴν Γαβαα· οὗτοι ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες νεανίσκοι ἐκλεκτοὶ
    20ἀμφοτεροδέξιοι· πάντες οὗτοι σφενδονῆται βάλλοντες λίθους πρὸς τὴν τρίχα καὶ οὐ διαμαρτάνοντες.
    20καὶ πᾶς ἀνὴρ Ισραηλ ἐπεσκέπησαν χωρὶς τῶν υἱῶν Βενιαμιν τετρακόσιαι χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν· πάντες οὗτοι ἄνδρες πολεμισταί.
    20καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθηλ καὶ ἐπηρώτησαν ἐν τῷ θεῷ καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ Τίς ἀναβήσεται ἡμῖν ἀφηγούμενος πολεμῆσαι μετὰ Βενιαμιν; καὶ εἶπεν κύριος Ιουδας ἀναβήσεται ἀφηγούμενος.
    20καὶ ἀνέστησαν οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐπὶ τὴν Γαβαα.
    20καὶ ἐξῆλθεν πᾶς ἀνὴρ Ισραηλ εἰς πόλεμον μετὰ Βενιαμιν, καὶ παρετάξαντο μετ᾽ αὐτῶν εἰς πόλεμον ἀνὴρ Ισραηλ πρὸς τὴν Γαβαα.
    20καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν ἐκ τῆς πόλεως καὶ διέφθειραν ἐν Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν.
    20καὶ ἐνίσχυσεν ἀνὴρ Ισραηλ καὶ προσέθεντο παρατάξασθαι πόλεμον ἐν τῷ τόπῳ, ᾧ παρετάξαντο ἐκεῖ ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ.
    20καὶ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ καὶ ἔκλαυσαν ἐνώπιον κυρίου ἕως ἑσπέρας καὶ ἐπηρώτησαν ἐν κυρίῳ λέγοντες Εἰ προσθῶ προσεγγίσαι εἰς πόλεμον μετὰ Βενιαμιν τοῦ ἀδελφοῦ μου; καὶ εἶπεν κύριος ᾿Ανάβητε πρὸς αὐτόν.
    20Καὶ προσήλθοσαν οἱ υἱοὶ Ισραηλ πρὸς Βενιαμιν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ.
    20καὶ ἐξῆλθεν Βενιαμιν εἰς ἀπάντησιν αὐτῶν ἐκ τῆς Γαβαα ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ διέφθειρεν ἐκ τοῦ λαοῦ ὀκτωκαίδεκα χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν· πάντες οὗτοι ἐσπασμένοι ῥομφαίαν.
    20καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ Ισραηλ καὶ πᾶς ὁ λαὸς καὶ ἤλθοσαν εἰς Βαιθηλ καὶ ἔκλαυσαν ἔναντι κυρίου καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀνήνεγκαν ὁλοκαυτώματα σωτηρίου ἔναντι κυρίου,
    20καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ισραηλ ἐν κυρίῳ· καὶ ἐκεῖ ἡ κιβωτὸς διαθήκης κυρίου ἐν ταῖς ἡμέραις ἐκείναις,
    20καὶ Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις λέγων Εἰ προσθῶ ἔτι ἐξελθεῖν εἰς πόλεμον μετὰ υἱῶν Βενιαμιν τοῦ ἀδελφοῦ μου ἢ κοπάσω; καὶ εἶπεν κύριος ᾿Ανάβητε, ὅτι αὔριον παραδώσω αὐτὸν ἐν χειρί σου.
    20Καὶ ἔθηκαν οἱ υἱοὶ Ισραηλ ἔνεδρα ἐν τῇ Γαβαα κύκλῳ.
    20καὶ ἔταξεν Ισραηλ πρὸς τὸν Βενιαμιν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ παρετάξαντο πρὸς Γαβαα καθὼς ἅπαξ καὶ ἅπαξ.
    20καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν εἰς ἀπάντησιν τοῦ λαοῦ καὶ ἐξειλκύσθησαν ἐκ τῆς πόλεως καὶ ἤρξαντο τύπτειν ἐκ τοῦ λαοῦ καθὼς ἅπαξ καὶ ἅπαξ ἐν ταῖς ὁδοῖς, ἥ ἐστιν μία ἀναβαίνουσα εἰς Βαιθηλ καὶ μία ἀναβαίνουσα εἰς Γαβαα ἐν τῷ ἀγρῷ, ὡσεὶ τριάκοντα ἄνδρας ἐν τῷ Ισραηλ.
    20καὶ εἶπαν οἱ υἱοὶ Βενιαμιν Προσκόπτουσιν ἐνώπιον ἡμῶν καθὼς ἔμπροσθεν. καὶ οἱ υἱοὶ Ισραηλ εἶπαν Φύγωμεν καὶ ἐκσπάσωμεν αὐτοὺς ἐκ τῆς πόλεως εἰς τὰς ὁδούς.
    20καὶ πᾶς ἀνὴρ Ισραηλ ἀνέστη ἐκ τοῦ τόπου αὐτοῦ καὶ παρετάξαντο ἐν Βααλθαμαρ, καὶ τὸ ἔνεδρον Ισραηλ ἐπάλαιεν ἐκ τοῦ τόπου αὐτοῦ ἀπὸ δυσμῶν τῆς Γαβαα.
    20καὶ παρεγένοντο ἐξ ἐναντίας τῆς Γαβαα δέκα χιλιάδες ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς Ισραηλ, καὶ ὁ πόλεμος ἐβαρύνθη· καὶ αὐτοὶ οὐκ ἔγνωσαν ὅτι ἀφῆπται αὐτῶν ἡ κακία.
    20καὶ ἐτρόπωσεν κύριος τὸν Βενιαμιν κατὰ πρόσωπον Ισραηλ, καὶ διέφθειραν οἱ υἱοὶ Ισραηλ ἐν τῷ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας· πάντες οὗτοι σπώμενοι ῥομφαίαν.
    20καὶ εἶδεν Βενιαμιν ὅτι τετρόπωται· καὶ ἔδωκεν ἀνὴρ Ισραηλ τῷ Βενιαμιν τόπον, ὅτι ἤλπισαν ἐπὶ τὸ ἔνεδρον, ὃ ἔταξαν πρὸς τὴν Γαβαα.
    20καὶ τὸ ἔνεδρον ὥρμησεν καὶ ἐξεχύθησαν πρὸς τὴν Γαβαα, καὶ ἐπορεύθη τὸ ἔνεδρον καὶ ἐπάταξαν ὅλην τὴν πόλιν ἐν στόματι ῥομφαίας.
    20καὶ ἡ συνταγὴ ἦν ἀνδρὶ Ισραηλ πρὸς τὸ ἔνεδρον τοῦ ἀνενέγκαι αὐτοὺς πυρσὸν τοῦ καπνοῦ τῆς πόλεως.
    20καὶ ἀνέστρεψαν ἀνὴρ Ισραηλ ἐν τῷ πολέμῳ, καὶ Βενιαμιν ἦρκται τοῦ τύπτειν τραυματίας ἐν τῷ ἀνδρὶ Ισραηλ ὡσεὶ τριάκοντα ἄνδρας, ὅτι εἶπαν Πλὴν τροπούμενος τροποῦται ἐναντίον ἡμῶν καθὼς ὁ πόλεμος ὁ ἔμπροσθεν.
    20καὶ ὁ πυρσὸς ἤρξατο ἀναβαίνειν ἐκ τῆς πόλεως στῦλος καπνοῦ· καὶ ἐπέβλεψεν Βενιαμιν ὀπίσω αὐτοῦ, καὶ ἰδοὺ ἀνέβη συντέλεια τῆς πόλεως εἰς τὸν οὐρανόν.
    20καὶ ἀνὴρ Ισραηλ ἀπέστρεψεν, καὶ ἔσπευσεν ἀνὴρ Βενιαμιν καὶ εἶδεν ὅτι ἧπται αὐτοῦ ἡ κακία.
    20καὶ ἔκλιναν ἐνώπιον ἀνδρὸς Ισραηλ εἰς τὴν ὁδὸν τῆς ἐρήμου, καὶ ὁ πόλεμος κατέφθασεν αὐτόν, καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειραν αὐτὸν ἐν μέσῳ αὐτῶν.
    20καὶ ἔκοψαν τὸν Βενιαμιν καταπαῦσαι αὐτὸν κατάπαυσιν καὶ κατεπάτησαν αὐτὸν ἕως ἐξ ἐναντίας τῆς Γαβαα ἀπὸ ἀνατολῶν ἡλίου.
    20καὶ ἔπεσαν ἐκ τοῦ Βενιαμιν ὀκτωκαίδεκα χιλιάδες ἀνδρῶν· σὺν πᾶσιν τούτοις ἄνδρες δυνατοί.
    20καὶ ἐξέκλιναν καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τὴν Ρεμμων, καὶ ἐκαλαμήσαντο ἐν ταῖς ὁδοῖς πέντε χιλιάδας ἀνδρῶν· καὶ προσεκολλήθησαν ὀπίσω αὐτοῦ ἕως Γαδααμ καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας.
    20καὶ ἐγένοντο πάντες οἱ πεπτωκότες ἐν τῷ Βενιαμιν εἴκοσι καὶ πέντε χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· σὺν πᾶσι τούτοις ἄνδρες δυνατοί.
    20καὶ ἐξέκλιναν καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τὴν Ρεμμων ἑξακόσιοι ἄνδρες καὶ ἐκάθισαν ἐν τῇ πέτρᾳ Ρεμμων τετράμηνον.
    20καὶ ἀνὴρ Ισραηλ ἀπέκλεισεν τοὺς υἱοὺς Βενιαμιν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως ἑξῆς ἕως κτήνους ἕως παντὸς τοῦ εὑρεθέντος εἰς πάσας τὰς πόλεις· καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐξαπέστειλαν ἐν πυρί.
    21Καὶ ἀνὴρ Ισραηλ ὤμοσεν ἐν Μασσηφα λέγων ᾿Ανὴρ ἐξ ἡμῶν οὐ δώσει τὴν θυγατέρα αὐτοῦ τῷ Βενιαμιν εἰς γυναῖκα.
    21καὶ παρεγένοντο πᾶς ὁ λαὸς εἰς Μασσηφα καὶ Βαιθηλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ θεοῦ καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν
    21καὶ εἶπαν ῞Ινα τί, κύριε ὁ θεὸς Ισραηλ, ἐγενήθη αὕτη ἐν τῷ Ισραηλ, τοῦ ἐπισκεπῆναι σήμερον ἐν τῷ Ισραηλ φυλὴν μίαν;
    21καὶ ἐγένετο ἐν τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον καὶ ἀνήνεγκαν ὁλοκαυτώματα σωτηρίου.
    21καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ Τίς ὁ μὴ ἀναβὰς ἐν τῇ ἐκκλησίᾳ ἐκ πασῶν φυλῶν Ισραηλ πρὸς κύριον; ὅτι ὅρκος μέγας ἦν τῷ μὴ ἀναβάντι πρὸς κύριον εἰς Μασσηφα λέγοντες Θανάτῳ ἀποθανεῖται.
    21καὶ παρεκλήθησαν οἱ υἱοὶ Ισραηλ περὶ Βενιαμιν τοῦ ἀδελφοῦ αὐτῶν καὶ εἶπαν ᾿Αφῄρηται σήμερον φυλὴ μία ἐξ Ισραηλ·
    21τί ποιήσωμεν αὐτοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας; καὶ ἡμεῖς ὠμόσαμεν ἐν κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας.
    21καὶ εἶπαν Τίς μία τῶν φυλῶν Ισραηλ, ἥτις οὐκ ἀνέβη πρὸς κύριον εἰς Μασσηφα; καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ιαβις Γαλααδ εἰς τὴν ἐκκλησίαν.
    21καὶ ἐπεσκέπη ὁ λαός, καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ ἀπὸ τῶν κατοικούντων Ιαβις Γαλααδ.
    21καὶ ἀπέστειλαν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ τῶν υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες Πορεύθητε καὶ πατάξατε πάντας τοὺς κατοικοῦντας Ιαβις Γαλααδ ἐν στόματι ῥομφαίας καὶ τὰς γυναῖκας καὶ τὸν λαόν.
    21καὶ οὗτος ὁ λόγος, ὃν ποιήσετε· πᾶν ἀρσενικὸν καὶ πᾶσαν γυναῖκα γινώσκουσαν κοίτην ἄρσενος ἀναθεματιεῖτε.
    21καὶ εὗρον ἀπὸ τῶν κατοικούντων Ιαβις Γαλααδ τετρακοσίας νεάνιδας παρθένους, αἳ οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος, καὶ ἦγον αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλω, ἥ ἐστιν ἐν γῇ Χανααν.
    21καὶ ἀπέστειλεν πᾶσα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς Βενιαμιν τὸν ἐν τῇ πέτρᾳ Ρεμμων καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην.
    21καὶ ἀπέστρεψεν Βενιαμιν πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἔδωκαν αὐτοῖς τὰς γυναῖκας, αἵτινες ἦσαν ἐκ τῶν γυναικῶν Ιαβις Γαλααδ· καὶ ἤρεσεν αὐτοῖς οὕτως.
    21Καὶ ὁ λαὸς παρεκλήθη τῷ Βενιαμιν, ὅτι ἐποίησεν κύριος διακοπὴν ἐν ταῖς φυλαῖς Ισραηλ.
    21καὶ εἶπαν οἱ πρεσβύτεροι τῆς συναγωγῆς Τί ποιήσωμεν τοῖς ἐπιλοίποις εἰς γυναῖκας; ὅτι ἠφάνισται ἐκ τοῦ Βενιαμιν γυνή.
    21καὶ εἶπαν Κληρονομία διασεσῳσμένη τῷ Βενιαμιν, καὶ οὐ μὴ ἐξαλειφθῇ φυλὴ ἐξ Ισραηλ·
    21καὶ ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν, ὅτι ὠμόσαμεν οἱ υἱοὶ Ισραηλ λέγοντες ᾿Επικατάρατος ὁ διδοὺς γυναῖκα τῷ Βενιαμιν.
    21καὶ εἶπαν ῾Εορτὴ τῷ κυρίῳ ἐν Σηλω ἀφ᾽ ἡμερῶν εἰς ἡμέρας, ἥ ἐστιν ἀπὸ βορρᾶ τῆς Βαιθηλ κατ᾽ ἀνατολὰς ἡλίου ἐν τῇ ὁδῷ τῇ ἀναβαινούσῃ ἐκ Βαιθηλ εἰς Σικιμα καὶ ἀπὸ νότου τοῦ Λιβάνου τῆς Λεβωνα.
    21καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμιν λέγοντες Διέλθατε καὶ ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσιν·
    21καὶ ὄψεσθε καὶ ἰδοὺ ὡς ἂν ἐξέλθωσιν αἱ θυγατέρες τῶν κατοικούντων Σηλω ἐν Σηλω χορεῦσαι ἐν χοροῖς, καὶ ἐξελεύσεσθε ἀπὸ τῶν ἀμπελώνων καὶ ἁρπάσετε ἀνὴρ ἑαυτῷ γυναῖκα ἀπὸ τῶν θυγατέρων Σηλω καὶ ἀπελεύσεσθε εἰς γῆν Βενιαμιν.
    21καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ὑμᾶς, καὶ ἐροῦμεν πρὸς αὐτούς ᾿Ελεήσατε αὐτούς, ὅτι οὐκ ἔλαβον ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῷ πολέμῳ· οὐ γὰρ ὑμεῖς δεδώκατε αὐτοῖς· κατὰ τὸν καιρὸν ἐπλημμελήσατε.
    21καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμιν καὶ ἔλαβον γυναῖκας κατὰ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν, ἃς διήρπασαν· καὶ ἀπῆλθον καὶ ἀπέστρεψαν ἐπὶ τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν ἑαυτοῖς πόλεις καὶ κατῴκησαν ἐν αὐταῖς.
    21καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνὴρ εἰς τὴν φυλὴν αὐτοῦ καὶ εἰς τὴν συγγένειαν αὐτοῦ, καὶ ἀπῆλθον ἐκεῖθεν, ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ.?
    21ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ· ἀνὴρ ἕκαστος τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει.