• [greek] 02
    Septuaginta
  • Γενεσις Εξοδος Λευιτικον Αριθμοι Δευτερονομιον ΙησουςΝαυη Κριταί


    Λευιτικον

    1Καὶ ἀνεκάλεσεν Μωυσῆν καὶ ἐλάλησεν κύριος αὐτῷ ἐκ τῆς σκηνῆς τοῦ μαρτυρίου λέγων
    1Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἄνθρωπος ἐξ ὑμῶν ἐὰν προσαγάγῃ δῶρα τῷ κυρίῳ, ἀπὸ τῶν κτηνῶν, ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων, προσοίσετε τὰ δῶρα ὑμῶν.
    1ἐὰν ὁλοκαύτωμα τὸ δῶρον αὐτοῦ ἐκ τῶν βοῶν, ἄρσεν ἄμωμον προσάξει· πρὸς τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου προσοίσει αὐτὸ δεκτὸν ἐναντίον κυρίου.
    1καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ καρπώματος, δεκτὸν αὐτῷ ἐξιλάσασθαι περὶ αὐτοῦ.
    1καὶ σφάξουσι τὸν μόσχον ἔναντι κυρίου, καὶ προσοίσουσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὸ αἷμα καὶ προσχεοῦσιν τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ τὸ ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς τοῦ μαρτυρίου.
    1καὶ ἐκδείραντες τὸ ὁλοκαύτωμα μελιοῦσιν αὐτὸ κατὰ μέλη,
    1καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς πῦρ ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπιστοιβάσουσιν ξύλα ἐπὶ τὸ πῦρ,
    1καὶ ἐπιστοιβάσουσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὰ διχοτομήματα καὶ τὴν κεφαλὴν καὶ τὸ στέαρ ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τὰ ὄντα ἐπὶ τοῦ θυσιαστηρίου,
    1τὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι, καὶ ἐπιθήσουσιν οἱ ἱερεῖς τὰ πάντα ἐπὶ τὸ θυσιαστήριον· κάρπωμά ἐστιν, θυσία, ὀσμὴ εὐωδίας τῷ κυρίῳ.
    1Ἐὰν δὲ ἀπὸ τῶν προβάτων τὸ δῶρον αὐτοῦ τῷ κυρίῳ, ἀπό τε τῶν ἀρνῶν καὶ τῶν ἐρίφων, εἰς ὁλοκαύτωμα, ἄρσεν ἄμωμον προσάξει αὐτὸ καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
    1καὶ σφάξουσιν αὐτὸ ἐκ πλαγίων τοῦ θυσιαστηρίου πρὸς βορρᾶν ἔναντι κυρίου, καὶ προσχεοῦσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὸ αἷμα αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον κύκλῳ.
    1καὶ διελοῦσιν αὐτὸ κατὰ μέλη καὶ τὴν κεφαλὴν καὶ τὸ στέαρ, καὶ ἐπιστοιβάσουσιν αὐτὰ οἱ ἱερεῖς ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τὰ ἐπὶ τοῦ θυσιαστηρίου.
    1καὶ τὰ ἐγκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι, καὶ προσοίσει ὁ ἱερεὺς τὰ πάντα καὶ ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον· κάρπωμά ἐστιν, θυσία, ὀσμὴ εὐωδίας τῷ κυρίῳ.
    1Ἐὰν δὲ ἀπὸ τῶν πετεινῶν κάρπωμα προσφέρῃς δῶρον τῷ κυρίῳ, καὶ προσοίσει ἀπὸ τῶν τρυγόνων ἢ ἀπὸ τῶν περιστερῶν τὸ δῶρον αὐτοῦ.
    1καὶ προσοίσει αὐτὸ ὁ ἱερεὺς πρὸς τὸ θυσιαστήριον καὶ ἀποκνίσει τὴν κεφαλήν, καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον καὶ στραγγιεῖ τὸ αἷμα πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου.
    1καὶ ἀφελεῖ τὸν πρόλοβον σὺν τοῖς πτεροῖς καὶ ἐκβαλεῖ αὐτὸ παρὰ τὸ θυσιαστήριον κατὰ ἀνατολὰς εἰς τὸν τόπον τῆς σποδοῦ.
    1καὶ ἐκκλάσει αὐτὸ ἐκ τῶν πτερύγων καὶ οὐ διελεῖ, καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρός· κάρπωμά ἐστιν, θυσία, ὀσμὴ εὐωδίας τῷ κυρίῳ.
    2Ἐὰν δὲ ψυχὴ προσφέρῃ δῶρον θυσίαν τῷ κυρίῳ, σεμίδαλις ἔσται τὸ δῶρον αὐτοῦ, καὶ ἐπιχεεῖ ἐπ᾽ αὐτὸ ἔλαιον καὶ ἐπιθήσει ἐπ᾽ αὐτὸ λίβανον· θυσία ἐστίν.
    2καὶ οἴσει πρὸς τοὺς υἱοὺς Ααρων τοὺς ἱερεῖς, καὶ δραξάμενος ἀπ᾽ αὐτῆς πλήρη τὴν δράκα ἀπὸ τῆς σεμιδάλεως σὺν τῷ ἐλαίῳ καὶ πάντα τὸν λίβανον αὐτῆς καὶ ἐπιθήσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἐπὶ τὸ θυσιαστήριον· θυσία, ὀσμὴ εὐωδίας τῷ κυρίῳ.
    2καὶ τὸ λοιπὸν ἀπὸ τῆς θυσίας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ· ἅγιον τῶν ἁγίων ἀπὸ τῶν θυσιῶν κυρίου. -
    2ἐὰν δὲ προσφέρῃ δῶρον θυσίαν πεπεμμένην ἐν κλιβάνῳ, δῶρον κυρίῳ ἐκ σεμιδάλεως, ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ. -
    2ἐὰν δὲ θυσία ἀπὸ τηγάνου τὸ δῶρόν σου, σεμίδαλις πεφυραμένη ἐν ἐλαίῳ, ἄζυμα ἔσται·
    2καὶ διαθρύψεις αὐτὰ κλάσματα καὶ ἐπιχεεῖς ἐπ᾽ αὐτὰ ἔλαιον· θυσία ἐστὶν κυρίῳ. -
    2ἐὰν δὲ θυσία ἀπὸ ἐσχάρας τὸ δῶρόν σου, σεμίδαλις ἐν ἐλαίῳ ποιηθήσεται.
    2καὶ προσοίσει τὴν θυσίαν, ἣν ἂν ποιῇ ἐκ τούτων, τῷ κυρίῳ· καὶ προσοίσει πρὸς τὸν ἱερέα, καὶ προσεγγίσας πρὸς τὸ θυσιαστήριον
    2ἀφελεῖ ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς, καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον· κάρπωμα, ὀσμὴ εὐωδίας κυρίῳ.
    2τὸ δὲ καταλειφθὲν ἀπὸ τῆς θυσίας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ· ἅγια τῶν ἁγίων ἀπὸ τῶν καρπωμάτων κυρίου.
    2Πᾶσαν θυσίαν, ἣν ἂν προσφέρητε κυρίῳ, οὐ ποιήσετε ζυμωτόν· πᾶσαν γὰρ ζύμην καὶ πᾶν μέλι, οὐ προσοίσετε ἀπ᾽ αὐτοῦ καρπῶσαι κυρίῳ.
    2δῶρον ἀπαρχῆς προσοίσετε αὐτὰ κυρίῳ, ἐπὶ δὲ τὸ θυσιαστήριον οὐκ ἀναβιβασθήσεται εἰς ὀσμὴν εὐωδίας κυρίῳ.
    2καὶ πᾶν δῶρον θυσίας ὑμῶν ἁλὶ ἁλισθήσεται· οὐ διαπαύσετε ἅλα διαθήκης κυρίου ἀπὸ θυσιασμάτων ὑμῶν, ἐπὶ παντὸς δώρου ὑμῶν προσοίσετε κυρίῳ τῷ θεῷ ὑμῶν ἅλας. -
    2ἐὰν δὲ προσφέρῃς θυσίαν πρωτογενημάτων τῷ κυρίῳ, νέα πεφρυγμένα χίδρα ἐρικτὰ τῷ κυρίῳ, καὶ προσοίσεις τὴν θυσίαν τῶν πρωτογενημάτων
    2καὶ ἐπιχεεῖς ἐπ᾽ αὐτὴν ἔλαιον καὶ ἐπιθήσεις ἐπ᾽ αὐτὴν λίβανον· θυσία ἐστίν.
    2καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ καὶ πάντα τὸν λίβανον αὐτῆς· κάρπωμά ἐστιν κυρίῳ.
    3Ἐὰν δὲ θυσία σωτηρίου τὸ δῶρον αὐτοῦ τῷ κυρίῳ, ἐὰν μὲν ἐκ τῶν βοῶν αὐτοῦ προσαγάγῃ, ἐάν τε ἄρσεν ἐάν τε θῆλυ, ἄμωμον προσάξει αὐτὸ ἐναντίον κυρίου.
    3καὶ ἐπιθήσει τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου καὶ σφάξει αὐτὸ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ προσχεοῦσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων κύκλῳ.
    3καὶ προσάξουσιν ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου κάρπωμα κυρίῳ, τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας
    3καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾽ αὐτῶν τὸ ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος [σὺν τοῖς νεφροῖς περιελεῖ],
    3καὶ ἀνοίσουσιν αὐτὰ οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὰ ὁλοκαυτώματα ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς ἐπὶ τοῦ θυσιαστηρίου· κάρπωμα, ὀσμὴ εὐωδίας κυρίῳ.
    3Ἐὰν δὲ ἀπὸ τῶν προβάτων τὸ δῶρον αὐτοῦ, θυσίαν σωτηρίου τῷ κυρίῳ, ἄρσεν ἢ θῆλυ, ἄμωμον προσοίσει αὐτό.
    3ἐὰν ἄρνα προσαγάγῃ τὸ δῶρον αὐτοῦ, προσάξει αὐτὸ ἔναντι κυρίου
    3καὶ ἐπιθήσει τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου αὐτοῦ καὶ σφάξει αὐτὸ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ προσχεοῦσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ.
    3καὶ προσοίσει ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου κάρπωμα τῷ θεῷ, τὸ στέαρ καὶ τὴν ὀσφὺν ἄμωμον [σὺν ταῖς ψόαις περιελεῖ αὐτό] καὶ τὸ στέαρ τῆς κοιλίας
    3καὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾽ αὐτῶν τὸ ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος [σὺν τοῖς νεφροῖς περιελών]
    3ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον· ὀσμὴ εὐωδίας, κάρπωμα κυρίῳ.
    3Ἐὰν δὲ ἀπὸ τῶν αἰγῶν τὸ δῶρον αὐτοῦ, καὶ προσάξει ἔναντι κυρίου
    3καὶ ἐπιθήσει τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ σφάξουσιν αὐτὸ ἔναντι κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ προσχεοῦσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ.
    3καὶ ἀνοίσει ἐπ᾽ αὐτοῦ κάρπωμα κυρίῳ, τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας
    3καὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ πᾶν τὸ στέαρ τὸ ἐπ᾽ αὐτῶν τὸ ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τοῦ ἥπατος [σὺν τοῖς νεφροῖς περιελεῖ],
    3καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον· κάρπωμα, ὀσμὴ εὐωδίας τῷ κυρίῳ. πᾶν τὸ στέαρ τῷ κυρίῳ·
    3νόμιμον εἰς τὸν αἰῶνα εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ κατοικίᾳ ὑμῶν· πᾶν στέαρ καὶ πᾶν αἷμα οὐκ ἔδεσθε.
    4Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    4Λάλησον πρὸς τοὺς υἱοὺς Ισραηλ λέγων Ψυχὴ ἐὰν ἁμάρτῃ ἔναντι κυρίου ἀκουσίως ἀπὸ τῶν προσταγμάτων κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ ποιήσῃ ἕν τι ἀπ᾽ αὐτῶν·
    4ἐὰν μὲν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ τὸν λαὸν ἁμαρτεῖν, καὶ προσάξει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν, μόσχον ἐκ βοῶν ἄμωμον τῷ κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτοῦ.
    4καὶ προσάξει τὸν μόσχον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι κυρίου καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι κυρίου καὶ σφάξει τὸν μόσχον ἐνώπιον κυρίου.
    4καὶ λαβὼν ὁ ἱερεὺς ὁ χριστὸς ὁ τετελειωμένος τὰς χεῖρας ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ εἰσοίσει αὐτὸ ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου·
    4καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον εἰς τὸ αἷμα καὶ προσρανεῖ ἀπὸ τοῦ αἵματος ἑπτάκις ἔναντι κυρίου κατὰ τὸ καταπέτασμα τὸ ἅγιον·
    4καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τοῦ θυμιάματος τῆς συνθέσεως τοῦ ἐναντίον κυρίου, ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ πᾶν τὸ αἷμα τοῦ μόσχου ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, ὅ ἐστιν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.
    4καὶ πᾶν τὸ στέαρ τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας περιελεῖ ἀπ᾽ αὐτοῦ, τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων
    4καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾽ αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος [σὺν τοῖς νεφροῖς περιελεῖ αὐτό],
    4ὃν τρόπον ἀφαιρεῖται ἀπὸ τοῦ μόσχου τοῦ τῆς θυσίας τοῦ σωτηρίου, καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον τῆς καρπώσεως.
    4καὶ τὸ δέρμα τοῦ μόσχου καὶ πᾶσαν αὐτοῦ τὴν σάρκα σὺν τῇ κεφαλῇ καὶ τοῖς ἀκρωτηρίοις καὶ τῇ κοιλίᾳ καὶ τῇ κόπρῳ
    4καὶ ἐξοίσουσιν ὅλον τὸν μόσχον ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν, οὗ ἐκχεοῦσιν τὴν σποδιάν, καὶ κατακαύσουσιν αὐτὸν ἐπὶ ξύλων ἐν πυρί· ἐπὶ τῆς ἐκχύσεως τῆς σποδιᾶς καυθήσεται.
    4Ἐὰν δὲ πᾶσα συναγωγὴ Ισραηλ ἀγνοήσῃ ἀκουσίως καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς καὶ ποιήσωσιν μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσωσιν,
    4καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία, ἣν ἥμαρτον ἐν αὐτῇ, καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν ἄμωμον περὶ τῆς ἁμαρτίας καὶ προσάξει αὐτὸν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.
    4καὶ ἐπιθήσουσιν οἱ πρεσβύτεροι τῆς συναγωγῆς τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι κυρίου καὶ σφάξουσιν τὸν μόσχον ἔναντι κυρίου.
    4καὶ εἰσοίσει ὁ ἱερεὺς ὁ χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου·
    4καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ῥανεῖ ἑπτάκις ἔναντι κυρίου κατενώπιον τοῦ καταπετάσματος τοῦ ἁγίου·
    4καὶ ἀπὸ τοῦ αἵματος ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων τῆς συνθέσεως, ὅ ἐστιν ἐνώπιον κυρίου, ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ τὸ πᾶν αἷμα ἐκχεεῖ πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν καρπώσεων τῶν πρὸς τῇ θύρᾳ τῆς σκηνῆς τοῦ μαρτυρίου.
    4καὶ τὸ πᾶν στέαρ περιελεῖ ἀπ᾽ αὐτοῦ καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον·
    4καὶ ποιήσει τὸν μόσχον ὃν τρόπον ἐποίησεν τὸν μόσχον τὸν τῆς ἁμαρτίας, οὕτως ποιηθήσεται· καὶ ἐξιλάσεται περὶ αὐτῶν ὁ ἱερεύς, καὶ ἀφεθήσεται αὐτοῖς ἡ ἁμαρτία.
    4καὶ ἐξοίσουσιν τὸν μόσχον ὅλον ἔξω τῆς παρεμβολῆς καὶ κατακαύσουσιν τὸν μόσχον, ὃν τρόπον κατέκαυσαν τὸν μόσχον τὸν πρότερον. ἁμαρτία συναγωγῆς ἐστιν.
    4Ἐὰν δὲ ὁ ἄρχων ἁμάρτῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου τοῦ θεοῦ αὐτῶν, ἣ οὐ ποιηθήσεται, ἀκουσίως καὶ ἁμάρτῃ καὶ πλημμελήσῃ,
    4καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ προσοίσει τὸ δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν, ἄρσεν ἄμωμον.
    4καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου, καὶ σφάξουσιν αὐτὸν ἐν τόπῳ, οὗ σφάζουσιν τὰ ὁλοκαυτώματα ἐνώπιον κυρίου· ἁμαρτία ἐστίν.
    4καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων· καὶ τὸ πᾶν αἷμα αὐτοῦ ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων.
    4καὶ τὸ πᾶν στέαρ αὐτοῦ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον ὥσπερ τὸ στέαρ θυσίας σωτηρίου. καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἀφεθήσεται αὐτῷ.
    4Ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσῃ,
    4καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ οἴσει χίμαιραν ἐξ αἰγῶν, θήλειαν ἄμωμον, οἴσει περὶ τῆς ἁμαρτίας, ἧς ἥμαρτεν.
    4καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ ἁμαρτήματος αὐτοῦ, καὶ σφάξουσιν τὴν χίμαιραν τὴν τῆς ἁμαρτίας ἐν τόπῳ, οὗ σφάζουσιν τὰ ὁλοκαυτώματα.
    4καὶ λήμψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος αὐτῆς τῷ δακτύλῳ καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων· καὶ πᾶν τὸ αἷμα αὐτῆς ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου.
    4καὶ πᾶν τὸ στέαρ περιελεῖ, ὃν τρόπον περιαιρεῖται στέαρ ἀπὸ θυσίας σωτηρίου, καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας κυρίῳ. καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεύς, καὶ ἀφεθήσεται αὐτῷ. -
    4ἐὰν δὲ πρόβατον προσενέγκῃ τὸ δῶρον αὐτοῦ εἰς ἁμαρτίαν, θῆλυ ἄμωμον προσοίσει αὐτό.
    4καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ τῆς ἁμαρτίας, καὶ σφάξουσιν αὐτὸ ἐν τόπῳ, οὗ σφάζουσιν τὰ ὁλοκαυτώματα.
    4καὶ λαβὼν ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως· καὶ πᾶν αὐτοῦ τὸ αἷμα ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως.
    4καὶ πᾶν αὐτοῦ τὸ στέαρ περιελεῖ, ὃν τρόπον περιαιρεῖται στέαρ προβάτου ἐκ τῆς θυσίας τοῦ σωτηρίου, καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὸ ὁλοκαύτωμα κυρίου. καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας, ἧς ἥμαρτεν, καὶ ἀφεθήσεται αὐτῷ.
    5Ἐὰν δὲ ψυχὴ ἁμάρτῃ καὶ ἀκούσῃ φωνὴν ὁρκισμοῦ καὶ οὗτος μάρτυς [ἢ ἑώρακεν ἢ σύνοιδεν], ἐὰν μὴ ἀπαγγείλῃ, λήμψεται τὴν ἁμαρτίαν·
    5ἢ ψυχή, ἥτις ἐὰν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ θνησιμαίου ἢ θηριαλώτου ἀκαθάρτου ἢ τῶν θνησιμαίων ἢ τῶν βδελυγμάτων τῶν ἀκαθάρτων ἢ τῶν θνησιμαίων κτηνῶν τῶν ἀκαθάρτων,
    5ἢ ἅψηται ἀπὸ ἀκαθαρσίας ἀνθρώπου, ἀπὸ πάσης ἀκαθαρσίας αὐτοῦ, ἧς ἂν ἁψάμενος μιανθῇ, καὶ ἔλαθεν αὐτόν, μετὰ τοῦτο δὲ γνῷ καὶ πλημμελήσῃ,
    5ἢ ψυχή, ἡ ἂν ὀμόσῃ διαστέλλουσα τοῖς χείλεσιν κακοποιῆσαι ἢ καλῶς ποιῆσαι κατὰ πάντα, ὅσα ἐὰν διαστείλῃ ὁ ἄνθρωπος μεθ᾽ ὅρκου, καὶ λάθῃ αὐτὸν πρὸ ὀφθαλμῶν, καὶ οὗτος γνῷ καὶ ἁμάρτῃ ἕν τι τούτων,
    5καὶ ἐξαγορεύσει τὴν ἁμαρτίαν περὶ ὧν ἡμάρτηκεν κατ᾽ αὐτῆς,
    5καὶ οἴσει περὶ ὧν ἐπλημμέλησεν κυρίῳ, περὶ τῆς ἁμαρτίας, ἧς ἥμαρτεν, θῆλυ ἀπὸ τῶν προβάτων, ἀμνάδα ἢ χίμαιραν ἐξ αἰγῶν, περὶ ἁμαρτίας· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία.
    5Ἐὰν δὲ μὴ ἰσχύσῃ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν εἰς τὸ πρόβατον, οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν, δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν κυρίῳ, ἕνα περὶ ἁμαρτίας καὶ ἕνα εἰς ὁλοκαύτωμα.
    5καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα, καὶ προσάξει ὁ ἱερεὺς τὸ περὶ τῆς ἁμαρτίας πρότερον· καὶ ἀποκνίσει ὁ ἱερεὺς τὴν κεφαλὴν αὐτοῦ ἀπὸ τοῦ σφονδύλου καὶ οὐ διελεῖ·
    5καὶ ῥανεῖ ἀπὸ τοῦ αἵματος τοῦ περὶ τῆς ἁμαρτίας ἐπὶ τὸν τοῖχον τοῦ θυσιαστηρίου, τὸ δὲ κατάλοιπον τοῦ αἵματος καταστραγγιεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου· ἁμαρτίας γάρ ἐστιν.
    5καὶ τὸ δεύτερον ποιήσει ὁλοκαύτωμα, ὡς καθήκει. καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν, καὶ ἀφεθήσεται αὐτῷ. -
    5ἐὰν δὲ μὴ εὑρίσκῃ αὐτοῦ ἡ χεὶρ ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν, καὶ οἴσει τὸ δῶρον αὐτοῦ περὶ οὗ ἥμαρτεν, τὸ δέκατον τοῦ οιφι σεμίδαλιν περὶ ἁμαρτίας· οὐκ ἐπιχεεῖ ἐπ᾽ αὐτὸ ἔλαιον οὐδὲ ἐπιθήσει ἐπ᾽ αὐτὸ λίβανον, ὅτι περὶ ἁμαρτίας ἐστίν·
    5καὶ οἴσει αὐτὸ πρὸς τὸν ἱερέα. καὶ δραξάμενος ὁ ἱερεὺς ἀπ᾽ αὐτῆς πλήρη τὴν δράκα, τὸ μνημόσυνον αὐτῆς ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων κυρίῳ· ἁμαρτία ἐστίν.
    5καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν, ἐφ᾽ ἑνὸς τούτων, καὶ ἀφεθήσεται αὐτῷ. τὸ δὲ καταλειφθὲν ἔσται τῷ ἱερεῖ ὡς ἡ θυσία τῆς σεμιδάλεως.
    5Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    5Ψυχὴ ἐὰν λάθῃ αὐτὸν λήθη καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων κυρίου, καὶ οἴσει τῆς πλημμελείας αὐτοῦ τῷ κυρίῳ κριὸν ἄμωμον ἐκ τῶν προβάτων τιμῆς ἀργυρίου σίκλων, τῷ σίκλῳ τῶν ἁγίων, περὶ οὗ ἐπλημμέλησεν.
    5καὶ ὃ ἥμαρτεν ἀπὸ τῶν ἁγίων, ἀποτείσαι αὐτὸ καὶ τὸ ἐπίπεμπτον προσθήσει ἐπ᾽ αὐτὸ καὶ δώσει αὐτὸ τῷ ἱερεῖ· καὶ ὁ ἱερεὺς ἐξιλάσεται περὶ αὐτοῦ ἐν τῷ κριῷ τῆς πλημμελείας, καὶ ἀφεθήσεται αὐτῷ.
    5Καὶ ἡ ψυχή, ἣ ἂν ἁμάρτῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω καὶ πλημμελήσῃ καὶ λάβῃ τὴν ἁμαρτίαν,
    5καὶ οἴσει κριὸν ἄμωμον ἐκ τῶν προβάτων τιμῆς ἀργυρίου εἰς πλημμέλειαν πρὸς τὸν ἱερέα· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἀγνοίας αὐτοῦ, ἧς ἠγνόησεν καὶ αὐτὸς οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ·
    5ἐπλημμέλησεν γὰρ πλημμέλησιν ἔναντι κυρίου.
    5Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    5Ψυχὴ ἐὰν ἁμάρτῃ καὶ παριδὼν παρίδῃ τὰς ἐντολὰς κυρίου καὶ ψεύσηται τὰ πρὸς τὸν πλησίον ἐν παραθήκῃ ἢ περὶ κοινωνίας ἢ περὶ ἁρπαγῆς ἢ ἠδίκησέν τι τὸν πλησίον
    5ἢ εὗρεν ἀπώλειαν καὶ ψεύσηται περὶ αὐτῆς καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων, ὧν ἐὰν ποιήσῃ ὁ ἄνθρωπος ὥστε ἁμαρτεῖν ἐν τούτοις,
    5καὶ ἔσται ἡνίκα ἐὰν ἁμάρτῃ καὶ πλημμελήσῃ, καὶ ἀποδῷ τὸ ἅρπαγμα, ὃ ἥρπασεν, ἢ τὸ ἀδίκημα, ὃ ἠδίκησεν, ἢ τὴν παραθήκην, ἥτις παρετέθη αὐτῷ, ἢ τὴν ἀπώλειαν, ἣν εὗρεν,
    5ἀπὸ παντὸς πράγματος, οὗ ὤμοσεν περὶ αὐτοῦ ἀδίκως, καὶ ἀποτείσει αὐτὸ τὸ κεφάλαιον καὶ τὸ πέμπτον προσθήσει ἐπ᾽ αὐτό· τίνος ἐστίν, αὐτῷ ἀποδώσει ᾗ ἡμέρᾳ ἐλεγχθῇ.
    5καὶ τῆς πλημμελείας αὐτοῦ οἴσει τῷ κυρίῳ κριὸν ἀπὸ τῶν προβάτων ἄμωμον τιμῆς εἰς ὃ ἐπλημμέλησεν αὐτῷ.
    5καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι κυρίου, καὶ ἀφεθήσεται αὐτῷ περὶ ἑνὸς ἀπὸ πάντων, ὧν ἐποίησεν καὶ ἐπλημμέλησεν αὐτῷ.
    6Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    6Ἔντειλαι Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων Οὗτος ὁ νόμος τῆς ὁλοκαυτώσεως· αὐτὴ ἡ ὁλοκαύτωσις ἐπὶ τῆς καύσεως αὐτῆς ἐπὶ τοῦ θυσιαστηρίου ὅλην τὴν νύκτα ἕως τὸ πρωί, καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπ᾽ αὐτοῦ, οὐ σβεσθήσεται.
    6καὶ ἐνδύσεται ὁ ἱερεὺς χιτῶνα λινοῦν καὶ περισκελὲς λινοῦν ἐνδύσεται περὶ τὸ σῶμα αὐτοῦ καὶ ἀφελεῖ τὴν κατακάρπωσιν, ἣν ἂν καταναλώσῃ τὸ πῦρ τὴν ὁλοκαύτωσιν, ἀπὸ τοῦ θυσιαστηρίου καὶ παραθήσει αὐτὸ ἐχόμενον τοῦ θυσιαστηρίου.
    6καὶ ἐκδύσεται τὴν στολὴν αὐτοῦ καὶ ἐνδύσεται στολὴν ἄλλην καὶ ἐξοίσει τὴν κατακάρπωσιν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν.
    6καὶ πῦρ ἐπὶ τὸ θυσιαστήριον καυθήσεται ἀπ᾽ αὐτοῦ καὶ οὐ σβεσθήσεται, καὶ καύσει ὁ ἱερεὺς ἐπ᾽ αὐτὸ ξύλα τὸ πρωὶ καὶ στοιβάσει ἐπ᾽ αὐτοῦ τὴν ὁλοκαύτωσιν καὶ ἐπιθήσει ἐπ᾽ αὐτὸ τὸ στέαρ τοῦ σωτηρίου·
    6καὶ πῦρ διὰ παντὸς καυθήσεται ἐπὶ τὸ θυσιαστήριον, οὐ σβεσθήσεται.
    6Οὗτος ὁ νόμος τῆς θυσίας, ἣν προσάξουσιν αὐτὴν οἱ υἱοὶ Ααρων ἔναντι κυρίου ἀπέναντι τοῦ θυσιαστηρίου·
    6καὶ ἀφελεῖ ἀπ᾽ αὐτοῦ τῇ δρακὶ ἀπὸ τῆς σεμιδάλεως τῆς θυσίας σὺν τῷ ἐλαίῳ αὐτῆς καὶ σὺν τῷ λιβάνῳ αὐτῆς τὰ ὄντα ἐπὶ τῆς θυσίας καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον κάρπωμα· ὀσμὴ εὐωδίας, τὸ μνημόσυνον αὐτῆς τῷ κυρίῳ.
    6τὸ δὲ καταλειφθὲν ἀπ᾽ αὐτῆς ἔδεται Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ· ἄζυμα βρωθήσεται ἐν τόπῳ ἁγίῳ, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἔδονται αὐτήν.
    6οὐ πεφθήσεται ἐζυμωμένη· μερίδα αὐτὴν ἔδωκα αὐτοῖς ἀπὸ τῶν καρπωμάτων κυρίου· ἅγια ἁγίων ὥσπερ τὸ τῆς ἁμαρτίας καὶ ὥσπερ τὸ τῆς πλημμελείας.
    6πᾶν ἀρσενικὸν τῶν ἱερέων ἔδονται αὐτήν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἀπὸ τῶν καρπωμάτων κυρίου. πᾶς, ὃς ἐὰν ἅψηται αὐτῶν, ἁγιασθήσεται.
    6Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    6Τοῦτο τὸ δῶρον Ααρων καὶ τῶν υἱῶν αὐτοῦ, ὃ προσοίσουσιν κυρίῳ ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν χρίσῃς αὐτόν· τὸ δέκατον τοῦ οιφι σεμιδάλεως εἰς θυσίαν διὰ παντός, τὸ ἥμισυ αὐτῆς τὸ πρωὶ καὶ τὸ ἥμισυ αὐτῆς τὸ δειλινόν.
    6ἐπὶ τηγάνου ἐν ἐλαίῳ ποιηθήσεται, πεφυραμένην οἴσει αὐτήν, ἑλικτά, θυσίαν ἐκ κλασμάτων, θυσίαν ὀσμὴν εὐωδίας κυρίῳ.
    6ὁ ἱερεὺς ὁ χριστὸς ἀντ᾽ αὐτοῦ ἐκ τῶν υἱῶν αὐτοῦ ποιήσει αὐτήν· νόμος αἰώνιος, ἅπαν ἐπιτελεσθήσεται.
    6καὶ πᾶσα θυσία ἱερέως ὁλόκαυτος ἔσται καὶ οὐ βρωθήσεται.
    6Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    6Λάλησον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων Οὗτος ὁ νόμος τῆς ἁμαρτίας· ἐν τόπῳ, οὗ σφάζουσιν τὸ ὁλοκαύτωμα, σφάξουσιν τὰ περὶ τῆς ἁμαρτίας ἔναντι κυρίου· ἅγια ἁγίων ἐστίν.
    6ὁ ἱερεὺς ὁ ἀναφέρων αὐτὴν ἔδεται αὐτήν· ἐν τόπῳ ἁγίῳ βρωθήσεται, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου.
    6πᾶς ὁ ἁπτόμενος τῶν κρεῶν αὐτῆς ἁγιασθήσεται· καὶ ᾧ ἐὰν ἐπιρραντισθῇ ἀπὸ τοῦ αἵματος αὐτῆς ἐπὶ τὸ ἱμάτιον, ὃ ἐὰν ῥαντισθῇ ἐπ᾽ αὐτὸ πλυθήσεται ἐν τόπῳ ἁγίῳ.
    6καὶ σκεῦος ὀστράκινον, οὗ ἐὰν ἑψηθῇ ἐν αὐτῷ, συντριβήσεται· ἐὰν δὲ ἐν σκεύει χαλκῷ ἑψηθῇ, ἐκτρίψει αὐτὸ καὶ ἐκκλύσει ὕδατι.
    6πᾶς ἄρσην ἐν τοῖς ἱερεῦσιν φάγεται αὐτά· ἅγια ἁγίων ἐστὶν κυρίου.
    6καὶ πάντα τὰ περὶ τῆς ἁμαρτίας, ὧν ἐὰν εἰσενεχθῇ ἀπὸ τοῦ αἵματος αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, οὐ βρωθήσεται· ἐν πυρὶ κατακαυθήσεται.
    7Καὶ οὗτος ὁ νόμος τοῦ κριοῦ τοῦ περὶ τῆς πλημμελείας· ἅγια ἁγίων ἐστίν.
    7ἐν τόπῳ, οὗ σφάζουσιν τὸ ὁλοκαύτωμα, σφάξουσιν τὸν κριὸν τῆς πλημμελείας ἔναντι κυρίου, καὶ τὸ αἷμα προσχεεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου κύκλῳ.
    7καὶ πᾶν τὸ στέαρ αὐτοῦ προσοίσει ἀπ᾽ αὐτοῦ, καὶ τὴν ὀσφὺν καὶ πᾶν τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων
    7καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾽ αὐτῶν τὸ ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος [σὺν τοῖς νεφροῖς περιελεῖ αὐτά],
    7καὶ ἀνοίσει αὐτὰ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα τῷ κυρίῳ· περὶ πλημμελείας ἐστίν.
    7πᾶς ἄρσην ἐκ τῶν ἱερέων ἔδεται αὐτά, ἐν τόπῳ ἁγίῳ ἔδονται αὐτά· ἅγια ἁγίων ἐστίν.
    7ὥσπερ τὸ περὶ τῆς ἁμαρτίας, οὕτω καὶ τὸ τῆς πλημμελείας, νόμος εἷς αὐτῶν· ὁ ἱερεύς, ὅστις ἐξιλάσεται ἐν αὐτῷ, αὐτῷ ἔσται.
    7καὶ ὁ ἱερεὺς ὁ προσάγων ὁλοκαύτωμα ἀνθρώπου, τὸ δέρμα τῆς ὁλοκαυτώσεως, ἧς αὐτὸς προσφέρει, αὐτῷ ἔσται.
    7καὶ πᾶσα θυσία, ἥτις ποιηθήσεται ἐν τῷ κλιβάνῳ, καὶ πᾶσα, ἥτις ποιηθήσεται ἐπ᾽ ἐσχάρας ἢ ἐπὶ τηγάνου, τοῦ ἱερέως τοῦ προσφέροντος αὐτήν, αὐτῷ ἔσται.
    7καὶ πᾶσα θυσία ἀναπεποιημένη ἐν ἐλαίῳ καὶ μὴ ἀναπεποιημένη πᾶσι τοῖς υἱοῖς Ααρων ἔσται, ἑκάστῳ τὸ ἴσον.
    7Οὗτος ὁ νόμος θυσίας σωτηρίου, ἣν προσοίσουσιν κυρίῳ.
    7ἐὰν μὲν περὶ αἰνέσεως προσφέρῃ αὐτήν, καὶ προσοίσει ἐπὶ τῆς θυσίας τῆς αἰνέσεως ἄρτους ἐκ σεμιδάλεως ἀναπεποιημένους ἐν ἐλαίῳ, λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ·
    7ἐπ᾽ ἄρτοις ζυμίταις προσοίσει τὰ δῶρα αὐτοῦ ἐπὶ θυσίᾳ αἰνέσεως σωτηρίου.
    7καὶ προσάξει ἓν ἀπὸ πάντων τῶν δώρων αὐτοῦ ἀφαίρεμα κυρίῳ· τῷ ἱερεῖ τῷ προσχέοντι τὸ αἷμα τοῦ σωτηρίου, αὐτῷ ἔσται.
    7καὶ τὰ κρέα θυσίας αἰνέσεως σωτηρίου αὐτῷ ἔσται καὶ ἐν ᾗ ἡμέρᾳ δωρεῖται, βρωθήσεται· οὐ καταλείψουσιν ἀπ᾽ αὐτοῦ εἰς τὸ πρωί.
    7κἂν εὐχή, ἢ ἑκούσιον θυσιάζῃ τὸ δῶρον αὐτοῦ, ᾗ ἂν ἡμέρᾳ προσαγάγῃ τὴν θυσίαν αὐτοῦ, βρωθήσεται καὶ τῇ αὔριον·
    7καὶ τὸ καταλειφθὲν ἀπὸ τῶν κρεῶν τῆς θυσίας ἕως ἡμέρας τρίτης ἐν πυρὶ κατακαυθήσεται.
    7ἐὰν δὲ φαγὼν φάγῃ ἀπὸ τῶν κρεῶν τῇ ἡμέρᾳ τῇ τρίτῃ, οὐ δεχθήσεται αὐτῷ τῷ προσφέροντι αὐτό, οὐ λογισθήσεται αὐτῷ, μίασμά ἐστιν· ἡ δὲ ψυχή, ἥτις ἐὰν φάγῃ ἀπ᾽ αὐτοῦ, τὴν ἁμαρτίαν λήμψεται.
    7καὶ κρέα, ὅσα ἂν ἅψηται παντὸς ἀκαθάρτου, οὐ βρωθήσεται, ἐν πυρὶ κατακαυθήσεται. πᾶς καθαρὸς φάγεται κρέα.
    7ἡ δὲ ψυχή, ἥτις ἐὰν φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου, ὅ ἐστιν κυρίου, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ᾽ αὐτοῦ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.
    7καὶ ψυχή, ἣ ἂν ἅψηται παντὸς πράγματος ἀκαθάρτου ἢ ἀπὸ ἀκαθαρσίας ἀνθρώπου ἢ τῶν τετραπόδων τῶν ἀκαθάρτων ἢ παντὸς βδελύγματος ἀκαθάρτου καὶ φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου, ὅ ἐστιν κυρίου, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.
    7Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    7Λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων Πᾶν στέαρ βοῶν καὶ προβάτων καὶ αἰγῶν οὐκ ἔδεσθε.
    7καὶ στέαρ θνησιμαίων καὶ θηριάλωτον ποιηθήσεται εἰς πᾶν ἔργον καὶ εἰς βρῶσιν οὐ βρωθήσεται.
    7πᾶς ὁ ἔσθων στέαρ ἀπὸ τῶν κτηνῶν, ὧν προσάξει αὐτῶν κάρπωμα κυρίῳ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς.
    7πᾶν αἷμα οὐκ ἔδεσθε ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν ἀπό τε τῶν πετεινῶν καὶ ἀπὸ τῶν κτηνῶν.
    7πᾶσα ψυχή, ἣ ἄν φάγῃ αἷμα, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς.
    7Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    7Καὶ τοῖς υἱοῖς Ισραηλ λαλήσεις λέγων Ὁ προσφέρων θυσίαν σωτηρίου κυρίῳ οἴσει τὸ δῶρον αὐτοῦ κυρίῳ ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου.
    7αἱ χεῖρες αὐτοῦ προσοίσουσιν τὰ καρπώματα κυρίῳ· τὸ στέαρ τὸ ἐπὶ τοῦ στηθυνίου καὶ τὸν λοβὸν τοῦ ἥπατος, προσοίσει αὐτὰ ὥστε ἐπιθεῖναι δόμα ἔναντι κυρίου.
    7καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ στέαρ ἐπὶ τοῦ θυσιαστηρίου, καὶ ἔσται τὸ στηθύνιον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ.
    7καὶ τὸν βραχίονα τὸν δεξιὸν δώσετε ἀφαίρεμα τῷ ἱερεῖ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν·
    7ὁ προσφέρων τὸ αἷμα τοῦ σωτηρίου καὶ τὸ στέαρ ἀπὸ τῶν υἱῶν Ααρων, αὐτῷ ἔσται ὁ βραχίων ὁ δεξιὸς ἐν μερίδι.
    7τὸ γὰρ στηθύνιον τοῦ ἐπιθέματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος εἴληφα παρὰ τῶν υἱῶν Ισραηλ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν καὶ ἔδωκα αὐτὰ Ααρων τῷ ἱερεῖ καὶ τοῖς υἱοῖς αὐτοῦ νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν Ισραηλ.
    7Αὕτη ἡ χρῖσις Ααρων καὶ ἡ χρῖσις τῶν υἱῶν αὐτοῦ ἀπὸ τῶν καρπωμάτων κυρίου ἐν ᾗ ἡμέρᾳ προσηγάγετο αὐτοὺς τοῦ ἱερατεύειν τῷ κυρίῳ,
    7καθὰ ἐνετείλατο κύριος δοῦναι αὐτοῖς ᾗ ἡμέρᾳ ἔχρισεν αὐτούς, παρὰ τῶν υἱῶν Ισραηλ· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν.
    7οὗτος ὁ νόμος τῶν ὁλοκαυτωμάτων καὶ θυσίας καὶ περὶ ἁμαρτίας καὶ τῆς πλημμελείας καὶ τῆς τελειώσεως καὶ τῆς θυσίας τοῦ σωτηρίου,
    7ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ ἐν τῷ ὄρει Σινα ᾗ ἡμέρᾳ ἐνετείλατο τοῖς υἱοῖς Ισραηλ προσφέρειν τὰ δῶρα αὐτῶν ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινα.
    8Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    8Λαβὲ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς αὐτοῦ καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας καὶ τοὺς δύο κριοὺς καὶ τὸ κανοῦν τῶν ἀζύμων
    8καὶ πᾶσαν τὴν συναγωγὴν ἐκκλησίασον ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.
    8καὶ ἐποίησεν Μωυσῆς ὃν τρόπον συνέταξεν αὐτῷ κύριος, καὶ ἐξεκκλησίασεν τὴν συναγωγὴν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.
    8καὶ εἶπεν Μωυσῆς τῇ συναγωγῇ Τοῦτό ἐστιν τὸ ῥῆμα, ὃ ἐνετείλατο κύριος ποιῆσαι.
    8καὶ προσήνεγκεν Μωυσῆς τὸν Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἔλουσεν αὐτοὺς ὕδατι·
    8καὶ ἐνέδυσεν αὐτὸν τὸν χιτῶνα καὶ ἔζωσεν αὐτὸν τὴν ζώνην καὶ ἐνέδυσεν αὐτὸν τὸν ὑποδύτην καὶ ἐπέθηκεν ἐπ᾽ αὐτὸν τὴν ἐπωμίδα καὶ συνέζωσεν αὐτὸν κατὰ τὴν ποίησιν τῆς ἐπωμίδος καὶ συνέσφιγξεν αὐτὸν ἐν αὐτῇ·
    8καὶ ἐπέθηκεν ἐπ᾽ αὐτὴν τὸ λογεῖον καὶ ἐπέθηκεν ἐπὶ τὸ λογεῖον τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν·
    8καὶ ἐπέθηκεν τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐπέθηκεν ἐπὶ τὴν μίτραν κατὰ πρόσωπον αὐτοῦ τὸ πέταλον τὸ χρυσοῦν τὸ καθηγιασμένον ἅγιον, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.
    8καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως
    8καὶ ἔρρανεν ἀπ᾽ αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον ἑπτάκις καὶ ἔχρισεν τὸ θυσιαστήριον καὶ ἡγίασεν αὐτὸ καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ καὶ ἡγίασεν αὐτά· καὶ ἔχρισεν τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ καὶ ἡγίασεν αὐτήν.
    8καὶ ἐπέχεεν Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως ἐπὶ τὴν κεφαλὴν Ααρων καὶ ἔχρισεν αὐτὸν καὶ ἡγίασεν αὐτόν.
    8καὶ προσήγαγεν Μωυσῆς τοὺς υἱοὺς Ααρων καὶ ἐνέδυσεν αὐτοὺς χιτῶνας καὶ ἔζωσεν αὐτοὺς ζώνας καὶ περιέθηκεν αὐτοῖς κιδάρεις, καθάπερ συνέταξεν κύριος τῷ Μωυσῇ.
    8καὶ προσήγαγεν Μωυσῆς τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας, καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας.
    8καὶ ἔσφαξεν αὐτὸν καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ αἵματος καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλῳ τῷ δακτύλῳ καὶ ἐκαθάρισεν τὸ θυσιαστήριον· καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου καὶ ἡγίασεν αὐτὸ τοῦ ἐξιλάσασθαι ἐπ᾽ αὐτοῦ.
    8καὶ ἔλαβεν Μωυσῆς πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος καὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾽ αὐτῶν, καὶ ἀνήνεγκεν Μωυσῆς ἐπὶ τὸ θυσιαστήριον·
    8καὶ τὸν μόσχον καὶ τὴν βύρσαν αὐτοῦ καὶ τὰ κρέα αὐτοῦ καὶ τὴν κόπρον αὐτοῦ καὶ κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τῆς παρεμβολῆς, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.
    8καὶ προσήγαγεν Μωυσῆς τὸν κριὸν τὸν εἰς ὁλοκαύτωμα, καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ.
    8καὶ ἔσφαξεν Μωυσῆς τὸν κριόν, καὶ προσέχεεν Μωυσῆς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ.
    8καὶ τὸν κριὸν ἐκρεανόμησεν κατὰ μέλη καὶ ἀνήνεγκεν Μωυσῆς τὴν κεφαλὴν καὶ τὰ μέλη καὶ τὸ στέαρ·
    8καὶ τὴν κοιλίαν καὶ τοὺς πόδας ἔπλυνεν ὕδατι καὶ ἀνήνεγκεν Μωυσῆς ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον· ὁλοκαύτωμα, ὅ ἐστιν εἰς ὀσμὴν εὐωδίας, κάρπωμά ἐστιν τῷ κυρίῳ, καθάπερ ἐνετείλατο κύριος τῷ Μωυσῇ.
    8καὶ προσήγαγεν Μωυσῆς τὸν κριὸν τὸν δεύτερον, κριὸν τελειώσεως· καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ.
    8καὶ ἔσφαξεν αὐτὸν καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ αἵματος αὐτοῦ καὶ ἐπέθηκεν ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς Ααρων τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ.
    8καὶ προσήγαγεν Μωυσῆς τοὺς υἱοὺς Ααρων, καὶ ἐπέθηκεν Μωυσῆς ἀπὸ τοῦ αἵματος ἐπὶ τοὺς λοβοὺς τῶν ὤτων τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν, καὶ προσέχεεν Μωυσῆς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ.
    8καὶ ἔλαβεν τὸ στέαρ καὶ τὴν ὀσφὺν καὶ τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾽ αὐτῶν καὶ τὸν βραχίονα τὸν δεξιόν·
    8καὶ ἀπὸ τοῦ κανοῦ τῆς τελειώσεως τοῦ ὄντος ἔναντι κυρίου ἔλαβεν ἄρτον ἕνα ἄζυμον καὶ ἄρτον ἐξ ἐλαίου ἕνα καὶ λάγανον ἓν καὶ ἐπέθηκεν ἐπὶ τὸ στέαρ καὶ τὸν βραχίονα τὸν δεξιόν·
    8καὶ ἐπέθηκεν ἅπαντα ἐπὶ τὰς χεῖρας Ααρων καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ καὶ ἀνήνεγκεν αὐτὰ ἀφαίρεμα ἔναντι κυρίου.
    8καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τῶν χειρῶν αὐτῶν, καὶ ἀνήνεγκεν αὐτὰ Μωυσῆς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὸ ὁλοκαύτωμα τῆς τελειώσεως, ὅ ἐστιν ὀσμὴ εὐωδίας· κάρπωμά ἐστιν τῷ κυρίῳ.
    8καὶ λαβὼν Μωυσῆς τὸ στηθύνιον ἀφεῖλεν αὐτὸ ἐπίθεμα ἔναντι κυρίου ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, καὶ ἐγένετο Μωυσῇ ἐν μερίδι, καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ.
    8καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως καὶ ἀπὸ τοῦ αἵματος τοῦ ἐπὶ τοῦ θυσιαστηρίου καὶ προσέρρανεν ἐπὶ Ααρων καὶ τὰς στολὰς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ᾽ αὐτοῦ καὶ ἡγίασεν Ααρων καὶ τὰς στολὰς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ᾽ αὐτοῦ.
    8καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ Ἑψήσατε τὰ κρέα ἐν τῇ αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τόπῳ ἁγίῳ καὶ ἐκεῖ φάγεσθε αὐτὰ καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ τῆς τελειώσεως, ὃν τρόπον συντέτακταί μοι λέγων Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ φάγονται αὐτά·
    8καὶ τὸ καταλειφθὲν τῶν κρεῶν καὶ τῶν ἄρτων ἐν πυρὶ κατακαυθήσεται.
    8καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἑπτὰ ἡμέρας, ἕως ἡμέρα πληρωθῇ, ἡμέρα τελειώσεως ὑμῶν· ἑπτὰ γὰρ ἡμέρας τελειώσει τὰς χεῖρας ὑμῶν.
    8καθάπερ ἐποίησεν ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἐνετείλατο κύριος τοῦ ποιῆσαι ὥστε ἐξιλάσασθαι περὶ ὑμῶν.
    8καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καθήσεσθε ἑπτὰ ἡμέρας ἡμέραν καὶ νύκτα· φυλάξεσθε τὰ φυλάγματα κυρίου, ἵνα μὴ ἀποθάνητε· οὕτως γὰρ ἐνετείλατό μοι κύριος ὁ θεός.
    8καὶ ἐποίησεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ πάντας τοὺς λόγους, οὓς συνέταξεν κύριος τῷ Μωυσῇ.
    9Καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐκάλεσεν Μωυσῆς Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὴν γερουσίαν Ισραηλ.
    9καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων Λαβὲ σεαυτῷ μοσχάριον ἐκ βοῶν περὶ ἁμαρτίας καὶ κριὸν εἰς ὁλοκαύτωμα, ἄμωμα, καὶ προσένεγκε αὐτὰ ἔναντι κυρίου·
    9καὶ τῇ γερουσίᾳ Ισραηλ λάλησον λέγων Λάβετε χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας καὶ μοσχάριον καὶ ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωσιν, ἄμωμα,
    9καὶ μόσχον καὶ κριὸν εἰς θυσίαν σωτηρίου ἔναντι κυρίου καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ, ὅτι σήμερον κύριος ὀφθήσεται ἐν ὑμῖν.
    9καὶ ἔλαβον, καθὸ ἐνετείλατο Μωυσῆς, ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ προσῆλθεν πᾶσα συναγωγὴ καὶ ἔστησαν ἔναντι κυρίου.
    9καὶ εἶπεν Μωυσῆς Τοῦτο τὸ ῥῆμα, ὃ εἶπεν κύριος, ποιήσατε, καὶ ὀφθήσεται ἐν ὑμῖν δόξα κυρίου.
    9καὶ εἶπεν Μωυσῆς τῷ Ααρων Πρόσελθε πρὸς τὸ θυσιαστήριον καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά σου καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου· καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ καὶ ἐξίλασαι περὶ αὐτῶν, καθάπερ ἐνετείλατο κύριος τῷ Μωυσῇ.
    9καὶ προσῆλθεν Ααρων πρὸς τὸ θυσιαστήριον καὶ ἔσφαξεν τὸ μοσχάριον τὸ περὶ τῆς ἁμαρτίας·
    9καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἷμα πρὸς αὐτόν, καὶ ἔβαψεν τὸν δάκτυλον εἰς τὸ αἷμα καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου·
    9καὶ τὸ στέαρ καὶ τοὺς νεφροὺς καὶ τὸν λοβὸν τοῦ ἥπατος τοῦ περὶ τῆς ἁμαρτίας ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον, ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ·
    9καὶ τὰ κρέα καὶ τὴν βύρσαν, κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τῆς παρεμβολῆς.
    9καὶ ἔσφαξεν τὸ ὁλοκαύτωμα· καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἷμα πρὸς αὐτόν, καὶ προσέχεεν ἐπὶ τὸ θυσιαστήριον κύκλῳ·
    9καὶ τὸ ὁλοκαύτωμα προσήνεγκαν αὐτῷ κατὰ μέλη, αὐτὰ καὶ τὴν κεφαλήν, καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον·
    9καὶ ἔπλυνεν τὴν κοιλίαν καὶ τοὺς πόδας ὕδατι καὶ ἐπέθηκεν ἐπὶ τὸ ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον.
    9καὶ προσήνεγκαν τὸ δῶρον τοῦ λαοῦ· καὶ ἔλαβεν τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας τοῦ λαοῦ καὶ ἔσφαξεν αὐτὸ καθὰ καὶ τὸ πρῶτον.
    9καὶ προσήνεγκεν τὸ ὁλοκαύτωμα καὶ ἐποίησεν αὐτό, ὡς καθήκει.
    9καὶ προσήνεγκεν τὴν θυσίαν καὶ ἔπλησεν τὰς χεῖρας ἀπ᾽ αὐτῆς καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον χωρὶς τοῦ ὁλοκαυτώματος τοῦ πρωινοῦ.
    9καὶ ἔσφαξεν τὸν μόσχον καὶ τὸν κριὸν τῆς θυσίας τοῦ σωτηρίου τῆς τοῦ λαοῦ· καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἷμα πρὸς αὐτόν, καὶ προσέχεεν πρὸς τὸ θυσιαστήριον κύκλῳ·
    9καὶ τὸ στέαρ τὸ ἀπὸ τοῦ μόσχου καὶ τοῦ κριοῦ, τὴν ὀσφὴν καὶ τὸ στέαρ τὸ κατακαλύπτον ἐπὶ τῆς κοιλίας καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾽ αὐτῶν καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος,
    9καὶ ἐπέθηκεν τὰ στέατα ἐπὶ τὰ στηθύνια, καὶ ἀνήνεγκαν τὰ στέατα ἐπὶ τὸ θυσιαστήριον.
    9καὶ τὸ στηθύνιον καὶ τὸν βραχίονα τὸν δεξιὸν ἀφεῖλεν Ααρων ἀφαίρεμα ἔναντι κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ. -
    9καὶ ἐξάρας Ααρων τὰς χεῖρας ἐπὶ τὸν λαὸν εὐλόγησεν αὐτούς· καὶ κατέβη ποιήσας τὸ περὶ τῆς ἁμαρτίας καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ τοῦ σωτηρίου.
    9καὶ εἰσῆλθεν Μωυσῆς καὶ Ααρων εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐξελθόντες εὐλόγησαν πάντα τὸν λαόν, καὶ ὤφθη ἡ δόξα κυρίου παντὶ τῷ λαῷ.
    9καὶ ἐξῆλθεν πῦρ παρὰ κυρίου καὶ κατέφαγεν τὰ ἐπὶ τοῦ θυσιαστηρίου, τά τε ὁλοκαυτώματα καὶ τὰ στέατα, καὶ εἶδεν πᾶς ὁ λαὸς καὶ ἐξέστη καὶ ἔπεσαν ἐπὶ πρόσωπον.
    10Καὶ λαβόντες οἱ δύο υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ ἕκαστος τὸ πυρεῖον αὐτοῦ ἐπέθηκαν ἐπ᾽ αὐτὸ πῦρ καὶ ἐπέβαλον ἐπ᾽ αὐτὸ θυμίαμα καὶ προσήνεγκαν ἔναντι κυρίου πῦρ ἀλλότριον, ὃ οὐ προσέταξεν κύριος αὐτοῖς.
    10καὶ ἐξῆλθεν πῦρ παρὰ κυρίου καὶ κατέφαγεν αὐτούς, καὶ ἀπέθανον ἔναντι κυρίου.
    10καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων Τοῦτό ἐστιν, ὃ εἶπεν κύριος λέγων Ἐν τοῖς ἐγγίζουσίν μοι ἁγιασθήσομαι καὶ ἐν πάσῃ τῇ συναγωγῇ δοξασθήσομαι. καὶ κατενύχθη Ααρων.
    10καὶ ἐκάλεσεν Μωυσῆς τὸν Μισαδαι καὶ τὸν Ελισαφαν υἱοὺς Οζιηλ υἱοὺς τοῦ ἀδελφοῦ τοῦ πατρὸς Ααρων καὶ εἶπεν αὐτοῖς Προσέλθατε καὶ ἄρατε τοὺς ἀδελφοὺς ὑμῶν ἐκ προσώπου τῶν ἁγίων ἔξω τῆς παρεμβολῆς.
    10καὶ προσῆλθον καὶ ἦραν ἐν τοῖς χιτῶσιν αὐτῶν ἔξω τῆς παρεμβολῆς, ὃν τρόπον εἶπεν Μωυσῆς.
    10καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων καὶ Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς αὐτοῦ τοὺς καταλελειμμένους Τὴν κεφαλὴν ὑμῶν οὐκ ἀποκιδαρώσετε καὶ τὰ ἱμάτια ὑμῶν οὐ διαρρήξετε, ἵνα μὴ ἀποθάνητε καὶ ἐπὶ πᾶσαν τὴν συναγωγὴν ἔσται θυμός· οἱ ἀδελφοὶ ὑμῶν πᾶς ὁ οἶκος Ισραηλ κλαύσονται τὸν ἐμπυρισμόν, ὃν ἐνεπυρίσθησαν ὑπὸ κυρίου.
    10καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε, ἵνα μὴ ἀποθάνητε· τὸ γὰρ ἔλαιον τῆς χρίσεως τὸ παρὰ κυρίου ἐφ᾽ ὑμῖν. καὶ ἐποίησαν κατὰ τὸ ῥῆμα Μωυσῆ.
    10Καὶ ἐλάλησεν κύριος τῷ Ααρων λέγων
    10Οἶνον καὶ σικερα οὐ πίεσθε, σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἢ προσπορευομένων ὑμῶν πρὸς τὸ θυσιαστήριον, καὶ οὐ μὴ ἀποθάνητε [νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν]
    10διαστεῖλαι ἀνὰ μέσον τῶν ἁγίων καὶ τῶν βεβήλων καὶ ἀνὰ μέσον τῶν ἀκαθάρτων καὶ τῶν καθαρῶν.
    10καὶ συμβιβάσεις τοὺς υἱοὺς Ισραηλ πάντα τὰ νόμιμα, ἃ ἐλάλησεν κύριος πρὸς αὐτοὺς διὰ χειρὸς Μωυσῆ.
    10Καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων καὶ πρὸς Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς Ααρων τοὺς καταλειφθέντας Λάβετε τὴν θυσίαν τὴν καταλειφθεῖσαν ἀπὸ τῶν καρπωμάτων κυρίου καὶ φάγεσθε ἄζυμα παρὰ τὸ θυσιαστήριον· ἅγια ἁγίων ἐστίν.
    10καὶ φάγεσθε αὐτὴν ἐν τόπῳ ἁγίῳ· νόμιμον γάρ σοί ἐστιν καὶ νόμιμον τοῖς υἱοῖς σου τοῦτο ἀπὸ τῶν καρπωμάτων κυρίου· οὕτω γὰρ ἐντέταλταί μοι.
    10καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος φάγεσθε ἐν τόπῳ ἁγίῳ, σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκός σου μετὰ σοῦ· νόμιμον γὰρ σοὶ καὶ νόμιμον τοῖς υἱοῖς σου ἐδόθη ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου τῶν υἱῶν Ισραηλ.
    10τὸν βραχίονα τοῦ ἀφαιρέματος καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος ἐπὶ τῶν καρπωμάτων τῶν στεάτων προσοίσουσιν, ἀφόρισμα ἀφορίσαι ἔναντι κυρίου· καὶ ἔσται σοὶ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσιν σου μετὰ σοῦ νόμιμον αἰώνιον, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.
    10Καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ζητῶν ἐξεζήτησεν Μωυσῆς, καὶ ὅδε ἐνεπεπύριστο· καὶ ἐθυμώθη Μωυσῆς ἐπὶ Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς Ααρων τοὺς καταλελειμμένους λέγων
    10Διὰ τί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; ὅτι γὰρ ἅγια ἁγίων ἐστίν, τοῦτο ἔδωκεν ὑμῖν φαγεῖν, ἵνα ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς καὶ ἐξιλάσησθε περὶ αὐτῶν ἔναντι κυρίου·
    10οὐ γὰρ εἰσήχθη τοῦ αἵματος αὐτοῦ εἰς τὸ ἅγιον· κατὰ πρόσωπον ἔσω φάγεσθε αὐτὸ ἐν τόπῳ ἁγίῳ, ὃν τρόπον μοι συνέταξεν κύριος.
    10καὶ ἐλάλησεν Ααρων πρὸς Μωυσῆν λέγων Εἰ σήμερον προσαγειόχασιν τὰ περὶ τῆς ἁμαρτίας αὐτῶν καὶ τὰ ὁλοκαυτώματα αὐτῶν ἔναντι κυρίου, καὶ συμβέβηκέν μοι ταῦτα· καὶ φάγομαι τὰ περὶ τῆς ἁμαρτίας σήμερον, μὴ ἀρεστὸν ἔσται κυρίῳ;
    10καὶ ἤκουσεν Μωυσῆς, καὶ ἤρεσεν αὐτῷ.
    11Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
    11Λαλήσατε τοῖς υἱοῖς Ισραηλ λέγοντες Ταῦτα τὰ κτήνη, ἃ φάγεσθε ἀπὸ πάντων τῶν κτηνῶν τῶν ἐπὶ τῆς γῆς·
    11πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσιν, ταῦτα φάγεσθε.
    11πλὴν ἀπὸ τούτων οὐ φάγεσθε· ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον, ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο, ὁπλὴν δὲ οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν·
    11καὶ τὸν δασύποδα, ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν·
    11καὶ τὸν χοιρογρύλλιον, ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν·
    11καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν τοῦτο καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς, καὶ τοῦτο οὐκ ἀνάγει μηρυκισμόν, ἀκάθαρτον τοῦτο ὑμῖν·
    11ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε, ἀκάθαρτα ταῦτα ὑμῖν.
    11Καὶ ταῦτα, ἃ φάγεσθε ἀπὸ πάντων τῶν ἐν τοῖς ὕδασιν· πάντα, ὅσα ἐστὶν αὐτοῖς πτερύγια καὶ λεπίδες ἐν τοῖς ὕδασιν καὶ ἐν ταῖς θαλάσσαις καὶ ἐν τοῖς χειμάρροις, ταῦτα φάγεσθε.
    11καὶ πάντα, ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια οὐδὲ λεπίδες ἐν τῷ ὕδατι ἢ ἐν ταῖς θαλάσσαις καὶ ἐν τοῖς χειμάρροις, ἀπὸ πάντων, ὧν ἐρεύγεται τὰ ὕδατα, καὶ ἀπὸ πάσης ψυχῆς ζώσης τῆς ἐν τῷ ὕδατι βδέλυγμά ἐστιν·
    11καὶ βδελύγματα ἔσονται ὑμῖν, ἀπὸ τῶν κρεῶν αὐτῶν οὐκ ἔδεσθε καὶ τὰ θνησιμαῖα αὐτῶν βδελύξεσθε·
    11καὶ πάντα, ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια καὶ λεπίδες, τῶν ἐν τῷ ὕδατι, βδέλυγμα τοῦτό ἐστιν ὑμῖν.
    11Καὶ ταῦτα βδελύξεσθε ἀπὸ τῶν πετεινῶν, καὶ οὐ βρωθήσεται, βδέλυγμά ἐστιν· τὸν ἀετὸν καὶ τὸν γρύπα καὶ τὸν ἁλιαίετον
    11καὶ τὸν γύπα καὶ ἰκτῖνα καὶ τὰ ὅμοια αὐτῷ
    11καὶ κόρακα καὶ τὰ ὅμοια αὐτῷ
    11καὶ στρουθὸν καὶ γλαῦκα καὶ λάρον καὶ τὰ ὅμοια αὐτῷ καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ
    11καὶ νυκτικόρακα καὶ καταρράκτην καὶ ἶβιν
    11καὶ πορφυρίωνα καὶ πελεκᾶνα καὶ κύκνον
    11καὶ γλαῦκα καὶ ἐρωδιὸν καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτῷ καὶ ἔποπα καὶ νυκτερίδα. -
    11καὶ πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν, ἃ πορεύεται ἐπὶ τέσσαρα, βδελύγματά ἐστιν ὑμῖν.
    11ἀλλὰ ταῦτα φάγεσθε ἀπὸ τῶν ἑρπετῶν τῶν πετεινῶν, ἃ πορεύεται ἐπὶ τέσσαρα· ἃ ἔχει σκέλη ἀνώτερον τῶν ποδῶν αὐτοῦ πηδᾶν ἐν αὐτοῖς ἐπὶ τῆς γῆς.
    11καὶ ταῦτα φάγεσθε ἀπ᾽ αὐτῶν· τὸν βροῦχον καὶ τὰ ὅμοια αὐτῷ καὶ τὸν ἀττάκην καὶ τὰ ὅμοια αὐτῷ καὶ τὴν ἀκρίδα καὶ τὰ ὅμοια αὐτῇ καὶ τὸν ὀφιομάχην καὶ τὰ ὅμοια αὐτῷ.
    11πᾶν ἑρπετὸν ἀπὸ τῶν πετεινῶν, οἷς ἐστιν τέσσαρες πόδες, βδέλυγμά ἐστιν ὑμῖν. -
    11καὶ ἐν τούτοις μιανθήσεσθε, πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας,
    11καὶ πᾶς ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·
    11ἐν πᾶσιν τοῖς κτήνεσιν ὅ ἐστιν διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζει καὶ μηρυκισμὸν οὐ μαρυκᾶται, ἀκάθαρτα ἔσονται ὑμῖν· πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
    11καὶ πᾶς, ὃς πορεύεται ἐπὶ χειρῶν ἐν πᾶσι τοῖς θηρίοις, ἃ πορεύεται ἐπὶ τέσσαρα, ἀκάθαρτα ἔσται ὑμῖν· πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·
    11καὶ ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· ἀκάθαρτα ταῦτα ὑμῖν ἐστιν.
    11Καὶ ταῦτα ὑμῖν ἀκάθαρτα ἀπὸ τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς· ἡ γαλῆ καὶ ὁ μῦς καὶ ὁ κροκόδειλος ὁ χερσαῖος,
    11μυγαλῆ καὶ χαμαιλέων καὶ καλαβώτης καὶ σαύρα καὶ ἀσπάλαξ.
    11ταῦτα ἀκάθαρτα ὑμῖν ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς· πᾶς ὁ ἁπτόμενος αὐτῶν τεθνηκότων ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
    11καὶ πᾶν, ἐφ᾽ ὃ ἂν ἐπιπέσῃ ἀπ᾽ αὐτῶν τεθνηκότων αὐτῶν, ἀκάθαρτον ἔσται ἀπὸ παντὸς σκεύους ξυλίνου ἢ ἱματίου ἢ δέρματος ἢ σάκκου· πᾶν σκεῦος, ὃ ἐὰν ποιηθῇ ἔργον ἐν αὐτῷ, εἰς ὕδωρ βαφήσεται καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας καὶ καθαρὸν ἔσται.
    11καὶ πᾶν σκεῦος ὀστράκινον, εἰς ὃ ἐὰν πέσῃ ἀπὸ τούτων ἔνδον, ὅσα ἐὰν ἔνδον ᾖ, ἀκάθαρτα ἔσται, καὶ αὐτὸ συντριβήσεται.
    11καὶ πᾶν βρῶμα, ὃ ἔσθεται, εἰς ὃ ἐὰν ἐπέλθῃ ἐπ᾽ αὐτὸ ὕδωρ, ἀκάθαρτον ἔσται· καὶ πᾶν ποτόν, ὃ πίνεται ἐν παντὶ ἀγγείῳ, ἀκάθαρτον ἔσται.
    11καὶ πᾶν, ὃ ἐὰν πέσῃ ἀπὸ τῶν θνησιμαίων αὐτῶν ἐπ᾽ αὐτό, ἀκάθαρτον ἔσται· κλίβανοι καὶ κυθρόποδες καθαιρεθήσονται· ἀκάθαρτα ταῦτά ἐστιν καὶ ἀκάθαρτα ταῦτα ὑμῖν ἔσονται·
    11πλὴν πηγῶν ὑδάτων καὶ λάκκου καὶ συναγωγῆς ὕδατος, ἔσται καθαρόν· ὁ δὲ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται.
    11ἐὰν δὲ ἐπιπέσῃ τῶν θνησιμαίων αὐτῶν ἐπὶ πᾶν σπέρμα σπόριμον, ὃ σπαρήσεται, καθαρὸν ἔσται·
    11ἐὰν δὲ ἐπιχυθῇ ὕδωρ ἐπὶ πᾶν σπέρμα καὶ ἐπιπέσῃ τῶν θνησιμαίων αὐτῶν ἐπ᾽ αὐτό, ἀκάθαρτόν ἐστιν ὑμῖν.
    11Ἐὰν δὲ ἀποθάνῃ τῶν κτηνῶν ὅ ἐστιν ὑμῖν τοῦτο φαγεῖν, ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·
    11καὶ ὁ ἐσθίων ἀπὸ τῶν θνησιμαίων τούτων πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ ὁ αἴρων ἀπὸ θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
    11Καὶ πᾶν ἑρπετόν, ὃ ἕρπει ἐπὶ τῆς γῆς, βδέλυγμα τοῦτο ἔσται ὑμῖν, οὐ βρωθήσεται.
    11καὶ πᾶς ὁ πορευόμενος ἐπὶ κοιλίας καὶ πᾶς ὁ πορευόμενος ἐπὶ τέσσαρα διὰ παντός, ὃ πολυπληθεῖ ποσὶν ἐν πᾶσιν τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς, οὐ φάγεσθε αὐτό, ὅτι βδέλυγμα ὑμῖν ἐστιν.
    11καὶ οὐ μὴ βδελύξητε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς καὶ οὐ μιανθήσεσθε ἐν τούτοις καὶ οὐκ ἀκάθαρτοι ἔσεσθε ἐν αὐτοῖς·
    11ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν, καὶ ἁγιασθήσεσθε καὶ ἅγιοι ἔσεσθε, ὅτι ἅγιός εἰμι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, καὶ οὐ μιανεῖτε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσιν τοῖς ἑρπετοῖς τοῖς κινουμένοις ἐπὶ τῆς γῆς·
    11ὅτι ἐγώ εἰμι κύριος ὁ ἀναγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου εἶναι ὑμῶν θεός, καὶ ἔσεσθε ἅγιοι, ὅτι ἅγιός εἰμι ἐγὼ κύριος.
    11Οὗτος ὁ νόμος περὶ τῶν κτηνῶν καὶ τῶν πετεινῶν καὶ πάσης ψυχῆς τῆς κινουμένης ἐν τῷ ὕδατι καὶ πάσης ψυχῆς ἑρπούσης ἐπὶ τῆς γῆς
    11διαστεῖλαι ἀνὰ μέσον τῶν ἀκαθάρτων καὶ ἀνὰ μέσον τῶν καθαρῶν καὶ ἀνὰ μέσον τῶν ζωογονούντων τὰ ἐσθιόμενα καὶ ἀνὰ μέσον τῶν ζωογονούντων τὰ μὴ ἐσθιόμενα.
    12Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    12Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Γυνή, ἥτις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, καὶ ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας, κατὰ τὰς ἡμέρας τοῦ χωρισμοῦ τῆς ἀφέδρου αὐτῆς ἀκάθαρτος ἔσται·
    12καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτεμεῖ τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ·
    12καὶ τριάκοντα ἡμέρας καὶ τρεῖς καθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς, παντὸς ἁγίου οὐχ ἅψεται καὶ εἰς τὸ ἁγιαστήριον οὐκ εἰσελεύσεται, ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς.
    12ἐὰν δὲ θῆλυ τέκῃ, καὶ ἀκάθαρτος ἔσται δὶς ἑπτὰ ἡμέρας κατὰ τὴν ἄφεδρον· καὶ ἑξήκοντα ἡμέρας καὶ ἓξ καθεσθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς.
    12καὶ ὅταν ἀναπληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς ἐφ᾽ υἱῷ ἢ ἐπὶ θυγατρί, προσοίσει ἀμνὸν ἐνιαύσιον ἄμωμον εἰς ὁλοκαύτωμα καὶ νεοσσὸν περιστερᾶς ἢ τρυγόνα περὶ ἁμαρτίας ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα,
    12καὶ προσοίσει ἔναντι κυρίου καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς καὶ καθαριεῖ αὐτὴν ἀπὸ τῆς πηγῆς τοῦ αἵματος αὐτῆς. οὗτος ὁ νόμος τῆς τικτούσης ἄρσεν ἢ θῆλυ.
    12ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτῆς τὸ ἱκανὸν εἰς ἀμνόν, καὶ λήμψεται δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν, μίαν εἰς ὁλοκαύτωμα καὶ μίαν περὶ ἁμαρτίας, καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεύς, καὶ καθαρισθήσεται.
    13Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
    13Ἀνθρώπῳ ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ οὐλὴ σημασίας τηλαυγὴς καὶ γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ ἁφὴ λέπρας, καὶ ἀχθήσεται πρὸς Ααρων τὸν ἱερέα ἢ ἕνα τῶν υἱῶν αὐτοῦ τῶν ἱερέων.
    13καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν ἐν δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ ἡ θρὶξ ἐν τῇ ἁφῇ μεταβάλῃ λευκή, καὶ ἡ ὄψις τῆς ἁφῆς ταπεινὴ ἀπὸ τοῦ δέρματος τοῦ χρωτός, ἁφὴ λέπρας ἐστίν· καὶ ὄψεται ὁ ἱερεὺς καὶ μιανεῖ αὐτόν.
    13ἐὰν δὲ τηλαυγὴς λευκὴ ᾖ ἐν τῷ δέρματι τοῦ χρωτός, καὶ ταπεινὴ μὴ ᾖ ἡ ὄψις αὐτῆς ἀπὸ τοῦ δέρματος, καὶ ἡ θρὶξ αὐτοῦ οὐ μετέβαλεν τρίχα λευκήν, αὐτὴ δέ ἐστιν ἀμαυρά, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας.
    13καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἰδοὺ ἡ ἁφὴ μένει ἐναντίον αὐτοῦ, οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τῷ δέρματι, καὶ ἀφοριεῖ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας τὸ δεύτερον.
    13καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ τὸ δεύτερον, καὶ ἰδοὺ ἀμαυρὰ ἡ ἁφή, οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τῷ δέρματι, καθαριεῖ αὐτὸν ὁ ἱερεύς· σημασία γάρ ἐστιν· καὶ πλυνάμενος τὰ ἱμάτια καθαρὸς ἔσται.
    13ἐὰν δὲ μεταβαλοῦσα μεταπέσῃ ἡ σημασία ἐν τῷ δέρματι μετὰ τὸ ἰδεῖν αὐτὸν τὸν ἱερέα τοῦ καθαρίσαι αὐτόν, καὶ ὀφθήσεται τὸ δεύτερον τῷ ἱερεῖ,
    13καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς καὶ ἰδοὺ μετέπεσεν ἡ σημασία ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς· λέπρα ἐστίν.
    13Καὶ ἁφὴ λέπρας ἐὰν γένηται ἐν ἀνθρώπῳ, καὶ ἥξει πρὸς τὸν ἱερέα·
    13καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ οὐλὴ λευκὴ ἐν τῷ δέρματι, καὶ αὕτη μετέβαλεν τρίχα λευκήν, καὶ ἀπὸ τοῦ ὑγιοῦς τῆς σαρκὸς τῆς ζώσης ἐν τῇ οὐλῇ,
    13λέπρα παλαιουμένη ἐστίν, ἐν τῷ δέρματι τοῦ χρωτός ἐστιν, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεὺς καὶ ἀφοριεῖ αὐτόν, ὅτι ἀκάθαρτός ἐστιν.
    13ἐὰν δὲ ἐξανθοῦσα ἐξανθήσῃ ἡ λέπρα ἐν τῷ δέρματι, καὶ καλύψῃ ἡ λέπρα πᾶν τὸ δέρμα τῆς ἁφῆς ἀπὸ κεφαλῆς ἕως ποδῶν καθ᾽ ὅλην τὴν ὅρασιν τοῦ ἱερέως,
    13καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἐκάλυψεν ἡ λέπρα πᾶν τὸ δέρμα τοῦ χρωτός, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεὺς τὴν ἁφήν, ὅτι πᾶν μετέβαλεν λευκόν, καθαρόν ἐστιν.
    13καὶ ᾗ ἂν ἡμέρᾳ ὀφθῇ ἐν αὐτῷ χρὼς ζῶν, μιανθήσεται,
    13καὶ ὄψεται ὁ ἱερεὺς τὸν χρῶτα τὸν ὑγιῆ, καὶ μιανεῖ αὐτὸν ὁ χρὼς ὁ ὑγιής, ὅτι ἀκάθαρτός ἐστιν· λέπρα ἐστίν.
    13ἐὰν δὲ ἀποκαταστῇ ὁ χρὼς ὁ ὑγιὴς καὶ μεταβάλῃ λευκή, καὶ ἐλεύσεται πρὸς τὸν ἱερέα,
    13καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ μετέβαλεν ἡ ἁφὴ εἰς τὸ λευκόν, καὶ καθαριεῖ ὁ ἱερεὺς τὴν ἁφήν· καθαρός ἐστιν.
    13Καὶ σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ ἕλκος καὶ ὑγιασθῇ,
    13καὶ γένηται ἐν τῷ τόπῳ τοῦ ἕλκους οὐλὴ λευκὴ ἢ τηλαυγὴς λευκαίνουσα ἢ πυρρίζουσα, καὶ ὀφθήσεται τῷ ἱερεῖ,
    13καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἡ ὄψις ταπεινοτέρα τοῦ δέρματος, καὶ ἡ θρὶξ αὐτῆς μετέβαλεν εἰς λευκήν, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς· λέπρα ἐστίν, ἐν τῷ ἕλκει ἐξήνθησεν.
    13ἐὰν δὲ ἴδῃ ὁ ἱερεὺς καὶ ἰδοὺ οὐκ ἔστιν ἐν αὐτῷ θρὶξ λευκή, καὶ ταπεινὸν μὴ ᾖ ἀπὸ τοῦ δέρματος τοῦ χρωτός, καὶ αὐτὴ ᾖ ἀμαυρά, ἀφοριεῖ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας.
    13ἐὰν δὲ διαχέηται ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς· ἁφὴ λέπρας ἐστίν, ἐν τῷ ἕλκει ἐξήνθησεν.
    13ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ τηλαύγημα καὶ μὴ διαχέηται, οὐλὴ τοῦ ἕλκους ἐστίν, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς.
    13Καὶ σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ κατάκαυμα πυρός, καὶ γένηται ἐν τῷ δέρματι αὐτοῦ τὸ ὑγιασθὲν τοῦ κατακαύματος αὐγάζον τηλαυγὲς λευκὸν ὑποπυρρίζον ἢ ἔκλευκον,
    13καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς καὶ ἰδοὺ μετέβαλεν θρὶξ λευκὴ εἰς τὸ αὐγάζον, καὶ ἡ ὄψις αὐτοῦ ταπεινὴ ἀπὸ τοῦ δέρματος, λέπρα ἐστίν, ἐν τῷ κατακαύματι ἐξήνθησεν· καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς, ἁφὴ λέπρας ἐστίν.
    13ἐὰν δὲ ἴδῃ ὁ ἱερεὺς καὶ ἰδοὺ οὐκ ἔστιν ἐν τῷ αὐγάζοντι θρὶξ λευκή, καὶ ταπεινὸν μὴ ᾖ ἀπὸ τοῦ δέρματος, αὐτὸ δὲ ἀμαυρόν, καὶ ἀφοριεῖ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας.
    13καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· ἐὰν δὲ διαχύσει διαχέηται ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς· ἁφὴ λέπρας ἐστίν, ἐν τῷ ἕλκει ἐξήνθησεν.
    13ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ αὐγάζον καὶ μὴ διαχυθῇ ἐν τῷ δέρματι, αὐτὴ δὲ ᾖ ἀμαυρά, ἡ οὐλὴ τοῦ κατακαύματός ἐστιν, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς· ὁ γὰρ χαρακτὴρ τοῦ κατακαύματός ἐστιν.
    13Καὶ ἀνδρὶ καὶ γυναικὶ ἐὰν γένηται ἐν αὐτοῖς ἁφὴ λέπρας ἐν τῇ κεφαλῇ ἢ ἐν τῷ πώγωνι,
    13καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν καὶ ἰδοὺ ἡ ὄψις αὐτῆς ἐγκοιλοτέρα τοῦ δέρματος, ἐν αὐτῇ δὲ θρὶξ ξανθίζουσα λεπτή, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς· θραῦσμά ἐστιν, λέπρα τῆς κεφαλῆς ἢ λέπρα τοῦ πώγωνός ἐστιν.
    13καὶ ἐὰν ἴδῃ ὁ ἱερεὺς τὴν ἁφὴν τοῦ θραύσματος καὶ ἰδοὺ οὐχ ἡ ὄψις ἐγκοιλοτέρα τοῦ δέρματος, καὶ θρὶξ ξανθίζουσα οὐκ ἔστιν ἐν αὐτῇ, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν τοῦ θραύσματος ἑπτὰ ἡμέρας.
    13καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἰδοὺ οὐ διεχύθη τὸ θραῦσμα, καὶ θρὶξ ξανθίζουσα οὐκ ἔστιν ἐν αὐτῇ, καὶ ἡ ὄψις τοῦ θραύσματος οὐκ ἔστιν κοίλη ἀπὸ τοῦ δέρματος,
    13καὶ ξυρηθήσεται τὸ δέρμα, τὸ δὲ θραῦσμα οὐ ξυρηθήσεται, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὸ θραῦσμα ἑπτὰ ἡμέρας τὸ δεύτερον.
    13καὶ ὄψεται ὁ ἱερεὺς τὸ θραῦσμα τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἰδοὺ οὐ διεχύθη τὸ θραῦσμα ἐν τῷ δέρματι μετὰ τὸ ξυρηθῆναι αὐτόν, καὶ ἡ ὄψις τοῦ θραύσματος οὐκ ἔστιν κοίλη ἀπὸ τοῦ δέρματος, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς, καὶ πλυνάμενος τὰ ἱμάτια καθαρὸς ἔσται.
    13ἐὰν δὲ διαχύσει διαχέηται τὸ θραῦσμα ἐν τῷ δέρματι μετὰ τὸ καθαρισθῆναι αὐτόν,
    13καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ διακέχυται τὸ θραῦσμα ἐν τῷ δέρματι, οὐκ ἐπισκέψεται ὁ ἱερεὺς περὶ τῆς τριχὸς τῆς ξανθῆς, ὅτι ἀκάθαρτός ἐστιν.
    13ἐὰν δὲ ἐνώπιον μείνῃ τὸ θραῦσμα ἐπὶ χώρας καὶ θρὶξ μέλαινα ἀνατείλῃ ἐν αὐτῷ, ὑγίακεν τὸ θραῦσμα· καθαρός ἐστιν, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς.
    13Καὶ ἀνδρὶ ἢ γυναικὶ ἐὰν γένηται ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευκαθίζοντα,
    13καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευκαθίζοντα, ἀλφός ἐστιν, καθαρός ἐστιν· ἐξανθεῖ ἐν τῷ δέρματι τῆς σαρκὸς αὐτοῦ, καθαρός ἐστιν.
    13Ἐὰν δέ τινι μαδήσῃ ἡ κεφαλὴ αὐτοῦ, φαλακρός ἐστιν, καθαρός ἐστιν·
    13ἐὰν δὲ κατὰ πρόσωπον μαδήσῃ ἡ κεφαλὴ αὐτοῦ, ἀναφάλαντός ἐστιν, καθαρός ἐστιν.
    13ἐὰν δὲ γένηται ἐν τῷ φαλακρώματι αὐτοῦ ἢ ἐν τῷ ἀναφαλαντώματι αὐτοῦ ἁφὴ λευκὴ ἢ πυρρίζουσα, λέπρα ἐστὶν ἐν τῷ φαλακρώματι αὐτοῦ ἢ ἐν τῷ ἀναφαλαντώματι αὐτοῦ,
    13καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς καὶ ἰδοὺ ἡ ὄψις τῆς ἁφῆς λευκὴ πυρρίζουσα ἐν τῷ φαλακρώματι αὐτοῦ ἢ ἐν τῷ ἀναφαλαντώματι αὐτοῦ ὡς εἶδος λέπρας ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ,
    13ἄνθρωπος λεπρός ἐστιν· μιάνσει μιανεῖ αὐτὸν ὁ ἱερεύς, ἐν τῇ κεφαλῇ αὐτοῦ ἡ ἁφὴ αὐτοῦ.
    13Καὶ ὁ λεπρός, ἐν ᾧ ἐστιν ἡ ἁφή, τὰ ἱμάτια αὐτοῦ ἔστω παραλελυμένα καὶ ἡ κεφαλὴ αὐτοῦ ἀκατακάλυπτος, καὶ περὶ τὸ στόμα αὐτοῦ περιβαλέσθω καὶ ἀκάθαρτος κεκλήσεται·
    13πάσας τὰς ἡμέρας, ὅσας ἂν ᾖ ἐπ᾽ αὐτοῦ ἡ ἁφή, ἀκάθαρτος ὢν ἀκάθαρτος ἔσται· κεχωρισμένος καθήσεται, ἔξω τῆς παρεμβολῆς ἔσται αὐτοῦ ἡ διατριβή.
    13Καὶ ἱματίῳ ἐὰν γένηται ἐν αὐτῷ ἁφὴ λέπρας, ἐν ἱματίῳ ἐρεῷ ἢ ἐν ἱματίῳ στιππυίνῳ,
    13ἢ ἐν στήμονι ἢ ἐν κρόκῃ ἢ ἐν τοῖς λινοῖς ἢ ἐν τοῖς ἐρεοῖς ἢ ἐν δέρματι ἢ ἐν παντὶ ἐργασίμῳ δέρματι,
    13καὶ γένηται ἡ ἁφὴ χλωρίζουσα ἢ πυρρίζουσα ἐν τῷ δέρματι ἢ ἐν τῷ ἱματίῳ ἢ ἐν τῷ στήμονι ἢ ἐν τῇ κρόκῃ ἢ ἐν παντὶ σκεύει ἐργασίμῳ δέρματος, ἁφὴ λέπρας ἐστίν, καὶ δείξει τῷ ἱερεῖ.
    13καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφήν, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας.
    13καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· ἐὰν δὲ διαχέηται ἡ ἁφὴ ἐν τῷ ἱματίῳ ἢ ἐν τῷ στήμονι ἢ ἐν τῇ κρόκῃ ἢ ἐν τῷ δέρματι κατὰ πάντα, ὅσα ἂν ποιηθῇ δέρματα ἐν τῇ ἐργασίᾳ, λέπρα ἔμμονός ἐστιν ἡ ἁφή, ἀκάθαρτός ἐστιν.
    13κατακαύσει τὸ ἱμάτιον ἢ τὸν στήμονα ἢ τὴν κρόκην ἐν τοῖς ἐρεοῖς ἢ ἐν τοῖς λινοῖς ἢ ἐν παντὶ σκεύει δερματίνῳ, ἐν ᾧ ἐὰν ᾖ ἐν αὐτῷ ἡ ἁφή, ὅτι λέπρα ἔμμονός ἐστιν, ἐν πυρὶ κατακαυθήσεται.
    13ἐὰν δὲ ἴδῃ ὁ ἱερεὺς καὶ μὴ διαχέηται ἡ ἁφὴ ἐν τῷ ἱματίῳ ἢ ἐν τῷ στήμονι ἢ ἐν τῇ κρόκῃ ἢ ἐν παντὶ σκεύει δερματίνῳ,
    13καὶ συντάξει ὁ ἱερεύς, καὶ πλυνεῖ ἐφ᾽ οὗ ἐὰν ᾖ ἐπ᾽ αὐτοῦ ἡ ἁφή, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας τὸ δεύτερον·
    13καὶ ὄψεται ὁ ἱερεὺς μετὰ τὸ πλυθῆναι αὐτὸ τὴν ἁφήν, καὶ ἥδε μὴ μετέβαλεν τὴν ὄψιν ἡ ἁφή, καὶ ἡ ἁφὴ οὐ διαχεῖται, ἀκάθαρτόν ἐστιν, ἐν πυρὶ κατακαυθήσεται· ἐστήρισται ἐν τῷ ἱματίῳ ἢ ἐν τῷ στήμονι ἢ ἐν τῇ κρόκῃ.
    13καὶ ἐὰν ἴδῃ ὁ ἱερεὺς καὶ ᾖ ἀμαυρὰ ἡ ἁφὴ μετὰ τὸ πλυθῆναι αὐτό, ἀπορρήξει αὐτὸ ἀπὸ τοῦ ἱματίου ἢ ἀπὸ τοῦ δέρματος ἢ ἀπὸ τοῦ στήμονος ἢ ἀπὸ τῆς κρόκης.
    13ἐὰν δὲ ὀφθῇ ἔτι ἐν τῷ ἱματίῳ ἢ ἐν τῷ στήμονι ἢ ἐν τῇ κρόκῃ ἢ ἐν παντὶ σκεύει δερματίνῳ, λέπρα ἐξανθοῦσά ἐστιν· ἐν πυρὶ κατακαυθήσεται ἐν ᾧ ἐστὶν ἡ ἁφή.
    13καὶ τὸ ἱμάτιον ἢ ὁ στήμων ἢ ἡ κρόκη ἢ πᾶν σκεῦος δερμάτινον, ὃ πλυθήσεται καὶ ἀποστήσεται ἀπ᾽ αὐτοῦ ἡ ἁφή, καὶ πλυθήσεται τὸ δεύτερον καὶ καθαρὸν ἔσται.
    13οὗτος ὁ νόμος ἁφῆς λέπρας ἱματίου ἐρεοῦ ἢ στιππυίνου ἢ στήμονος ἢ κρόκης ἢ παντὸς σκεύους δερματίνου εἰς τὸ καθαρίσαι αὐτὸ ἢ μιᾶναι αὐτό.
    14Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    14Οὗτος ὁ νόμος τοῦ λεπροῦ, ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ· καὶ προσαχθήσεται πρὸς τὸν ἱερέα,
    14καὶ ἐξελεύσεται ὁ ἱερεὺς ἔξω τῆς παρεμβολῆς, καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἰᾶται ἡ ἁφὴ τῆς λέπρας ἀπὸ τοῦ λεπροῦ,
    14καὶ προστάξει ὁ ἱερεὺς καὶ λήμψονται τῷ κεκαθαρισμένῳ δύο ὀρνίθια ζῶντα καθαρὰ καὶ ξύλον κέδρινον καὶ κεκλωσμένον κόκκινον καὶ ὕσσωπον·
    14καὶ προστάξει ὁ ἱερεὺς καὶ σφάξουσιν τὸ ὀρνίθιον τὸ ἓν εἰς ἀγγεῖον ὀστράκινον ἐφ᾽ ὕδατι ζῶντι·
    14καὶ τὸ ὀρνίθιον τὸ ζῶν λήμψεται αὐτὸ καὶ τὸ ξύλον τὸ κέδρινον καὶ τὸ κλωστὸν κόκκινον καὶ τὸν ὕσσωπον καὶ βάψει αὐτὰ καὶ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ σφαγέντος ἐφ᾽ ὕδατι ζῶντι·
    14καὶ περιρρανεῖ ἐπὶ τὸν καθαρισθέντα ἀπὸ τῆς λέπρας ἑπτάκις, καὶ καθαρὸς ἔσται· καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ πεδίον.
    14καὶ πλυνεῖ ὁ καθαρισθεὶς τὰ ἱμάτια αὐτοῦ καὶ ξυρηθήσεται αὐτοῦ πᾶσαν τὴν τρίχα καὶ λούσεται ἐν ὕδατι καὶ καθαρὸς ἔσται· καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολὴν καὶ διατρίψει ἔξω τοῦ οἴκου αὐτοῦ ἑπτὰ ἡμέρας.
    14καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ξυρηθήσεται πᾶσαν τὴν τρίχα αὐτοῦ, τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν πώγωνα καὶ τὰς ὀφρύας καὶ πᾶσαν τὴν τρίχα αὐτοῦ ξυρηθήσεται· καὶ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ καθαρὸς ἔσται. -
    14καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήμψεται δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους καὶ πρόβατον ἐνιαύσιον ἄμωμον καὶ τρία δέκατα σεμιδάλεως εἰς θυσίαν πεφυραμένης ἐν ἐλαίῳ καὶ κοτύλην ἐλαίου μίαν,
    14καὶ στήσει ὁ ἱερεὺς ὁ καθαρίζων τὸν ἄνθρωπον τὸν καθαριζόμενον καὶ ταῦτα ἔναντι κυρίου ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.
    14καὶ λήμψεται ὁ ἱερεὺς τὸν ἀμνὸν τὸν ἕνα καὶ προσάξει αὐτὸν τῆς πλημμελείας καὶ τὴν κοτύλην τοῦ ἐλαίου καὶ ἀφοριεῖ αὐτὸ ἀφόρισμα ἔναντι κυρίου·
    14καὶ σφάξουσιν τὸν ἀμνὸν ἐν τόπῳ, οὗ σφάζουσιν τὰ ὁλοκαυτώματα καὶ τὰ περὶ ἁμαρτίας, ἐν τόπῳ ἁγίῳ· ἔστιν γὰρ τὸ περὶ ἁμαρτίας ὥσπερ τὸ τῆς πλημμελείας, ἔστιν τῷ ἱερεῖ, ἅγια ἁγίων ἐστίν.
    14καὶ λήμψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς πλημμελείας, καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς τοῦ καθαριζομένου τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ.
    14καὶ λαβὼν ὁ ἱερεὺς ἀπὸ τῆς κοτύλης τοῦ ἐλαίου ἐπιχεεῖ ἐπὶ τὴν χεῖρα τοῦ ἱερέως τὴν ἀριστερὰν
    14καὶ βάψει τὸν δάκτυλον τὸν δεξιὸν ἀπὸ τοῦ ἐλαίου τοῦ ὄντος ἐπὶ τῆς χειρὸς τῆς ἀριστερᾶς καὶ ῥανεῖ ἑπτάκις τῷ δακτύλῳ ἔναντι κυρίου·
    14τὸ δὲ καταλειφθὲν ἔλαιον τὸ ὂν ἐν τῇ χειρὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς τοῦ καθαριζομένου τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ ἐπὶ τὸν τόπον τοῦ αἵματος τοῦ τῆς πλημμελείας·
    14τὸ δὲ καταλειφθὲν ἔλαιον τὸ ἐπὶ τῆς χειρὸς τοῦ ἱερέως ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὴν κεφαλὴν τοῦ καθαρισθέντος, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι κυρίου.
    14καὶ ποιήσει ὁ ἱερεὺς τὸ περὶ τῆς ἁμαρτίας, καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τοῦ ἀκαθάρτου τοῦ καθαριζομένου ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ· καὶ μετὰ τοῦτο σφάξει ὁ ἱερεὺς τὸ ὁλοκαύτωμα.
    14καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ ὁλοκαύτωμα καὶ τὴν θυσίαν ἐπὶ τὸ θυσιαστήριον ἔναντι κυρίου· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεύς, καὶ καθαρισθήσεται.
    14Ἐὰν δὲ πένηται καὶ ἡ χεὶρ αὐτοῦ μὴ εὑρίσκῃ, λήμψεται ἀμνὸν ἕνα εἰς ὃ ἐπλημμέλησεν εἰς ἀφαίρεμα ὥστε ἐξιλάσασθαι περὶ αὐτοῦ καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ κοτύλην ἐλαίου μίαν
    14καὶ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν, ὅσα εὗρεν ἡ χεὶρ αὐτοῦ, καὶ ἔσται ἡ μία περὶ ἁμαρτίας καὶ ἡ μία εἰς ὁλοκαύτωμα·
    14καὶ προσοίσει αὐτὰ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ εἰς τὸ καθαρίσαι αὐτὸν πρὸς τὸν ἱερέα ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι κυρίου.
    14καὶ λαβὼν ὁ ἱερεὺς τὸν ἀμνὸν τῆς πλημμελείας καὶ τὴν κοτύλην τοῦ ἐλαίου ἐπιθήσει αὐτὰ ἐπίθεμα ἔναντι κυρίου.
    14καὶ σφάξει τὸν ἀμνὸν τῆς πλημμελείας καὶ λήμψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς πλημμελείας καὶ ἐπιθήσει ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς τοῦ καθαριζομένου τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ.
    14καὶ ἀπὸ τοῦ ἐλαίου ἐπιχεεῖ ὁ ἱερεὺς ἐπὶ τὴν χεῖρα τοῦ ἱερέως τὴν ἀριστεράν,
    14καὶ ῥανεῖ ὁ ἱερεὺς τῷ δακτύλῳ τῷ δεξιῷ ἀπὸ τοῦ ἐλαίου τοῦ ἐν τῇ χειρὶ αὐτοῦ τῇ ἀριστερᾷ ἑπτάκις ἔναντι κυρίου·
    14καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ ἐλαίου τοῦ ἐπὶ τῆς χειρὸς αὐτοῦ ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς τοῦ καθαριζομένου τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς αὐτοῦ τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς αὐτοῦ τοῦ δεξιοῦ ἐπὶ τὸν τόπον τοῦ αἵματος τοῦ τῆς πλημμελείας·
    14τὸ δὲ καταλειφθὲν ἀπὸ τοῦ ἐλαίου τὸ ὂν ἐπὶ τῆς χειρὸς τοῦ ἱερέως ἐπιθήσει ἐπὶ τὴν κεφαλὴν τοῦ καθαρισθέντος, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι κυρίου.
    14καὶ ποιήσει μίαν τῶν τρυγόνων ἢ ἀπὸ τῶν νεοσσῶν τῶν περιστερῶν, καθότι εὗρεν αὐτοῦ ἡ χείρ,
    14τὴν μίαν περὶ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα σὺν τῇ θυσίᾳ, καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τοῦ καθαριζομένου ἔναντι κυρίου.
    14οὗτος ὁ νόμος, ἐν ᾧ ἐστιν ἡ ἁφὴ τῆς λέπρας καὶ τοῦ μὴ εὑρίσκοντος τῇ χειρὶ εἰς τὸν καθαρισμὸν αὐτοῦ.
    14Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
    14Ὡς ἂν εἰσέλθητε εἰς τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι ὑμῖν ἐν κτήσει, καὶ δώσω ἁφὴν λέπρας ἐν ταῖς οἰκίαις τῆς γῆς τῆς ἐγκτήτου ὑμῖν,
    14καὶ ἥξει τίνος αὐτοῦ ἡ οἰκία καὶ ἀναγγελεῖ τῷ ἱερεῖ λέγων Ὥσπερ ἁφὴ ἑώραταί μου ἐν τῇ οἰκίᾳ.
    14καὶ προστάξει ὁ ἱερεὺς ἀποσκευάσαι τὴν οἰκίαν πρὸ τοῦ εἰσελθόντα ἰδεῖν τὸν ἱερέα τὴν ἁφὴν καὶ οὐ μὴ ἀκάθαρτα γένηται ὅσα ἐὰν ᾖ ἐν τῇ οἰκίᾳ, καὶ μετὰ ταῦτα εἰσελεύσεται ὁ ἱερεὺς καταμαθεῖν τὴν οἰκίαν.
    14καὶ ὄψεται τὴν ἁφὴν ἐν τοῖς τοίχοις τῆς οἰκίας, κοιλάδας χλωριζούσας ἢ πυρριζούσας, καὶ ἡ ὄψις αὐτῶν ταπεινοτέρα τῶν τοίχων,
    14καὶ ἐξελθὼν ὁ ἱερεὺς ἐκ τῆς οἰκίας ἐπὶ τὴν θύραν τῆς οἰκίας καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν οἰκίαν ἑπτὰ ἡμέρας.
    14καὶ ἐπανήξει ὁ ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ὄψεται τὴν οἰκίαν καὶ ἰδοὺ οὐ διεχύθη ἡ ἁφὴ ἐν τοῖς τοίχοις τῆς οἰκίας,
    14καὶ προστάξει ὁ ἱερεὺς καὶ ἐξελοῦσιν τοὺς λίθους, ἐν οἷς ἐστιν ἡ ἁφή, καὶ ἐκβαλοῦσιν αὐτοὺς ἔξω τῆς πόλεως εἰς τόπον ἀκάθαρτον.
    14καὶ ἀποξύσουσιν τὴν οἰκίαν ἔσωθεν κύκλῳ καὶ ἐκχεοῦσιν τὸν χοῦν ἔξω τῆς πόλεως εἰς τόπον ἀκάθαρτον.
    14καὶ λήμψονται λίθους ἀπεξυσμένους ἑτέρους καὶ ἀντιθήσουσιν ἀντὶ τῶν λίθων καὶ χοῦν ἕτερον λήμψονται καὶ ἐξαλείψουσιν τὴν οἰκίαν.
    14ἐὰν δὲ ἐπέλθῃ πάλιν ἁφὴ καὶ ἀνατείλῃ ἐν τῇ οἰκίᾳ μετὰ τὸ ἐξελεῖν τοὺς λίθους καὶ μετὰ τὸ ἀποξυσθῆναι τὴν οἰκίαν καὶ μετὰ τὸ ἐξαλειφθῆναι,
    14καὶ εἰσελεύσεται ὁ ἱερεὺς καὶ ὄψεται· εἰ διακέχυται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ, λέπρα ἔμμονός ἐστιν ἐν τῇ οἰκίᾳ, ἀκάθαρτός ἐστιν.
    14καὶ καθελοῦσιν τὴν οἰκίαν καὶ τὰ ξύλα αὐτῆς καὶ τοὺς λίθους αὐτῆς καὶ πάντα τὸν χοῦν ἐξοίσουσιν ἔξω τῆς πόλεως εἰς τόπον ἀκάθαρτον.
    14καὶ ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν πάσας τὰς ἡμέρας, ἃς ἀφωρισμένη ἐστίν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·
    14καὶ ὁ κοιμώμενος ἐν τῇ οἰκίᾳ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ ὁ ἔσθων ἐν τῇ οἰκίᾳ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
    14ἐὰν δὲ παραγενόμενος εἰσέλθῃ ὁ ἱερεὺς καὶ ἴδῃ καὶ ἰδοὺ διαχύσει οὐ διαχεῖται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ μετὰ τὸ ἐξαλειφθῆναι τὴν οἰκίαν, καὶ καθαριεῖ ὁ ἱερεὺς τὴν οἰκίαν, ὅτι ἰάθη ἡ ἁφή.
    14καὶ λήμψεται ἀφαγνίσαι τὴν οἰκίαν δύο ὀρνίθια ζῶντα καθαρὰ καὶ ξύλον κέδρινον καὶ κεκλωσμένον κόκκινον καὶ ὕσσωπον·
    14καὶ σφάξει τὸ ὀρνίθιον τὸ ἓν εἰς σκεῦος ὀστράκινον ἐφ᾽ ὕδατι ζῶντι
    14καὶ λήμψεται τὸ ξύλον τὸ κέδρινον καὶ τὸ κεκλωσμένον κόκκινον καὶ τὸν ὕσσωπον καὶ τὸ ὀρνίθιον τὸ ζῶν καὶ βάψει αὐτὸ εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ ἐσφαγμένου ἐφ᾽ ὕδατι ζῶντι καὶ περιρρανεῖ ἐν αὐτοῖς ἐπὶ τὴν οἰκίαν ἑπτάκις
    14καὶ ἀφαγνιεῖ τὴν οἰκίαν ἐν τῷ αἵματι τοῦ ὀρνιθίου καὶ ἐν τῷ ὕδατι τῷ ζῶντι καὶ ἐν τῷ ὀρνιθίῳ τῷ ζῶντι καὶ ἐν τῷ ξύλῳ τῷ κεδρίνῳ καὶ ἐν τῷ ὑσσώπῳ καὶ ἐν τῷ κεκλωσμένῳ κοκκίνῳ·
    14καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν ἔξω τῆς πόλεως εἰς τὸ πεδίον καὶ ἐξιλάσεται περὶ τῆς οἰκίας, καὶ καθαρὰ ἔσται.
    14Οὗτος ὁ νόμος κατὰ πᾶσαν ἁφὴν λέπρας καὶ θραύσματος
    14καὶ τῆς λέπρας ἱματίου καὶ οἰκίας
    14καὶ οὐλῆς καὶ σημασίας καὶ τοῦ αὐγάζοντος
    14καὶ τοῦ ἐξηγήσασθαι ᾗ ἡμέρᾳ ἀκάθαρτον καὶ ᾗ ἡμέρᾳ καθαρισθήσεται· οὗτος ὁ νόμος τῆς λέπρας.
    15Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
    15Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς αὐτοῖς Ἀνδρὶ ἀνδρί, ᾧ ἐὰν γένηται ῥύσις ἐκ τοῦ σώματος αὐτοῦ, ἡ ῥύσις αὐτοῦ ἀκάθαρτός ἐστιν.
    15καὶ οὗτος ὁ νόμος τῆς ἀκαθαρσίας αὐτοῦ· ῥέων γόνον ἐκ σώματος αὐτοῦ ἐκ τῆς ῥύσεως, ἧς συνέστηκεν τὸ σῶμα αὐτοῦ διὰ τῆς ῥύσεως, αὕτη ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ· πᾶσαι αἱ ἡμέραι ῥύσεως σώματος αὐτοῦ, ᾗ συνέστηκεν τὸ σῶμα αὐτοῦ διὰ τῆς ῥύσεως, ἀκαθαρσία αὐτοῦ ἐστιν.
    15πᾶσα κοίτη, ἐφ᾽ ᾗ ἐὰν κοιμηθῇ ἐπ᾽ αὐτῆς ὁ γονορρυής, ἀκάθαρτός ἐστιν, καὶ πᾶν σκεῦος, ἐφ᾽ ὃ ἐὰν καθίσῃ ἐπ᾽ αὐτὸ ὁ γονορρυής, ἀκάθαρτον ἔσται.
    15καὶ ἄνθρωπος, ὃς ἂν ἅψηται τῆς κοίτης αὐτοῦ, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·
    15καὶ ὁ καθήμενος ἐπὶ τοῦ σκεύους, ἐφ᾽ ὃ ἐὰν καθίσῃ ὁ γονορρυής, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·
    15καὶ ὁ ἁπτόμενος τοῦ χρωτὸς τοῦ γονορρυοῦς πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
    15ἐὰν δὲ προσσιελίσῃ ὁ γονορρυὴς ἐπὶ τὸν καθαρόν, πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
    15καὶ πᾶν ἐπίσαγμα ὄνου, ἐφ᾽ ὃ ἂν ἐπιβῇ ἐπ᾽ αὐτὸ ὁ γονορρυής, ἀκάθαρτον ἔσται ἕως ἑσπέρας.
    15καὶ πᾶς ὁ ἁπτόμενος ὅσα ἐὰν ᾖ ὑποκάτω αὐτοῦ, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ ὁ αἴρων αὐτὰ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
    15καὶ ὅσων ἐὰν ἅψηται ὁ γονορρυὴς καὶ τὰς χεῖρας οὐ νένιπται, πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
    15καὶ σκεῦος ὀστράκινον, οὗ ἂν ἅψηται ὁ γονορρυής, συντριβήσεται· καὶ σκεῦος ξύλινον νιφήσεται ὕδατι καὶ καθαρὸν ἔσται. -
    15ἐὰν δὲ καθαρισθῇ ὁ γονορρυὴς ἐκ τῆς ῥύσεως αὐτοῦ, καὶ ἐξαριθμήσεται αὐτῷ ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμὸν καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ καθαρὸς ἔσται.
    15καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήμψεται ἑαυτῷ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν καὶ οἴσει αὐτὰ ἔναντι κυρίου ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ δώσει αὐτὰ τῷ ἱερεῖ·
    15καὶ ποιήσει αὐτὰ ὁ ἱερεύς, μίαν περὶ ἁμαρτίας καὶ μίαν εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι κυρίου ἀπὸ τῆς ῥύσεως αὐτοῦ.
    15Καὶ ἄνθρωπος, ᾧ ἐὰν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·
    15καὶ πᾶν ἱμάτιον καὶ πᾶν δέρμα, ἐφ᾽ ὃ ἐὰν ᾖ ἐπ᾽ αὐτὸ κοίτη σπέρματος, καὶ πλυθήσεται ὕδατι καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας.
    15καὶ γυνή, ἐὰν κοιμηθῇ ἀνὴρ μετ᾽ αὐτῆς κοίτην σπέρματος, καὶ λούσονται ὕδατι καὶ ἀκάθαρτοι ἔσονται ἕως ἑσπέρας.
    15Καὶ γυνή, ἥτις ἐὰν ᾖ ῥέουσα αἵματι, ἔσται ἡ ῥύσις αὐτῆς ἐν τῷ σώματι αὐτῆς, ἑπτὰ ἡμέρας ἔσται ἐν τῇ ἀφέδρῳ αὐτῆς· πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται ἕως ἑσπέρας,
    15καὶ πᾶν, ἐφ᾽ ὃ ἂν κοιτάζηται ἐπ᾽ αὐτὸ ἐν τῇ ἀφέδρῳ αὐτῆς, ἀκάθαρτον ἔσται, καὶ πᾶν, ἐφ᾽ ὃ ἂν ἐπικαθίσῃ ἐπ᾽ αὐτό, ἀκάθαρτον ἔσται.
    15καὶ πᾶς, ὃς ἐὰν ἅψηται τῆς κοίτης αὐτῆς, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
    15καὶ πᾶς ὁ ἁπτόμενος παντὸς σκεύους, οὗ ἐὰν καθίσῃ ἐπ᾽ αὐτό, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
    15ἐὰν δὲ ἐν τῇ κοίτῃ αὐτῆς οὔσης ἢ ἐπὶ τοῦ σκεύους, οὗ ἐὰν καθίσῃ ἐπ᾽ αὐτῷ, ἐν τῷ ἅπτεσθαι αὐτὸν αὐτῆς, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
    15ἐὰν δὲ κοίτῃ τις κοιμηθῇ μετ᾽ αὐτῆς καὶ γένηται ἡ ἀκαθαρσία αὐτῆς ἐπ᾽ αὐτῷ, καὶ ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας, καὶ πᾶσα κοίτη, ἐφ᾽ ᾗ ἂν κοιμηθῇ ἐπ᾽ αὐτῆς, ἀκάθαρτος ἔσται.
    15Καὶ γυνή, ἐὰν ῥέῃ ῥύσει αἵματος ἡμέρας πλείους οὐκ ἐν καιρῷ τῆς ἀφέδρου αὐτῆς, ἐὰν καὶ ῥέῃ μετὰ τὴν ἄφεδρον αὐτῆς, πᾶσαι αἱ ἡμέραι ῥύσεως ἀκαθαρσίας αὐτῆς καθάπερ αἱ ἡμέραι τῆς ἀφέδρου, ἀκάθαρτος ἔσται.
    15καὶ πᾶσαν κοίτην, ἐφ᾽ ἣν ἂν κοιμηθῇ ἐπ᾽ αὐτῆς πάσας τὰς ἡμέρας τῆς ῥύσεως, κατὰ τὴν κοίτην τῆς ἀφέδρου ἔσται αὐτῇ, καὶ πᾶν σκεῦος, ἐφ᾽ ὃ ἐὰν καθίσῃ ἐπ᾽ αὐτό, ἀκάθαρτον ἔσται κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀφέδρου.
    15πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται καὶ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
    15ἐὰν δὲ καθαρισθῇ ἀπὸ τῆς ῥύσεως, καὶ ἐξαριθμήσεται αὐτῇ ἑπτὰ ἡμέρας καὶ μετὰ ταῦτα καθαρισθήσεται.
    15καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήμψεται αὐτῇ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου,
    15καὶ ποιήσει ὁ ἱερεὺς τὴν μίαν περὶ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς ἔναντι κυρίου ἀπὸ ῥύσεως ἀκαθαρσίας αὐτῆς.
    15Καὶ εὐλαβεῖς ποιήσετε τοὺς υἱοὺς Ισραηλ ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν, καὶ οὐκ ἀποθανοῦνται διὰ τὴν ἀκαθαρσίαν αὐτῶν ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοῖς. -
    15οὗτος ὁ νόμος τοῦ γονορρυοῦς καὶ ἐάν τινι ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος ὥστε μιανθῆναι ἐν αὐτῇ
    15καὶ τῇ αἱμορροούσῃ ἐν τῇ ἀφέδρῳ αὐτῆς καὶ ὁ γονορρυὴς ἐν τῇ ῥύσει αὐτοῦ, τῷ ἄρσενι ἢ τῇ θηλείᾳ, καὶ τῷ ἀνδρί, ὃς ἂν κοιμηθῇ μετὰ ἀποκαθημένης.
    16Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν μετὰ τὸ τελευτῆσαι τοὺς δύο υἱοὺς Ααρων ἐν τῷ προσάγειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι κυρίου καὶ ἐτελεύτησαν
    16καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Λάλησον πρὸς Ααρων τὸν ἀδελφόν σου καὶ μὴ εἰσπορευέσθω πᾶσαν ὥραν εἰς τὸ ἅγιον ἐσώτερον τοῦ καταπετάσματος εἰς πρόσωπον τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ οὐκ ἀποθανεῖται· ἐν γὰρ νεφέλῃ ὀφθήσομαι ἐπὶ τοῦ ἱλαστηρίου.
    16οὕτως εἰσελεύσεται Ααρων εἰς τὸ ἅγιον· ἐν μόσχῳ ἐκ βοῶν περὶ ἁμαρτίας καὶ κριὸν εἰς ὁλοκαύτωμα·
    16καὶ χιτῶνα λινοῦν ἡγιασμένον ἐνδύσεται, καὶ περισκελὲς λινοῦν ἔσται ἐπὶ τοῦ χρωτὸς αὐτοῦ, καὶ ζώνῃ λινῇ ζώσεται καὶ κίδαριν λινῆν περιθήσεται· ἱμάτια ἅγιά ἐστιν, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ καὶ ἐνδύσεται αὐτά.
    16καὶ παρὰ τῆς συναγωγῆς τῶν υἱῶν Ισραηλ λήμψεται δύο χιμάρους ἐξ αἰγῶν περὶ ἁμαρτίας καὶ κριὸν ἕνα εἰς ὁλοκαύτωμα.
    16καὶ προσάξει Ααρων τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας αὐτοῦ καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ.
    16καὶ λήμψεται τοὺς δύο χιμάρους καὶ στήσει αὐτοὺς ἔναντι κυρίου παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου·
    16καὶ ἐπιθήσει Ααρων ἐπὶ τοὺς δύο χιμάρους κλῆρον ἕνα τῷ κυρίῳ καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ.
    16καὶ προσάξει Ααρων τὸν χίμαρον, ἐφ᾽ ὃν ἐπῆλθεν ἐπ᾽ αὐτὸν ὁ κλῆρος τῷ κυρίῳ, καὶ προσοίσει περὶ ἁμαρτίας·
    16καὶ τὸν χίμαρον, ἐφ᾽ ὃν ἐπῆλθεν ἐπ᾽ αὐτὸν ὁ κλῆρος τοῦ ἀποπομπαίου, στήσει αὐτὸν ζῶντα ἔναντι κυρίου τοῦ ἐξιλάσασθαι ἐπ᾽ αὐτοῦ ὥστε ἀποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπήν· ἀφήσει αὐτὸν εἰς τὴν ἔρημον. -
    16καὶ προσάξει Ααρων τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας τὸν αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ μόνον καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ καὶ σφάξει τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας τὸν αὐτοῦ.
    16καὶ λήμψεται τὸ πυρεῖον πλῆρες ἀνθράκων πυρὸς ἀπὸ τοῦ θυσιαστηρίου τοῦ ἀπέναντι κυρίου καὶ πλήσει τὰς χεῖρας θυμιάματος συνθέσεως λεπτῆς καὶ εἰσοίσει ἐσώτερον τοῦ καταπετάσματος
    16καὶ ἐπιθήσει τὸ θυμίαμα ἐπὶ τὸ πῦρ ἔναντι κυρίου· καὶ καλύψει ἡ ἀτμὶς τοῦ θυμιάματος τὸ ἱλαστήριον τὸ ἐπὶ τῶν μαρτυρίων, καὶ οὐκ ἀποθανεῖται.
    16καὶ λήμψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ῥανεῖ τῷ δακτύλῳ ἐπὶ τὸ ἱλαστήριον κατὰ ἀνατολάς· κατὰ πρόσωπον τοῦ ἱλαστηρίου ῥανεῖ ἑπτάκις ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ.
    16καὶ σφάξει τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας τὸν περὶ τοῦ λαοῦ ἔναντι κυρίου καὶ εἰσοίσει ἀπὸ τοῦ αἵματος αὐτοῦ ἐσώτερον τοῦ καταπετάσματος καὶ ποιήσει τὸ αἷμα αὐτοῦ ὃν τρόπον ἐποίησεν τὸ αἷμα τοῦ μόσχου, καὶ ῥανεῖ τὸ αἷμα αὐτοῦ ἐπὶ τὸ ἱλαστήριον κατὰ πρόσωπον τοῦ ἱλαστηρίου
    16καὶ ἐξιλάσεται τὸ ἅγιον ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ισραηλ καὶ ἀπὸ τῶν ἀδικημάτων αὐτῶν περὶ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν· καὶ οὕτω ποιήσει τῇ σκηνῇ τοῦ μαρτυρίου τῇ ἐκτισμένῃ ἐν αὐτοῖς ἐν μέσῳ τῆς ἀκαθαρσίας αὐτῶν.
    16καὶ πᾶς ἄνθρωπος οὐκ ἔσται ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου εἰσπορευομένου αὐτοῦ ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, ἕως ἂν ἐξέλθῃ· καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ καὶ περὶ πάσης συναγωγῆς υἱῶν Ισραηλ.
    16καὶ ἐξελεύσεται ἐπὶ τὸ θυσιαστήριον τὸ ὂν ἀπέναντι κυρίου καὶ ἐξιλάσεται ἐπ᾽ αὐτοῦ· καὶ λήμψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ἀπὸ τοῦ αἵματος τοῦ χιμάρου καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλῳ
    16καὶ ῥανεῖ ἐπ᾽ αὐτοῦ ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ ἑπτάκις καὶ καθαριεῖ αὐτὸ καὶ ἁγιάσει αὐτὸ ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ισραηλ.
    16καὶ συντελέσει ἐξιλασκόμενος τὸ ἅγιον καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον, καὶ περὶ τῶν ἱερέων καθαριεῖ· καὶ προσάξει τὸν χίμαρον τὸν ζῶντα.
    16καὶ ἐπιθήσει Ααρων τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαγορεύσει ἐπ᾽ αὐτοῦ πάσας τὰς ἀνομίας τῶν υἱῶν Ισραηλ καὶ πάσας τὰς ἀδικίας αὐτῶν καὶ πάσας τὰς ἁμαρτίας αὐτῶν καὶ ἐπιθήσει αὐτὰς ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαποστελεῖ ἐν χειρὶ ἀνθρώπου ἑτοίμου εἰς τὴν ἔρημον·
    16καὶ λήμψεται ὁ χίμαρος ἐφ᾽ ἑαυτῷ τὰς ἀδικίας αὐτῶν εἰς γῆν ἄβατον, καὶ ἐξαποστελεῖ τὸν χίμαρον εἰς τὴν ἔρημον.
    16καὶ εἰσελεύσεται Ααρων εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐκδύσεται τὴν στολὴν τὴν λινῆν, ἣν ἐνεδεδύκει εἰσπορευομένου αὐτοῦ εἰς τὸ ἅγιον, καὶ ἀποθήσει αὐτὴν ἐκεῖ.
    16καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι ἐν τόπῳ ἁγίῳ καὶ ἐνδύσεται τὴν στολὴν αὐτοῦ καὶ ἐξελθὼν ποιήσει τὸ ὁλοκάρπωμα αὐτοῦ καὶ τὸ ὁλοκάρπωμα τοῦ λαοῦ καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ περὶ τοῦ οἴκου αὐτοῦ καὶ περὶ τοῦ λαοῦ ὡς περὶ τῶν ἱερέων.
    16καὶ τὸ στέαρ τὸ περὶ τῶν ἁμαρτιῶν ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον.
    16καὶ ὁ ἐξαποστέλλων τὸν χίμαρον τὸν διεσταλμένον εἰς ἄφεσιν πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν.
    16καὶ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας, ὧν τὸ αἷμα εἰσηνέχθη ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, ἐξοίσουσιν αὐτὰ ἔξω τῆς παρεμβολῆς καὶ κατακαύσουσιν αὐτὰ ἐν πυρί, καὶ τὰ δέρματα αὐτῶν καὶ τὰ κρέα αὐτῶν καὶ τὴν κόπρον αὐτῶν·
    16ὁ δὲ κατακαίων αὐτὰ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν.
    16Καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον· ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ δεκάτῃ τοῦ μηνὸς ταπεινώσατε τὰς ψυχὰς ὑμῶν καὶ πᾶν ἔργον οὐ ποιήσετε, ὁ αὐτόχθων καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν.
    16ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξιλάσεται περὶ ὑμῶν καθαρίσαι ὑμᾶς ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν ἔναντι κυρίου, καὶ καθαρισθήσεσθε.
    16σάββατα σαββάτων ἀνάπαυσις αὕτη ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, νόμιμον αἰώνιον.
    16ἐξιλάσεται ὁ ἱερεύς, ὃν ἂν χρίσωσιν αὐτὸν καὶ ὃν ἂν τελειώσουσιν τὰς χεῖρας αὐτοῦ ἱερατεύειν μετὰ τὸν πατέρα αὐτοῦ, καὶ ἐνδύσεται τὴν στολὴν τὴν λινῆν, στολὴν ἁγίαν,
    16καὶ ἐξιλάσεται τὸ ἅγιον τοῦ ἁγίου καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον ἐξιλάσεται καὶ περὶ τῶν ἱερέων καὶ περὶ πάσης συναγωγῆς ἐξιλάσεται.
    16καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ισραηλ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν· ἅπαξ τοῦ ἐνιαυτοῦ ποιηθήσεται, καθάπερ συνέταξεν κύριος τῷ Μωυσῇ.
    17Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    17Λάλησον πρὸς Ααρων καὶ πρὸς τοὺς υἱοὺς αὐτοῦ καὶ πρὸς πάντας υἱοὺς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Τοῦτο τὸ ῥῆμα, ὃ ἐνετείλατο κύριος λέγων
    17Ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ισραηλ ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν σφάξῃ μόσχον ἢ πρόβατον ἢ αἶγα ἐν τῇ παρεμβολῇ καὶ ὃς ἂν σφάξῃ ἔξω τῆς παρεμβολῆς
    17καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ ὥστε ποιῆσαι αὐτὸ εἰς ὁλοκαύτωμα ἢ σωτήριον κυρίῳ δεκτὸν εἰς ὀσμὴν εὐωδίας, καὶ ὃς ἂν σφάξῃ ἔξω καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ αὐτὸ ὥστε μὴ προσενέγκαι δῶρον κυρίῳ ἀπέναντι τῆς σκηνῆς κυρίου, καὶ λογισθήσεται τῷ ἀνθρώπῳ ἐκείνῳ αἷμα· αἷμα ἐξέχεεν, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς·
    17ὅπως ἀναφέρωσιν οἱ υἱοὶ Ισραηλ τὰς θυσίας αὐτῶν, ὅσας ἂν αὐτοὶ σφάξουσιν ἐν τοῖς πεδίοις, καὶ οἴσουσιν τῷ κυρίῳ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα καὶ θύσουσιν θυσίαν σωτηρίου τῷ κυρίῳ αὐτά·
    17καὶ προσχεεῖ ὁ ἱερεὺς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ ἀπέναντι κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἀνοίσει τὸ στέαρ εἰς ὀσμὴν εὐωδίας κυρίῳ·
    17καὶ οὐ θύσουσιν ἔτι τὰς θυσίας αὐτῶν τοῖς ματαίοις, οἷς αὐτοὶ ἐκπορνεύουσιν ὀπίσω αὐτῶν· νόμιμον αἰώνιον ἔσται ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν.
    17Καὶ ἐρεῖς πρὸς αὐτούς Ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ισραηλ καὶ ἀπὸ τῶν υἱῶν τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν ποιήσῃ ὁλοκαύτωμα ἢ θυσίαν
    17καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ ποιῆσαι αὐτὸ τῷ κυρίῳ, ἐξολεθρευθήσεται ὁ ἄνθρωπος ἐκεῖνος ἐκ τοῦ λαοῦ αὐτοῦ.
    17Καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ισραηλ ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν φάγῃ πᾶν αἷμα, καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν τὴν ἔσθουσαν τὸ αἷμα καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς.
    17ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν, καὶ ἐγὼ δέδωκα αὐτὸ ὑμῖν ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν· τὸ γὰρ αἷμα αὐτοῦ ἀντὶ τῆς ψυχῆς ἐξιλάσεται.
    17διὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς Ισραηλ Πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ φάγεται αἷμα, καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν οὐ φάγεται αἷμα.
    17καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ισραηλ καὶ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν θηρεύσῃ θήρευμα θηρίον ἢ πετεινόν, ὃ ἔσθεται, καὶ ἐκχεεῖ τὸ αἷμα καὶ καλύψει αὐτὸ τῇ γῇ·
    17ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν, καὶ εἶπα τοῖς υἱοῖς Ισραηλ Αἷμα πάσης σαρκὸς οὐ φάγεσθε, ὅτι ἡ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν· πᾶς ὁ ἔσθων αὐτὸ ἐξολεθρευθήσεται.
    17Καὶ πᾶσα ψυχή, ἥτις φάγεται θνησιμαῖον ἢ θηριάλωτον ἐν τοῖς αὐτόχθοσιν ἢ ἐν τοῖς προσηλύτοις, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ καθαρὸς ἔσται·
    17ἐὰν δὲ μὴ πλύνῃ τὰ ἱμάτια καὶ τὸ σῶμα μὴ λούσηται ὕδατι, καὶ λήμψεται ἀνόμημα αὐτοῦ.
    18Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων
    18Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.
    18κατὰ τὰ ἐπιτηδεύματα γῆς Αἰγύπτου, ἐν ᾗ κατῳκήσατε ἐπ᾽ αὐτῇ, οὐ ποιήσετε καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χανααν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε καὶ τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε·
    18τὰ κρίματά μου ποιήσετε καὶ τὰ προστάγματά μου φυλάξεσθε πορεύεσθαι ἐν αὐτοῖς· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.
    18καὶ φυλάξεσθε πάντα τὰ προστάγματά μου καὶ πάντα τὰ κρίματά μου καὶ ποιήσετε αὐτά, ἃ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.
    18Ἄνθρωπος ἄνθρωπος πρὸς πάντα οἰκεῖα σαρκὸς αὐτοῦ οὐ προσελεύσεται ἀποκαλύψαι ἀσχημοσύνην· ἐγὼ κύριος.
    18ἀσχημοσύνην πατρός σου καὶ ἀσχημοσύνην μητρός σου οὐκ ἀποκαλύψεις· μήτηρ γάρ σού ἐστιν, καὶ οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.
    18ἀσχημοσύνην γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις· ἀσχημοσύνη πατρός σού ἐστιν.
    18ἀσχημοσύνην τῆς ἀδελφῆς σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου, ἐνδογενοῦς ἢ γεγεννημένης ἔξω, οὐκ ἀποκαλύψεις ἀσχημοσύνην αὐτῆς.
    18ἀσχημοσύνην θυγατρὸς υἱοῦ σου ἢ θυγατρὸς θυγατρός σου, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῶν, ὅτι σὴ ἀσχημοσύνη ἐστίν.
    18ἀσχημοσύνην θυγατρὸς γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις· ὁμοπατρία ἀδελφή σού ἐστιν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.
    18ἀσχημοσύνην ἀδελφῆς πατρός σου οὐκ ἀποκαλύψεις· οἰκεία γὰρ πατρός σού ἐστιν.
    18ἀσχημοσύνην ἀδελφῆς μητρός σου οὐκ ἀποκαλύψεις· οἰκεία γὰρ μητρός σού ἐστιν.
    18ἀσχημοσύνην ἀδελφοῦ τοῦ πατρός σου οὐκ ἀποκαλύψεις καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ οὐκ εἰσελεύσῃ· συγγενὴς γάρ σού ἐστιν.
    18ἀσχημοσύνην νύμφης σου οὐκ ἀποκαλύψεις· γυνὴ γὰρ υἱοῦ σού ἐστιν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.
    18ἀσχημοσύνην γυναικὸς ἀδελφοῦ σου οὐκ ἀποκαλύψεις· ἀσχημοσύνη ἀδελφοῦ σού ἐστιν.
    18ἀσχημοσύνην γυναικὸς καὶ θυγατρὸς αὐτῆς οὐκ ἀποκαλύψεις· τὴν θυγατέρα τοῦ υἱοῦ αὐτῆς καὶ τὴν θυγατέρα τῆς θυγατρὸς αὐτῆς οὐ λήμψῃ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῶν· οἰκεῖαι γάρ σού εἰσιν, ἀσέβημά ἐστιν.
    18γυναῖκα ἐπὶ ἀδελφῇ αὐτῆς οὐ λήμψῃ ἀντίζηλον ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς ἐπ᾽ αὐτῇ ἔτι ζώσης αὐτῆς.
    18Καὶ πρὸς γυναῖκα ἐν χωρισμῷ ἀκαθαρσίας αὐτῆς οὐ προσελεύσῃ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς.
    18καὶ πρὸς τὴν γυναῖκα τοῦ πλησίον σου οὐ δώσεις κοίτην σπέρματός σου ἐκμιανθῆναι πρὸς αὐτήν.
    18καὶ ἀπὸ τοῦ σπέρματός σου οὐ δώσεις λατρεύειν ἄρχοντι καὶ οὐ βεβηλώσεις τὸ ὄνομα τὸ ἅγιον· ἐγὼ κύριος.
    18καὶ μετὰ ἄρσενος οὐ κοιμηθήσῃ κοίτην γυναικός· βδέλυγμα γάρ ἐστιν.
    18καὶ πρὸς πᾶν τετράπουν οὐ δώσεις τὴν κοίτην σου εἰς σπερματισμὸν ἐκμιανθῆναι πρὸς αὐτό, καὶ γυνὴ οὐ στήσεται πρὸς πᾶν τετράπουν βιβασθῆναι· μυσερὸν γάρ ἐστιν.
    18Μὴ μιαίνεσθε ἐν πᾶσιν τούτοις· ἐν πᾶσι γὰρ τούτοις ἐμιάνθησαν τὰ ἔθνη, ἃ ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμῶν,
    18καὶ ἐμιάνθη ἡ γῆ, καὶ ἀνταπέδωκα ἀδικίαν αὐτοῖς δι᾽ αὐτήν, καὶ προσώχθισεν ἡ γῆ τοῖς ἐγκαθημένοις ἐπ᾽ αὐτῆς.
    18καὶ φυλάξεσθε πάντα τὰ νόμιμά μου καὶ πάντα τὰ προστάγματά μου καὶ οὐ ποιήσετε ἀπὸ πάντων τῶν βδελυγμάτων τούτων, ὁ ἐγχώριος καὶ ὁ προσγενόμενος προσήλυτος ἐν ὑμῖν·
    18πάντα γὰρ τὰ βδελύγματα ταῦτα ἐποίησαν οἱ ἄνθρωποι τῆς γῆς οἱ ὄντες πρότεροι ὑμῶν, καὶ ἐμιάνθη ἡ γῆ·
    18καὶ ἵνα μὴ προσοχθίσῃ ὑμῖν ἡ γῆ ἐν τῷ μιαίνειν ὑμᾶς αὐτήν, ὃν τρόπον προσώχθισεν τοῖς ἔθνεσιν τοῖς πρὸ ὑμῶν.
    18ὅτι πᾶς, ὃς ἂν ποιήσῃ ἀπὸ πάντων τῶν βδελυγμάτων τούτων, ἐξολεθρευθήσονται αἱ ψυχαὶ αἱ ποιοῦσαι ἐκ τοῦ λαοῦ αὐτῶν.
    18καὶ φυλάξετε τὰ προστάγματά μου, ὅπως μὴ ποιήσητε ἀπὸ πάντων τῶν νομίμων τῶν ἐβδελυγμένων, ἃ γέγονεν πρὸ τοῦ ὑμᾶς, καὶ οὐ μιανθήσεσθε ἐν αὐτοῖς· ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.
    19Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    19Λάλησον τῇ συναγωγῇ τῶν υἱῶν Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος, κύριος ὁ θεὸς ὑμῶν.
    19ἕκαστος πατέρα αὐτοῦ καὶ μητέρα αὐτοῦ φοβείσθω, καὶ τὰ σάββατά μου φυλάξεσθε· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.
    19οὐκ ἐπακολουθήσετε εἰδώλοις καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσετε ὑμῖν· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν. -
    19καὶ ἐὰν θύσητε θυσίαν σωτηρίου τῷ κυρίῳ, δεκτὴν ὑμῶν θύσετε.
    19ᾗ ἂν ἡμέρᾳ θύσητε, βρωθήσεται καὶ τῇ αὔριον· καὶ ἐὰν καταλειφθῇ ἕως ἡμέρας τρίτης, ἐν πυρὶ κατακαυθήσεται.
    19ἐὰν δὲ βρώσει βρωθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἄθυτόν ἐστιν, οὐ δεχθήσεται·
    19ὁ δὲ ἔσθων αὐτὸ ἁμαρτίαν λήμψεται, ὅτι τὰ ἅγια κυρίου ἐβεβήλωσεν· καὶ ἐξολεθρευθήσονται αἱ ψυχαὶ αἱ ἔσθουσαι ἐκ τοῦ λαοῦ αὐτῶν.
    19Καὶ ἐκθεριζόντων ὑμῶν τὸν θερισμὸν τῆς γῆς ὑμῶν οὐ συντελέσετε τὸν θερισμὸν ὑμῶν τοῦ ἀγροῦ ἐκθερίσαι καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις
    19καὶ τὸν ἀμπελῶνά σου οὐκ ἐπανατρυγήσεις οὐδὲ τοὺς ῥῶγας τοῦ ἀμπελῶνός σου συλλέξεις· τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ καταλείψεις αὐτά· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
    19Οὐ κλέψετε. οὐ ψεύσεσθε. οὐ συκοφαντήσει ἕκαστος τὸν πλησίον.
    19καὶ οὐκ ὀμεῖσθε τῷ ὀνόματί μου ἐπ᾽ ἀδίκῳ καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τοῦ θεοῦ ὑμῶν· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
    19οὐκ ἀδικήσεις τὸν πλησίον καὶ οὐχ ἁρπάσεις, καὶ οὐ μὴ κοιμηθήσεται ὁ μισθὸς τοῦ μισθωτοῦ παρὰ σοὶ ἕως πρωί.
    19οὐ κακῶς ἐρεῖς κωφὸν καὶ ἀπέναντι τυφλοῦ οὐ προσθήσεις σκάνδαλον καὶ φοβηθήσῃ κύριον τὸν θεόν σου· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
    19Οὐ ποιήσετε ἄδικον ἐν κρίσει· οὐ λήμψῃ πρόσωπον πτωχοῦ οὐδὲ θαυμάσεις πρόσωπον δυνάστου, ἐν δικαιοσύνῃ κρινεῖς τὸν πλησίον σου.
    19οὐ πορεύσῃ δόλῳ ἐν τῷ ἔθνει σου, οὐκ ἐπισυστήσῃ ἐφ᾽ αἷμα τοῦ πλησίον σου· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
    19οὐ μισήσεις τὸν ἀδελφόν σου τῇ διανοίᾳ σου, ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου καὶ οὐ λήμψῃ δι᾽ αὐτὸν ἁμαρτίαν.
    19καὶ οὐκ ἐκδικᾶταί σου ἡ χείρ, καὶ οὐ μηνιεῖς τοῖς υἱοῖς τοῦ λαοῦ σου καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· ἐγώ εἰμι κύριος.
    19Τὸν νόμον μου φυλάξεσθε· τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτεροζύγῳ καὶ τὸν ἀμπελῶνά σου οὐ κατασπερεῖς διάφορον καὶ ἱμάτιον ἐκ δύο ὑφασμένον κίβδηλον οὐκ ἐπιβαλεῖς σεαυτῷ.
    19Καὶ ἐάν τις κοιμηθῇ μετὰ γυναικὸς κοίτην σπέρματος καὶ αὐτὴ οἰκέτις διαπεφυλαγμένη ἀνθρώπῳ καὶ αὐτὴ λύτροις οὐ λελύτρωται ἢ ἐλευθερία οὐκ ἐδόθη αὐτῇ, ἐπισκοπὴ ἔσται αὐτοῖς· οὐκ ἀποθανοῦνται, ὅτι οὐκ ἀπηλευθερώθη.
    19καὶ προσάξει τῆς πλημμελείας αὐτοῦ τῷ κυρίῳ παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου κριὸν πλημμελείας·
    19καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἐν τῷ κριῷ τῆς πλημμελείας ἔναντι κυρίου περὶ τῆς ἁμαρτίας, ἧς ἥμαρτεν, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν.
    19Ὅταν δὲ εἰσέλθητε εἰς τὴν γῆν, ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν, καὶ καταφυτεύσετε πᾶν ξύλον βρώσιμον καὶ περικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ· ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ὑμῖν ἀπερικάθαρτος, οὐ βρωθήσεται·
    19καὶ τῷ ἔτει τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος αἰνετὸς τῷ κυρίῳ·
    19ἐν δὲ τῷ ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπόν, πρόσθεμα ὑμῖν τὰ γενήματα αὐτοῦ· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
    19Μὴ ἔσθετε ἐπὶ τῶν ὀρέων καὶ οὐκ οἰωνιεῖσθε οὐδὲ ὀρνιθοσκοπήσεσθε.
    19οὐ ποιήσετε σισόην ἐκ τῆς κόμης τῆς κεφαλῆς ὑμῶν οὐδὲ φθερεῖτε τὴν ὄψιν τοῦ πώγωνος ὑμῶν.
    19καὶ ἐντομίδας ἐπὶ ψυχῇ οὐ ποιήσετε ἐν τῷ σώματι ὑμῶν καὶ γράμματα στικτὰ οὐ ποιήσετε ἐν ὑμῖν· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
    19οὐ βεβηλώσεις τὴν θυγατέρα σου ἐκπορνεῦσαι αὐτήν, καὶ οὐκ ἐκπορνεύσει ἡ γῆ καὶ ἡ γῆ πλησθήσεται ἀνομίας.
    19Τὰ σάββατά μου φυλάξεσθε καὶ ἀπὸ τῶν ἁγίων μου φοβηθήσεσθε· ἐγώ εἰμι κύριος.
    19οὐκ ἐπακολουθήσετε ἐγγαστριμύθοις καὶ τοῖς ἐπαοιδοῖς οὐ προσκολληθήσεσθε ἐκμιανθῆναι ἐν αὐτοῖς· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
    19ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου καὶ φοβηθήσῃ τὸν θεόν σου· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
    19Ἐὰν δέ τις προσέλθῃ προσήλυτος ὑμῖν ἐν τῇ γῇ ὑμῶν, οὐ θλίψετε αὐτόν·
    19ὡς ὁ αὐτόχθων ἐν ὑμῖν ἔσται ὁ προσήλυτος ὁ προσπορευόμενος πρὸς ὑμᾶς, καὶ ἀγαπήσεις αὐτὸν ὡς σεαυτόν, ὅτι προσήλυτοι ἐγενήθητε ἐν γῇ Αἰγύπτῳ· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
    19οὐ ποιήσετε ἄδικον ἐν κρίσει ἐν μέτροις καὶ ἐν σταθμίοις καὶ ἐν ζυγοῖς·
    19ζυγὰ δίκαια καὶ στάθμια δίκαια καὶ χοῦς δίκαιος ἔσται ὑμῖν· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου.
    19Καὶ φυλάξεσθε πάντα τὸν νόμον μου καὶ πάντα τὰ προστάγματά μου καὶ ποιήσετε αὐτά· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
    20Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    20Καὶ τοῖς υἱοῖς Ισραηλ λαλήσεις Ἐάν τις ἀπὸ τῶν υἱῶν Ισραηλ ἢ ἀπὸ τῶν προσγεγενημένων προσηλύτων ἐν Ισραηλ, ὃς ἂν δῷ τοῦ σπέρματος αὐτοῦ ἄρχοντι, θανάτῳ θανατούσθω· τὸ ἔθνος τὸ ἐπὶ τῆς γῆς λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις.
    20καὶ ἐγὼ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον καὶ ἀπολῶ αὐτὸν ἐκ τοῦ λαοῦ αὐτοῦ, ὅτι τοῦ σπέρματος αὐτοῦ ἔδωκεν ἄρχοντι, ἵνα μιάνῃ τὰ ἅγιά μου καὶ βεβηλώσῃ τὸ ὄνομα τῶν ἡγιασμένων μοι.
    20ἐὰν δὲ ὑπερόψει ὑπερίδωσιν οἱ αὐτόχθονες τῆς γῆς τοῖς ὀφθαλμοῖς αὐτῶν ἀπὸ τοῦ ἀνθρώπου ἐκείνου ἐν τῷ δοῦναι αὐτὸν τοῦ σπέρματος αὐτοῦ ἄρχοντι τοῦ μὴ ἀποκτεῖναι αὐτόν,
    20καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον καὶ τὴν συγγένειαν αὐτοῦ καὶ ἀπολῶ αὐτὸν καὶ πάντας τοὺς ὁμονοοῦντας αὐτῷ ὥστε ἐκπορνεύειν αὐτὸν εἰς τοὺς ἄρχοντας ἐκ τοῦ λαοῦ αὐτῶν.
    20καὶ ψυχή, ἣ ἐὰν ἐπακολουθήσῃ ἐγγαστριμύθοις ἢ ἐπαοιδοῖς ὥστε ἐκπορνεῦσαι ὀπίσω αὐτῶν, ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν ἐκείνην καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς.
    20καὶ ἔσεσθε ἅγιοι, ὅτι ἅγιος ἐγὼ κύριος ὁ θεὸς ὑμῶν·
    20καὶ φυλάξεσθε τὰ προστάγματά μου καὶ ποιήσετε αὐτά· ἐγὼ κύριος ὁ ἁγιάζων ὑμᾶς.
    20ἄνθρωπος ἄνθρωπος, ὃς ἂν κακῶς εἴπῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω· πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ κακῶς εἶπεν, ἔνοχος ἔσται.
    20ἄνθρωπος, ὃς ἂν μοιχεύσηται γυναῖκα ἀνδρὸς ἢ ὃς ἂν μοιχεύσηται γυναῖκα τοῦ πλησίον, θανάτῳ θανατούσθωσαν ὁ μοιχεύων καὶ ἡ μοιχευομένη.
    20ἐάν τις κοιμηθῇ μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ, ἀσχημοσύνην τοῦ πατρὸς αὐτοῦ ἀπεκάλυψεν, θανάτῳ θανατούσθωσαν ἀμφότεροι, ἔνοχοί εἰσιν.
    20καὶ ἐάν τις κοιμηθῇ μετὰ νύμφης αὐτοῦ, θανάτῳ θανατούσθωσαν ἀμφότεροι· ἠσεβήκασιν γάρ, ἔνοχοί εἰσιν.
    20καὶ ὃς ἂν κοιμηθῇ μετὰ ἄρσενος κοίτην γυναικός, βδέλυγμα ἐποίησαν ἀμφότεροι· θανατούσθωσαν, ἔνοχοί εἰσιν.
    20ὃς ἐὰν λάβῃ γυναῖκα καὶ τὴν μητέρα αὐτῆς, ἀνόμημά ἐστιν· ἐν πυρὶ κατακαύσουσιν αὐτὸν καὶ αὐτάς, καὶ οὐκ ἔσται ἀνομία ἐν ὑμῖν.
    20καὶ ὃς ἂν δῷ κοιτασίαν αὐτοῦ ἐν τετράποδι, θανάτῳ θανατούσθω, καὶ τὸ τετράπουν ἀποκτενεῖτε.
    20καὶ γυνή, ἥτις προσελεύσεται πρὸς πᾶν κτῆνος βιβασθῆναι αὐτὴν ὑπ᾽ αὐτοῦ, ἀποκτενεῖτε τὴν γυναῖκα καὶ τὸ κτῆνος· θανάτῳ θανατούσθωσαν, ἔνοχοί εἰσιν.
    20ὃς ἐὰν λάβῃ τὴν ἀδελφὴν αὐτοῦ ἐκ πατρὸς αὐτοῦ ἢ ἐκ μητρὸς αὐτοῦ καὶ ἴδῃ τὴν ἀσχημοσύνην αὐτῆς καὶ αὕτη ἴδῃ τὴν ἀσχημοσύνην αὐτοῦ, ὄνειδός ἐστιν, ἐξολεθρευθήσονται ἐνώπιον υἱῶν γένους αὐτῶν· ἀσχημοσύνην ἀδελφῆς αὐτοῦ ἀπεκάλυψεν, ἁμαρτίαν κομιοῦνται.
    20καὶ ἀνήρ, ὃς ἂν κοιμηθῇ μετὰ γυναικὸς ἀποκαθημένης καὶ ἀποκαλύψῃ τὴν ἀσχημοσύνην αὐτῆς, τὴν πηγὴν αὐτῆς ἀπεκάλυψεν, καὶ αὕτη ἀπεκάλυψεν τὴν ῥύσιν τοῦ αἵματος αὐτῆς· ἐξολεθρευθήσονται ἀμφότεροι ἐκ τοῦ γένους αὐτῶν.
    20καὶ ἀσχημοσύνην ἀδελφῆς πατρός σου καὶ ἀδελφῆς μητρός σου οὐκ ἀποκαλύψεις· τὴν γὰρ οἰκειότητα ἀπεκάλυψεν, ἁμαρτίαν ἀποίσονται.
    20ὃς ἂν κοιμηθῇ μετὰ τῆς συγγενοῦς αὐτοῦ, ἀσχημοσύνην τῆς συγγενείας αὐτοῦ ἀπεκάλυψεν· ἄτεκνοι ἀποθανοῦνται.
    20ὃς ἂν λάβῃ τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἀκαθαρσία ἐστίν· ἀσχημοσύνην τοῦ ἀδελφοῦ αὐτοῦ ἀπεκάλυψεν, ἄτεκνοι ἀποθανοῦνται.
    20Καὶ φυλάξασθε πάντα τὰ προστάγματά μου καὶ τὰ κρίματά μου καὶ ποιήσετε αὐτά, καὶ οὐ μὴ προσοχθίσῃ ὑμῖν ἡ γῆ, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ κατοικεῖν ἐπ᾽ αὐτῆς.
    20καὶ οὐχὶ πορεύεσθε τοῖς νομίμοις τῶν ἐθνῶν, οὓς ἐξαποστέλλω ἀφ᾽ ὑμῶν· ὅτι ταῦτα πάντα ἐποίησαν, καὶ ἐβδελυξάμην αὐτούς.
    20καὶ εἶπα ὑμῖν Ὑμεῖς κληρονομήσατε τὴν γῆν αὐτῶν, καὶ ἐγὼ δώσω ὑμῖν αὐτὴν ἐν κτήσει, γῆν ῥέουσαν γάλα καὶ μέλι· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, ὃς διώρισα ὑμᾶς ἀπὸ πάντων τῶν ἐθνῶν.
    20καὶ ἀφοριεῖτε αὐτοὺς ἀνὰ μέσον τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀνὰ μέσον τῶν κτηνῶν τῶν ἀκαθάρτων καὶ ἀνὰ μέσον τῶν πετεινῶν τῶν καθαρῶν καὶ τῶν ἀκαθάρτων καὶ οὐ βδελύξετε τὰς ψυχὰς ὑμῶν ἐν τοῖς κτήνεσιν καὶ ἐν τοῖς πετεινοῖς καὶ ἐν πᾶσιν τοῖς ἑρπετοῖς τῆς γῆς, ἃ ἐγὼ ἀφώρισα ὑμῖν ἐν ἀκαθαρσίᾳ.
    20καὶ ἔσεσθέ μοι ἅγιοι, ὅτι ἐγὼ ἅγιος κύριος ὁ θεὸς ὑμῶν ὁ ἀφορίσας ὑμᾶς ἀπὸ πάντων τῶν ἐθνῶν εἶναι ἐμοί.
    20Καὶ ἀνὴρ ἢ γυνή, ὃς ἂν γένηται αὐτῶν ἐγγαστρίμυθος ἢ ἐπαοιδός, θανάτῳ θανατούσθωσαν ἀμφότεροι· λίθοις λιθοβολήσατε αὐτούς, ἔνοχοί εἰσιν.
    21Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων Εἰπὸν τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ααρων καὶ ἐρεῖς πρὸς αὐτούς Ἐν ταῖς ψυχαῖς οὐ μιανθήσονται ἐν τῷ ἔθνει αὐτῶν
    21ἀλλ᾽ ἢ ἐν τῷ οἰκείῳ τῷ ἔγγιστα αὐτῶν, ἐπὶ πατρὶ καὶ μητρὶ καὶ υἱοῖς καὶ θυγατράσιν, ἐπ᾽ ἀδελφῷ
    21καὶ ἐπ᾽ ἀδελφῇ παρθένῳ τῇ ἐγγιζούσῃ αὐτῷ τῇ μὴ ἐκδεδομένῃ ἀνδρί, ἐπὶ τούτοις μιανθήσεται.
    21οὐ μιανθήσεται ἐξάπινα ἐν τῷ λαῷ αὐτοῦ εἰς βεβήλωσιν αὐτοῦ.
    21καὶ φαλάκρωμα οὐ ξυρηθήσεσθε τὴν κεφαλὴν ἐπὶ νεκρῷ καὶ τὴν ὄψιν τοῦ πώγωνος οὐ ξυρήσονται καὶ ἐπὶ τὰς σάρκας αὐτῶν οὐ κατατεμοῦσιν ἐντομίδας.
    21ἅγιοι ἔσονται τῷ θεῷ αὐτῶν καὶ οὐ βεβηλώσουσιν τὸ ὄνομα τοῦ θεοῦ αὐτῶν· τὰς γὰρ θυσίας κυρίου δῶρα τοῦ θεοῦ αὐτῶν αὐτοὶ προσφέρουσιν καὶ ἔσονται ἅγιοι.
    21γυναῖκα πόρνην καὶ βεβηλωμένην οὐ λήμψονται καὶ γυναῖκα ἐκβεβλημένην ἀπὸ ἀνδρὸς αὐτῆς· ἅγιός ἐστιν τῷ κυρίῳ θεῷ αὐτοῦ.
    21καὶ ἁγιάσει αὐτόν, τὰ δῶρα κυρίου τοῦ θεοῦ ὑμῶν οὗτος προσφέρει· ἅγιος ἔσται, ὅτι ἅγιος ἐγὼ κύριος ὁ ἁγιάζων αὐτούς.
    21καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν βεβηλωθῇ τοῦ ἐκπορνεῦσαι, τὸ ὄνομα τοῦ πατρὸς αὐτῆς αὐτὴ βεβηλοῖ· ἐπὶ πυρὸς κατακαυθήσεται.
    21Καὶ ὁ ἱερεὺς ὁ μέγας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, τοῦ ἐπικεχυμένου ἐπὶ τὴν κεφαλὴν τοῦ ἐλαίου τοῦ χριστοῦ καὶ τετελειωμένου ἐνδύσασθαι τὰ ἱμάτια, τὴν κεφαλὴν οὐκ ἀποκιδαρώσει καὶ τὰ ἱμάτια οὐ διαρρήξει
    21καὶ ἐπὶ πάσῃ ψυχῇ τετελευτηκυίᾳ οὐκ εἰσελεύσεται, ἐπὶ πατρὶ αὐτοῦ οὐδὲ ἐπὶ μητρὶ αὐτοῦ οὐ μιανθήσεται·
    21καὶ ἐκ τῶν ἁγίων οὐκ ἐξελεύσεται καὶ οὐ βεβηλώσει τὸ ἡγιασμένον τοῦ θεοῦ αὐτοῦ, ὅτι τὸ ἅγιον ἔλαιον τὸ χριστὸν τοῦ θεοῦ ἐπ᾽ αὐτῷ· ἐγὼ κύριος.
    21οὗτος γυναῖκα παρθένον ἐκ τοῦ γένους αὐτοῦ λήμψεται·
    21χήραν δὲ καὶ ἐκβεβλημένην καὶ βεβηλωμένην καὶ πόρνην, ταύτας οὐ λήμψεται, ἀλλ᾽ ἢ παρθένον ἐκ τοῦ γένους αὐτοῦ λήμψεται γυναῖκα·
    21καὶ οὐ βεβηλώσει τὸ σπέρμα αὐτοῦ ἐν τῷ λαῷ αὐτοῦ· ἐγὼ κύριος ὁ ἁγιάζων αὐτόν.
    21Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    21Εἰπὸν Ααρων Ἄνθρωπος ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν, τίνι ἐὰν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τοῦ θεοῦ αὐτοῦ.
    21πᾶς ἄνθρωπος, ᾧ ἂν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται, ἄνθρωπος χωλὸς ἢ τυφλὸς ἢ κολοβόρριν ἢ ὠτότμητος
    21ἢ ἄνθρωπος, ᾧ ἐστιν ἐν αὐτῷ σύντριμμα χειρὸς ἢ σύντριμμα ποδός,
    21ἢ κυρτὸς ἢ ἔφηλος ἢ πτίλος τοὺς ὀφθαλμοὺς ἢ ἄνθρωπος, ᾧ ἂν ᾖ ἐν αὐτῷ ψώρα ἀγρία ἢ λιχήν, ἢ μόνορχις,
    21πᾶς, ᾧ ἐστιν ἐν αὐτῷ μῶμος, ἐκ τοῦ σπέρματος Ααρων τοῦ ἱερέως, οὐκ ἐγγιεῖ τοῦ προσενεγκεῖν τὰς θυσίας τῷ θεῷ σου· ὅτι μῶμος ἐν αὐτῷ, τὰ δῶρα τοῦ θεοῦ οὐ προσελεύσεται προσενεγκεῖν.
    21τὰ δῶρα τοῦ θεοῦ τὰ ἅγια τῶν ἁγίων καὶ ἀπὸ τῶν ἁγίων φάγεται·
    21πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται καὶ πρὸς τὸ θυσιαστήριον οὐκ ἐγγιεῖ, ὅτι μῶμον ἔχει· καὶ οὐ βεβηλώσει τὸ ἅγιον τοῦ θεοῦ αὐτοῦ, ὅτι ἐγώ εἰμι κύριος ὁ ἁγιάζων αὐτούς.
    21καὶ ἐλάλησεν Μωυσῆς πρὸς Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πρὸς πάντας υἱοὺς Ισραηλ.
    22Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    22Εἰπὸν Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ προσεχέτωσαν ἀπὸ τῶν ἁγίων τῶν υἱῶν Ισραηλ καὶ οὐ βεβηλώσουσιν τὸ ὄνομα τὸ ἅγιόν μου, ὅσα αὐτοὶ ἁγιάζουσίν μοι· ἐγὼ κύριος.
    22εἰπὸν αὐτοῖς Εἰς τὰς γενεὰς ὑμῶν πᾶς ἄνθρωπος, ὃς ἂν προσέλθῃ ἀπὸ παντὸς τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἅγια, ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ισραηλ τῷ κυρίῳ, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ᾽ αὐτῷ, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπ᾽ ἐμοῦ· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.
    22καὶ ἄνθρωπος ἐκ τοῦ σπέρματος Ααρων τοῦ ἱερέως καὶ οὗτος λεπρᾷ ἢ γονορρυής, τῶν ἁγίων οὐκ ἔδεται, ἕως ἂν καθαρισθῇ· καὶ ὁ ἁπτόμενος πάσης ἀκαθαρσίας ψυχῆς ἢ ἄνθρωπος, ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος,
    22ἢ ὅστις ἂν ἅψηται παντὸς ἑρπετοῦ ἀκαθάρτου, ὃ μιανεῖ αὐτόν, ἢ ἐπ᾽ ἀνθρώπῳ, ἐν ᾧ μιανεῖ αὐτὸν κατὰ πᾶσαν ἀκαθαρσίαν αὐτοῦ,
    22ψυχή, ἥτις ἂν ἅψηται αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων, ἐὰν μὴ λούσηται τὸ σῶμα αὐτοῦ ὕδατι·
    22καὶ δύῃ ὁ ἥλιος, καὶ καθαρὸς ἔσται καὶ τότε φάγεται τῶν ἁγίων, ὅτι ἄρτος ἐστὶν αὐτοῦ.
    22θνησιμαῖον καὶ θηριάλωτον οὐ φάγεται μιανθῆναι αὐτὸν ἐν αὐτοῖς· ἐγὼ κύριος.
    22καὶ φυλάξονται τὰ φυλάγματά μου, ἵνα μὴ λάβωσιν δι᾽ αὐτὰ ἁμαρτίαν καὶ ἀποθάνωσιν δι᾽ αὐτά, ἐὰν βεβηλώσωσιν αὐτά· ἐγὼ κύριος ὁ θεὸς ὁ ἁγιάζων αὐτούς. -
    22καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἅγια· πάροικος ἱερέως ἢ μισθωτὸς οὐ φάγεται ἅγια.
    22ἐὰν δὲ ἱερεὺς κτήσηται ψυχὴν ἔγκτητον ἀργυρίου, οὗτος φάγεται ἐκ τῶν ἄρτων αὐτοῦ· καὶ οἱ οἰκογενεῖς αὐτοῦ, καὶ οὗτοι φάγονται τῶν ἄρτων αὐτοῦ.
    22καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν γένηται ἀνδρὶ ἀλλογενεῖ, αὐτὴ τῶν ἀπαρχῶν τῶν ἁγίων οὐ φάγεται.
    22καὶ θυγάτηρ ἱερέως ἐὰν γένηται χήρα ἢ ἐκβεβλημένη, σπέρμα δὲ μὴ ἦν αὐτῇ, ἐπαναστρέψει ἐπὶ τὸν οἶκον τὸν πατρικὸν κατὰ τὴν νεότητα αὐτῆς· ἀπὸ τῶν ἄρτων τοῦ πατρὸς αὐτῆς φάγεται. καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἀπ᾽ αὐτῶν.
    22καὶ ἄνθρωπος, ὃς ἂν φάγῃ ἅγια κατὰ ἄγνοιαν, καὶ προσθήσει τὸ ἐπίπεμπτον αὐτοῦ ἐπ᾽ αὐτὸ καὶ δώσει τῷ ἱερεῖ τὸ ἅγιον.
    22καὶ οὐ βεβηλώσουσιν τὰ ἅγια τῶν υἱῶν Ισραηλ, ἃ αὐτοὶ ἀφαιροῦσιν τῷ κυρίῳ,
    22καὶ ἐπάξουσιν ἐφ᾽ ἑαυτοὺς ἀνομίαν πλημμελείας ἐν τῷ ἐσθίειν αὐτοὺς τὰ ἅγια αὐτῶν· ὅτι ἐγὼ κύριος ὁ ἁγιάζων αὐτούς.
    22Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    22Λάλησον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ πάσῃ συναγωγῇ Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἄνθρωπος ἄνθρωπος ἀπὸ τῶν υἱῶν Ισραηλ ἢ τῶν υἱῶν τῶν προσηλύτων τῶν προσκειμένων πρὸς αὐτοὺς ἐν Ισραηλ, ὃς ἂν προσενέγκῃ τὰ δῶρα αὐτοῦ κατὰ πᾶσαν ὁμολογίαν αὐτῶν ἢ κατὰ πᾶσαν αἵρεσιν αὐτῶν, ὅσα ἂν προσενέγκωσιν τῷ θεῷ εἰς ὁλοκαύτωμα,
    22δεκτὰ ὑμῖν ἄμωμα ἄρσενα ἐκ τῶν βουκολίων καὶ ἐκ τῶν προβάτων καὶ ἐκ τῶν αἰγῶν.
    22πάντα, ὅσα ἂν ἔχῃ μῶμον ἐν αὐτῷ, οὐ προσάξουσιν κυρίῳ, διότι οὐ δεκτὸν ἔσται ὑμῖν.
    22καὶ ἄνθρωπος, ὃς ἂν προσενέγκῃ θυσίαν σωτηρίου τῷ κυρίῳ διαστείλας εὐχὴν κατὰ αἵρεσιν ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν ἐκ τῶν βουκολίων ἢ ἐκ τῶν προβάτων, ἄμωμον ἔσται εἰς δεκτόν, πᾶς μῶμος οὐκ ἔσται ἐν αὐτῷ.
    22τυφλὸν ἢ συντετριμμένον ἢ γλωσσότμητον ἢ μυρμηκιῶντα ἢ ψωραγριῶντα ἢ λιχῆνας ἔχοντα, οὐ προσάξουσιν ταῦτα τῷ κυρίῳ, καὶ εἰς κάρπωσιν οὐ δώσετε ἀπ᾽ αὐτῶν ἐπὶ τὸ θυσιαστήριον τῷ κυρίῳ.
    22καὶ μόσχον ἢ πρόβατον ὠτότμητον ἢ κολοβόκερκον, σφάγια ποιήσεις αὐτὰ σεαυτῷ, εἰς δὲ εὐχήν σου οὐ δεχθήσεται.
    22θλαδίαν καὶ ἐκτεθλιμμένον καὶ ἐκτομίαν καὶ ἀπεσπασμένον, οὐ προσάξεις αὐτὰ τῷ κυρίῳ καὶ ἐπὶ τῆς γῆς ὑμῶν οὐ ποιήσετε.
    22καὶ ἐκ χειρὸς ἀλλογενοῦς οὐ προσοίσετε τὰ δῶρα τοῦ θεοῦ ὑμῶν ἀπὸ πάντων τούτων, ὅτι φθάρματά ἐστιν ἐν αὐτοῖς, μῶμος ἐν αὐτοῖς, οὐ δεχθήσεται ταῦτα ὑμῖν.
    22Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    22Μόσχον ἢ πρόβατον ἢ αἶγα, ὡς ἂν τεχθῇ, καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα, τῇ δὲ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ἐπέκεινα δεχθήσεται εἰς δῶρα, κάρπωμα κυρίῳ.
    22καὶ μόσχον ἢ πρόβατον, αὐτὴν καὶ τὰ παιδία αὐτῆς οὐ σφάξεις ἐν ἡμέρᾳ μιᾷ.
    22ἐὰν δὲ θύσῃς θυσίαν εὐχὴν χαρμοσύνης κυρίῳ, εἰς δεκτὸν ὑμῖν θύσετε αὐτό·
    22αὐτῇ τῇ ἡμέρᾳ ἐκείνῃ βρωθήσεται, οὐκ ἀπολείψετε ἀπὸ τῶν κρεῶν εἰς τὸ πρωί· ἐγώ εἰμι κύριος.
    22Καὶ φυλάξετε τὰς ἐντολάς μου καὶ ποιήσετε αὐτάς.
    22καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τοῦ ἁγίου, καὶ ἁγιασθήσομαι ἐν μέσῳ τῶν υἱῶν Ισραηλ· ἐγὼ κύριος ὁ ἁγιάζων ὑμᾶς
    22ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ὥστε εἶναι ὑμῶν θεός, ἐγὼ κύριος.
    23Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων
    23Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Αἱ ἑορταὶ κυρίου, ἃς καλέσετε αὐτὰς κλητὰς ἁγίας, αὗταί εἰσιν ἑορταί μου. -
    23ἓξ ἡμέρας ποιήσεις ἔργα, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα ἀνάπαυσις κλητὴ ἁγία τῷ κυρίῳ· πᾶν ἔργον οὐ ποιήσεις· σάββατά ἐστιν τῷ κυρίῳ ἐν πάσῃ κατοικίᾳ ὑμῶν.
    23Αὗται αἱ ἑορταὶ τῷ κυρίῳ, κληταὶ ἅγιαι, ἃς καλέσετε αὐτὰς ἐν τοῖς καιροῖς αὐτῶν.
    23ἐν τῷ πρώτῳ μηνὶ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἀνὰ μέσον τῶν ἑσπερινῶν πάσχα τῷ κυρίῳ.
    23καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ τῶν ἀζύμων τῷ κυρίῳ· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε.
    23καὶ ἡ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε·
    23καὶ προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ ἑπτὰ ἡμέρας· καὶ ἡ ἑβδόμη ἡμέρα κλητὴ ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.
    23Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    23Εἰπὸν τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Ὅταν εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ θερίζητε τὸν θερισμὸν αὐτῆς, καὶ οἴσετε δράγμα ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα·
    23καὶ ἀνοίσει τὸ δράγμα ἔναντι κυρίου δεκτὸν ὑμῖν, τῇ ἐπαύριον τῆς πρώτης ἀνοίσει αὐτὸ ὁ ἱερεύς.
    23καὶ ποιήσετε ἐν τῇ ἡμέρᾳ, ἐν ᾗ ἂν φέρητε τὸ δράγμα, πρόβατον ἄμωμον ἐνιαύσιον εἰς ὁλοκαύτωμα τῷ κυρίῳ
    23καὶ τὴν θυσίαν αὐτοῦ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ - θυσία τῷ κυρίῳ, ὀσμὴ εὐωδίας κυρίῳ - καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ ιν οἴνου.
    23καὶ ἄρτον καὶ πεφρυγμένα χίδρα νέα οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τῷ θεῷ ὑμῶν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ κατοικίᾳ ὑμῶν.
    23Καὶ ἀριθμήσετε ὑμεῖς ἀπὸ τῆς ἐπαύριον τῶν σαββάτων, ἀπὸ τῆς ἡμέρας, ἧς ἂν προσενέγκητε τὸ δράγμα τοῦ ἐπιθέματος, ἑπτὰ ἑβδομάδας ὁλοκλήρους·
    23ἕως τῆς ἐπαύριον τῆς ἐσχάτης ἑβδομάδος ἀριθμήσετε πεντήκοντα ἡμέρας καὶ προσοίσετε θυσίαν νέαν τῷ κυρίῳ.
    23ἀπὸ τῆς κατοικίας ὑμῶν προσοίσετε ἄρτους ἐπίθεμα, δύο ἄρτους· ἐκ δύο δεκάτων σεμιδάλεως ἔσονται, ἐζυμωμένοι πεφθήσονται πρωτογενημάτων τῷ κυρίῳ.
    23καὶ προσάξετε μετὰ τῶν ἄρτων ἑπτὰ ἀμνοὺς ἀμώμους ἐνιαυσίους καὶ μόσχον ἕνα ἐκ βουκολίου καὶ κριοὺς δύο ἀμώμουσ - ἔσονται ὁλοκαύτωμα τῷ κυρίῳ - καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν, θυσίαν ὀσμὴν εὐωδίας τῷ κυρίῳ.
    23καὶ ποιήσουσιν χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας καὶ δύο ἀμνοὺς ἐνιαυσίους εἰς θυσίαν σωτηρίου μετὰ τῶν ἄρτων τοῦ πρωτογενήματος·
    23καὶ ἐπιθήσει αὐτὰ ὁ ἱερεὺς μετὰ τῶν ἄρτων τοῦ πρωτογενήματος ἐπίθεμα ἔναντι κυρίου μετὰ τῶν δύο ἀμνῶν· ἅγια ἔσονται τῷ κυρίῳ, τῷ ἱερεῖ τῷ προσφέροντι αὐτὰ αὐτῷ ἔσται.
    23καὶ καλέσετε ταύτην τὴν ἡμέραν κλητήν· ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν. -
    23καὶ ὅταν θερίζητε τὸν θερισμὸν τῆς γῆς ὑμῶν, οὐ συντελέσετε τὸ λοιπὸν τοῦ θερισμοῦ τοῦ ἀγροῦ σου ἐν τῷ θερίζειν σε καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις, τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ ὑπολείψῃ αὐτά· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.
    23Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    23Λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων Τοῦ μηνὸς τοῦ ἑβδόμου μιᾷ τοῦ μηνὸς ἔσται ὑμῖν ἀνάπαυσις, μνημόσυνον σαλπίγγων, κλητὴ ἁγία ἔσται ὑμῖν·
    23πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε καὶ προσάξετε ὁλοκαύτωμα κυρίῳ.
    23Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    23Καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἡμέρα ἐξιλασμοῦ, κλητὴ ἁγία ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν καὶ προσάξετε ὁλοκαύτωμα τῷ κυρίῳ.
    23πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ· ἔστιν γὰρ ἡμέρα ἐξιλασμοῦ αὕτη ὑμῖν ἐξιλάσασθαι περὶ ὑμῶν ἔναντι κυρίου τοῦ θεοῦ ὑμῶν.
    23πᾶσα ψυχή, ἥτις μὴ ταπεινωθήσεται ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς.
    23καὶ πᾶσα ψυχή, ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.
    23πᾶν ἔργον οὐ ποιήσετε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις κατοικίαις ὑμῶν.
    23σάββατα σαββάτων ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· ἀπὸ ἐνάτης τοῦ μηνὸς ἀπὸ ἑσπέρας ἕως ἑσπέρας σαββατιεῖτε τὰ σάββατα ὑμῶν.
    23Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    23Λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων Τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἑορτὴ σκηνῶν ἑπτὰ ἡμέρας τῷ κυρίῳ.
    23καὶ ἡ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.
    23ἑπτὰ ἡμέρας προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ· καὶ ἡ ἡμέρα ἡ ὀγδόη κλητὴ ἁγία ἔσται ὑμῖν, καὶ προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ· ἐξόδιόν ἐστιν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.
    23Αὗται αἱ ἑορταὶ κυρίῳ, ἃς καλέσετε κλητὰς ἁγίας ὥστε προσενέγκαι καρπώματα τῷ κυρίῳ, ὁλοκαυτώματα καὶ θυσίας αὐτῶν καὶ σπονδὰς αὐτῶν τὸ καθ᾽ ἡμέραν εἰς ἡμέραν
    23πλὴν τῶν σαββάτων κυρίου καὶ πλὴν τῶν δομάτων ὑμῶν καὶ πλὴν πασῶν τῶν εὐχῶν ὑμῶν καὶ πλὴν τῶν ἑκουσίων ὑμῶν, ἃ ἂν δῶτε τῷ κυρίῳ.
    23Καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου, ὅταν συντελέσητε τὰ γενήματα τῆς γῆς, ἑορτάσετε τῷ κυρίῳ ἑπτὰ ἡμέρας· τῇ ἡμέρᾳ τῇ πρώτῃ ἀνάπαυσις, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἀνάπαυσις.
    23καὶ λήμψεσθε τῇ ἡμέρᾳ τῇ πρώτῃ καρπὸν ξύλου ὡραῖον καὶ κάλλυνθρα φοινίκων καὶ κλάδους ξύλου δασεῖς καὶ ἰτέας καὶ ἄγνου κλάδους ἐκ χειμάρρου εὐφρανθῆναι ἔναντι κυρίου τοῦ θεοῦ ὑμῶν ἑπτὰ ἡμέρας
    23τοῦ ἐνιαυτοῦ· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν· ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ ἑορτάσετε αὐτήν.
    23ἐν σκηναῖς κατοικήσετε ἑπτὰ ἡμέρας, πᾶς ὁ αὐτόχθων ἐν Ισραηλ κατοικήσει ἐν σκηναῖς,
    23ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμῶν ὅτι ἐν σκηναῖς κατῴκισα τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ἐξαγαγεῖν με αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.
    23Καὶ ἐλάλησεν Μωυσῆς τὰς ἑορτὰς κυρίου τοῖς υἱοῖς Ισραηλ.
    24Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    24Ἔντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ λαβέτωσάν μοι ἔλαιον ἐλάινον καθαρὸν κεκομμένον εἰς φῶς καῦσαι λύχνον διὰ παντός.
    24ἔξωθεν τοῦ καταπετάσματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καύσουσιν αὐτὸν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωὶ ἐνώπιον κυρίου ἐνδελεχῶς· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν.
    24ἐπὶ τῆς λυχνίας τῆς καθαρᾶς καύσετε τοὺς λύχνους ἔναντι κυρίου ἕως τὸ πρωί.
    24Καὶ λήμψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους, δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς·
    24καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα, ἓξ ἄρτους τὸ ἓν θέμα, ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι κυρίου.
    24καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ κυρίῳ.
    24τῇ ἡμέρᾳ τῶν σαββάτων προθήσεται ἔναντι κυρίου διὰ παντὸς ἐνώπιον τῶν υἱῶν Ισραηλ διαθήκην αἰώνιον.
    24καὶ ἔσται Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ φάγονται αὐτὰ ἐν τόπῳ ἁγίῳ· ἔστιν γὰρ ἅγια τῶν ἁγίων τοῦτο αὐτῷ ἀπὸ τῶν θυσιαζομένων τῷ κυρίῳ, νόμιμον αἰώνιον.
    24Καὶ ἐξῆλθεν υἱὸς γυναικὸς Ισραηλίτιδος καὶ οὗτος ἦν υἱὸς Αἰγυπτίου ἐν τοῖς υἱοῖς Ισραηλ, καὶ ἐμαχέσαντο ἐν τῇ παρεμβολῇ ὁ ἐκ τῆς Ισραηλίτιδος καὶ ὁ ἄνθρωπος ὁ Ισραηλίτης,
    24καὶ ἐπονομάσας ὁ υἱὸς τῆς γυναικὸς τῆς Ισραηλίτιδος τὸ ὄνομα κατηράσατο, καὶ ἤγαγον αὐτὸν πρὸς Μωυσῆν· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαλωμιθ θυγάτηρ Δαβρι ἐκ τῆς φυλῆς Δαν.
    24καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακὴν διακρῖναι αὐτὸν διὰ προστάγματος κυρίου.
    24καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    24Ἐξάγαγε τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς, καὶ ἐπιθήσουσιν πάντες οἱ ἀκούσαντες τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ λιθοβολήσουσιν αὐτὸν πᾶσα ἡ συναγωγή.
    24καὶ τοῖς υἱοῖς Ισραηλ λάλησον καὶ ἐρεῖς πρὸς αὐτούς Ἄνθρωπος, ὃς ἐὰν καταράσηται θεόν, ἁμαρτίαν λήμψεται·
    24ὀνομάζων δὲ τὸ ὄνομα κυρίου θανάτῳ θανατούσθω· λίθοις λιθοβολείτω αὐτὸν πᾶσα συναγωγὴ Ισραηλ· ἐάν τε προσήλυτος ἐάν τε αὐτόχθων, ἐν τῷ ὀνομάσαι αὐτὸν τὸ ὄνομα κυρίου τελευτάτω.
    24καὶ ἄνθρωπος, ὃς ἂν πατάξῃ ψυχὴν ἀνθρώπου καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω.
    24καὶ ὃς ἂν πατάξῃ κτῆνος καὶ ἀποθάνῃ, ἀποτεισάτω ψυχὴν ἀντὶ ψυχῆς.
    24καὶ ἐάν τις δῷ μῶμον τῷ πλησίον, ὡς ἐποίησεν αὐτῷ, ὡσαύτως ἀντιποιηθήσεται αὐτῷ·
    24σύντριμμα ἀντὶ συντρίμματος, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος· καθότι ἂν δῷ μῶμον τῷ ἀνθρώπῳ, οὕτως δοθήσεται αὐτῷ.
    24ὃς ἂν πατάξῃ ἄνθρωπον καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω·
    24δικαίωσις μία ἔσται τῷ προσηλύτῳ καὶ τῷ ἐγχωρίῳ, ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
    24καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ καὶ ἐξήγαγον τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις· καὶ οἱ υἱοὶ Ισραηλ ἐποίησαν καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ.
    25Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῷ ὄρει Σινα λέγων
    25Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἐὰν εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ ἀναπαύσεται ἡ γῆ, ἣν ἐγὼ δίδωμι ὑμῖν, σάββατα τῷ κυρίῳ.
    25ἓξ ἔτη σπερεῖς τὸν ἀγρόν σου καὶ ἓξ ἔτη τεμεῖς τὴν ἄμπελόν σου καὶ συνάξεις τὸν καρπὸν αὐτῆς.
    25τῷ δὲ ἔτει τῷ ἑβδόμῳ σάββατα ἀνάπαυσις ἔσται τῇ γῇ, σάββατα τῷ κυρίῳ· τὸν ἀγρόν σου οὐ σπερεῖς καὶ τὴν ἄμπελόν σου οὐ τεμεῖς
    25καὶ τὰ αὐτόματα ἀναβαίνοντα τοῦ ἀγροῦ σου οὐκ ἐκθερίσεις καὶ τὴν σταφυλὴν τοῦ ἁγιάσματός σου οὐκ ἐκτρυγήσεις· ἐνιαυτὸς ἀναπαύσεως ἔσται τῇ γῇ.
    25καὶ ἔσται τὰ σάββατα τῆς γῆς βρώματά σοι καὶ τῷ παιδί σου καὶ τῇ παιδίσκῃ σου καὶ τῷ μισθωτῷ σου καὶ τῷ παροίκῳ τῷ προσκειμένῳ πρὸς σέ,
    25καὶ τοῖς κτήνεσίν σου καὶ τοῖς θηρίοις τοῖς ἐν τῇ γῇ σου ἔσται πᾶν τὸ γένημα αὐτοῦ εἰς βρῶσιν.
    25Καὶ ἐξαριθμήσεις σεαυτῷ ἑπτὰ ἀναπαύσεις ἐτῶν, ἑπτὰ ἔτη ἑπτάκις, καὶ ἔσονταί σοι ἑπτὰ ἑβδομάδες ἐτῶν ἐννέα καὶ τεσσαράκοντα ἔτη.
    25καὶ διαγγελεῖτε σάλπιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν τῷ μηνὶ τῷ ἑβδόμῳ τῇ δεκάτῃ τοῦ μηνός· τῇ ἡμέρᾳ τοῦ ἱλασμοῦ διαγγελεῖτε σάλπιγγι ἐν πάσῃ τῇ γῇ ὑμῶν
    25καὶ ἁγιάσετε τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸν καὶ διαβοήσετε ἄφεσιν ἐπὶ τῆς γῆς πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν· ἐνιαυτὸς ἀφέσεως σημασία αὕτη ἔσται ὑμῖν, καὶ ἀπελεύσεται εἷς ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ, καὶ ἕκαστος εἰς τὴν πατρίδα αὐτοῦ ἀπελεύσεσθε.
    25ἀφέσεως σημασία αὕτη, τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸς ἔσται ὑμῖν· οὐ σπερεῖτε οὐδὲ ἀμήσετε τὰ αὐτόματα ἀναβαίνοντα αὐτῆς καὶ οὐ τρυγήσετε τὰ ἡγιασμένα αὐτῆς,
    25ὅτι ἀφέσεως σημασία ἐστίν, ἅγιον ἔσται ὑμῖν, ἀπὸ τῶν πεδίων φάγεσθε τὰ γενήματα αὐτῆς.
    25Ἐν τῷ ἔτει τῆς ἀφέσεως σημασίᾳ αὐτῆς ἐπανελεύσεται ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ.
    25ἐὰν δὲ ἀποδῷ πρᾶσιν τῷ πλησίον σου ἐὰν καὶ κτήσῃ παρὰ τοῦ πλησίον σου, μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον·
    25κατὰ ἀριθμὸν ἐτῶν μετὰ τὴν σημασίαν κτήσῃ παρὰ τοῦ πλησίον, κατὰ ἀριθμὸν ἐνιαυτῶν γενημάτων ἀποδώσεταί σοι.
    25καθότι ἂν πλεῖον τῶν ἐτῶν, πληθύνῃ τὴν ἔγκτησιν αὐτοῦ, καὶ καθότι ἂν ἔλαττον τῶν ἐτῶν, ἐλαττονώσῃ τὴν κτῆσιν αὐτοῦ· ὅτι ἀριθμὸν γενημάτων αὐτοῦ οὕτως ἀποδώσεταί σοι.
    25μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον καὶ φοβηθήσῃ κύριον τὸν θεόν σου· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
    25καὶ ποιήσετε πάντα τὰ δικαιώματά μου καὶ πάσας τὰς κρίσεις μου καὶ φυλάξασθε καὶ ποιήσετε αὐτὰ καὶ κατοικήσετε ἐπὶ τῆς γῆς πεποιθότες·
    25καὶ δώσει ἡ γῆ τὰ ἐκφόρια αὐτῆς, καὶ φάγεσθε εἰς πλησμονὴν καὶ κατοικήσετε πεποιθότες ἐπ᾽ αὐτῆς.
    25ἐὰν δὲ λέγητε Τί φαγόμεθα ἐν τῷ ἔτει τῷ ἑβδόμῳ τούτῳ, ἐὰν μὴ σπείρωμεν μηδὲ συναγάγωμεν τὰ γενήματα ἡμῶν;
    25καὶ ἀποστελῶ τὴν εὐλογίαν μου ὑμῖν ἐν τῷ ἔτει τῷ ἕκτῳ, καὶ ποιήσει τὰ γενήματα αὐτῆς εἰς τὰ τρία ἔτη.
    25καὶ σπερεῖτε τὸ ἔτος τὸ ὄγδοον καὶ φάγεσθε ἀπὸ τῶν γενημάτων παλαιά· ἕως τοῦ ἔτους τοῦ ἐνάτου, ἕως ἂν ἔλθῃ τὸ γένημα αὐτῆς, φάγεσθε παλαιὰ παλαιῶν.
    25καὶ ἡ γῆ οὐ πραθήσεται εἰς βεβαίωσιν, ἐμὴ γάρ ἐστιν ἡ γῆ, διότι προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναντίον μου·
    25καὶ κατὰ πᾶσαν γῆν κατασχέσεως ὑμῶν λύτρα δώσετε τῆς γῆς. -
    25ἐὰν δὲ πένηται ὁ ἀδελφός σου ὁ μετὰ σοῦ καὶ ἀποδῶται ἀπὸ τῆς κατασχέσεως αὐτοῦ καὶ ἔλθῃ ὁ ἀγχιστεύων ἐγγίζων ἔγγιστα αὐτοῦ, καὶ λυτρώσεται τὴν πρᾶσιν τοῦ ἀδελφοῦ αὐτοῦ.
    25ἐὰν δὲ μὴ ᾖ τινι ὁ ἀγχιστεύων καὶ εὐπορηθῇ τῇ χειρὶ καὶ εὑρεθῇ αὐτῷ τὸ ἱκανὸν λύτρα αὐτοῦ,
    25καὶ συλλογιεῖται τὰ ἔτη τῆς πράσεως αὐτοῦ καὶ ἀποδώσει ὃ ὑπερέχει τῷ ἀνθρώπῳ, ᾧ ἀπέδοτο ἑαυτὸν αὐτῷ, καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ.
    25ἐὰν δὲ μὴ εὐπορηθῇ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν ὥστε ἀποδοῦναι αὐτῷ, καὶ ἔσται ἡ πρᾶσις τῷ κτησαμένῳ αὐτὰ ἕως τοῦ ἕκτου ἔτους τῆς ἀφέσεως· καὶ ἐξελεύσεται τῇ ἀφέσει, καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ.
    25Ἐὰν δέ τις ἀποδῶται οἰκίαν οἰκητὴν ἐν πόλει τετειχισμένῃ, καὶ ἔσται ἡ λύτρωσις αὐτῆς, ἕως πληρωθῇ ἐνιαυτὸς ἡμερῶν, ἔσται ἡ λύτρωσις αὐτῆς.
    25ἐὰν δὲ μὴ λυτρωθῇ, ἕως ἂν πληρωθῇ αὐτῆς ἐνιαυτὸς ὅλος, κυρωθήσεται ἡ οἰκία ἡ οὖσα ἐν πόλει τῇ ἐχούσῃ τεῖχος βεβαίως τῷ κτησαμένῳ αὐτὴν εἰς τὰς γενεὰς αὐτοῦ καὶ οὐκ ἐξελεύσεται ἐν τῇ ἀφέσει.
    25αἱ δὲ οἰκίαι αἱ ἐν ἐπαύλεσιν, αἷς οὐκ ἔστιν ἐν αὐταῖς τεῖχος κύκλῳ, πρὸς τὸν ἀγρὸν τῆς γῆς λογισθήτωσαν· λυτρωταὶ διὰ παντὸς ἔσονται καὶ ἐν τῇ ἀφέσει ἐξελεύσονται.
    25καὶ αἱ πόλεις τῶν Λευιτῶν οἰκίαι τῶν πόλεων αὐτῶν κατασχέσεως λυτρωταὶ διὰ παντὸς ἔσονται τοῖς Λευίταις·
    25καὶ ὃς ἂν λυτρωσάμενος παρὰ τῶν Λευιτῶν, καὶ ἐξελεύσεται ἡ διάπρασις αὐτῶν οἰκιῶν πόλεως κατασχέσεως αὐτῶν ἐν τῇ ἀφέσει, ὅτι οἰκίαι τῶν πόλεων τῶν Λευιτῶν κατάσχεσις αὐτῶν ἐν μέσῳ υἱῶν Ισραηλ.
    25καὶ οἱ ἀγροὶ οἱ ἀφωρισμένοι ταῖς πόλεσιν αὐτῶν οὐ πραθήσονται, ὅτι κατάσχεσις αἰωνία τοῦτο αὐτῶν ἐστιν.
    25Ἐὰν δὲ πένηται ὁ ἀδελφός σου καὶ ἀδυνατήσῃ ταῖς χερσὶν παρὰ σοί, ἀντιλήμψῃ αὐτοῦ ὡς προσηλύτου καὶ παροίκου, καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ.
    25οὐ λήμψῃ παρ᾽ αὐτοῦ τόκον οὐδὲ ἐπὶ πλήθει καὶ φοβηθήσῃ τὸν θεόν σου - ἐγὼ κύριοσ - , καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ.
    25τὸ ἀργύριόν σου οὐ δώσεις αὐτῷ ἐπὶ τόκῳ καὶ ἐπὶ πλεονασμὸν οὐ δώσεις αὐτῷ τὰ βρώματά σου.
    25ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου δοῦναι ὑμῖν τὴν γῆν Χανααν ὥστε εἶναι ὑμῶν θεός.
    25Ἐὰν δὲ ταπεινωθῇ ὁ ἀδελφός σου παρὰ σοὶ καὶ πραθῇ σοι, οὐ δουλεύσει σοι δουλείαν οἰκέτου·
    25ὡς μισθωτὸς ἢ πάροικος ἔσται σοι, ἕως τοῦ ἔτους τῆς ἀφέσεως ἐργᾶται παρὰ σοί.
    25καὶ ἐξελεύσεται τῇ ἀφέσει καὶ τὰ τέκνα αὐτοῦ μετ᾽ αὐτοῦ καὶ ἀπελεύσεται εἰς τὴν γενεὰν αὐτοῦ, εἰς τὴν κατάσχεσιν τὴν πατρικὴν ἀποδραμεῖται,
    25διότι οἰκέται μού εἰσιν οὗτοι, οὓς ἐξήγαγον ἐκ γῆς Αἰγύπτου, οὐ πραθήσεται ἐν πράσει οἰκέτου·
    25οὐ κατατενεῖς αὐτὸν ἐν τῷ μόχθῳ καὶ φοβηθήσῃ κύριον τὸν θεόν σου.
    25καὶ παῖς καὶ παιδίσκη, ὅσοι ἂν γένωνταί σοι ἀπὸ τῶν ἐθνῶν, ὅσοι κύκλῳ σού εἰσιν, ἀπ᾽ αὐτῶν κτήσεσθε δοῦλον καὶ δούλην.
    25καὶ ἀπὸ τῶν υἱῶν τῶν παροίκων τῶν ὄντων ἐν ὑμῖν, ἀπὸ τούτων κτήσεσθε καὶ ἀπὸ τῶν συγγενῶν αὐτῶν, ὅσοι ἂν γένωνται ἐν τῇ γῇ ὑμῶν· ἔστωσαν ὑμῖν εἰς κατάσχεσιν.
    25καὶ καταμεριεῖτε αὐτοὺς τοῖς τέκνοις ὑμῶν μεθ᾽ ὑμᾶς, καὶ ἔσονται ὑμῖν κατόχιμοι εἰς τὸν αἰῶνα· τῶν ἀδελφῶν ὑμῶν τῶν υἱῶν Ισραηλ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ οὐ κατατενεῖ αὐτὸν ἐν τοῖς μόχθοις.
    25Ἐὰν δὲ εὕρῃ ἡ χεὶρ τοῦ προσηλύτου ἢ τοῦ παροίκου τοῦ παρὰ σοὶ καὶ ἀπορηθεὶς ὁ ἀδελφός σου πραθῇ τῷ προσηλύτῳ ἢ τῷ παροίκῳ τῷ παρὰ σοὶ ἐκ γενετῆς προσηλύτῳ,
    25μετὰ τὸ πραθῆναι αὐτῷ λύτρωσις ἔσται αὐτῷ· εἷς τῶν ἀδελφῶν αὐτοῦ λυτρώσεται αὐτόν,
    25ἀδελφὸς πατρὸς αὐτοῦ ἢ υἱὸς ἀδελφοῦ πατρὸς λυτρώσεται αὐτὸν ἢ ἀπὸ τῶν οἰκείων τῶν σαρκῶν αὐτοῦ ἐκ τῆς φυλῆς αὐτοῦ λυτρώσεται αὐτόν· ἐὰν δὲ εὐπορηθεὶς ταῖς χερσὶν λυτρώσηται ἑαυτόν,
    25καὶ συλλογιεῖται πρὸς τὸν κεκτημένον αὐτὸν ἀπὸ τοῦ ἔτους, οὗ ἀπέδοτο ἑαυτὸν αὐτῷ, ἕως τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως, καὶ ἔσται τὸ ἀργύριον τῆς πράσεως αὐτοῦ ὡς μισθίου· ἔτος ἐξ ἔτους ἔσται μετ᾽ αὐτοῦ.
    25ἐὰν δέ τινι πλεῖον τῶν ἐτῶν ᾖ, πρὸς ταῦτα ἀποδώσει τὰ λύτρα αὐτοῦ ἀπὸ τοῦ ἀργυρίου τῆς πράσεως αὐτοῦ·
    25ἐὰν δὲ ὀλίγον καταλειφθῇ ἀπὸ τῶν ἐτῶν εἰς τὸν ἐνιαυτὸν τῆς ἀφέσεως, καὶ συλλογιεῖται αὐτῷ κατὰ τὰ ἔτη αὐτοῦ, καὶ ἀποδώσει τὰ λύτρα αὐτοῦ.
    25ὡς μισθωτὸς ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ ἔσται μετ᾽ αὐτοῦ· οὐ κατατενεῖς αὐτὸν ἐν τῷ μόχθῳ ἐνώπιόν σου.
    25ἐὰν δὲ μὴ λυτρῶται κατὰ ταῦτα, ἐξελεύσεται ἐν τῷ ἔτει τῆς ἀφέσεως αὐτὸς καὶ τὰ παιδία αὐτοῦ μετ᾽ αὐτοῦ.
    25ὅτι ἐμοὶ οἱ υἱοὶ Ισραηλ οἰκέται, παῖδές μου οὗτοί εἰσιν, οὓς ἐξήγαγον ἐκ γῆς Αἰγύπτου· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.
    26Οὐ ποιήσετε ὑμῖν αὐτοῖς χειροποίητα οὐδὲ γλυπτὰ οὐδὲ στήλην ἀναστήσετε ὑμῖν οὐδὲ λίθον σκοπὸν θήσετε ἐν τῇ γῇ ὑμῶν προσκυνῆσαι αὐτῷ· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
    26τὰ σάββατά μου φυλάξεσθε καὶ ἀπὸ τῶν ἁγίων μου φοβηθήσεσθε· ἐγώ εἰμι κύριος.
    26Ἐὰν τοῖς προστάγμασίν μου πορεύησθε καὶ τὰς ἐντολάς μου φυλάσσησθε καὶ ποιήσητε αὐτάς,
    26καὶ δώσω τὸν ὑετὸν ὑμῖν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν·
    26καὶ καταλήμψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρύγητον, καὶ ὁ τρύγητος καταλήμψεται τὸν σπόρον, καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονὴν καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν.
    26καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν, καὶ δώσω εἰρήνην ἐν τῇ γῇ ὑμῶν, καὶ κοιμηθήσεσθε, καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν, καὶ ἀπολῶ θηρία πονηρὰ ἐκ τῆς γῆς ὑμῶν.
    26καὶ διώξεσθε τοὺς ἐχθροὺς ὑμῶν, καὶ πεσοῦνται ἐναντίον ὑμῶν φόνῳ·
    26καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατόν, καὶ ἑκατὸν ὑμῶν διώξονται μυριάδας, καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐναντίον ὑμῶν μαχαίρᾳ.
    26καὶ ἐπιβλέψω ἐφ᾽ ὑμᾶς καὶ αὐξανῶ ὑμᾶς καὶ πληθυνῶ ὑμᾶς καὶ στήσω τὴν διαθήκην μου μεθ᾽ ὑμῶν.
    26καὶ φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιῶν καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε.
    26καὶ θήσω τὴν διαθήκην μου ἐν ὑμῖν, καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς·
    26καὶ ἐμπεριπατήσω ἐν ὑμῖν καὶ ἔσομαι ὑμῶν θεός, καὶ ὑμεῖς ἔσεσθέ μου λαός.
    26ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ὄντων ὑμῶν δούλων καὶ συνέτριψα τὸν δεσμὸν τοῦ ζυγοῦ ὑμῶν καὶ ἤγαγον ὑμᾶς μετὰ παρρησίας.
    26Ἐὰν δὲ μὴ ὑπακούσητέ μου μηδὲ ποιήσητε τὰ προστάγματά μου ταῦτα,
    26ἀλλὰ ἀπειθήσητε αὐτοῖς καὶ τοῖς κρίμασίν μου προσοχθίσῃ ἡ ψυχὴ ὑμῶν ὥστε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου ὥστε διασκεδάσαι τὴν διαθήκην μου,
    26καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν καὶ ἐπισυστήσω ἐφ᾽ ὑμᾶς τὴν ἀπορίαν τήν τε ψώραν καὶ τὸν ἴκτερον καὶ σφακελίζοντας τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ τὴν ψυχὴν ὑμῶν ἐκτήκουσαν, καὶ σπερεῖτε διὰ κενῆς τὰ σπέρματα ὑμῶν, καὶ ἔδονται οἱ ὑπεναντίοι ὑμῶν·
    26καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφ᾽ ὑμᾶς, καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν, καὶ διώξονται ὑμᾶς οἱ μισοῦντες ὑμᾶς, καὶ φεύξεσθε οὐθενὸς διώκοντος ὑμᾶς. -
    26καὶ ἐὰν ἕως τούτου μὴ ὑπακούσητέ μου, καὶ προσθήσω τοῦ παιδεῦσαι ὑμᾶς ἑπτάκις ἐπὶ ταῖς ἁμαρτίαις ὑμῶν
    26καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν καὶ θήσω τὸν οὐρανὸν ὑμῖν σιδηροῦν καὶ τὴν γῆν ὑμῶν ὡσεὶ χαλκῆν,
    26καὶ ἔσται εἰς κενὸν ἡ ἰσχὺς ὑμῶν, καὶ οὐ δώσει ἡ γῆ ὑμῶν τὸν σπόρον αὐτῆς, καὶ τὸ ξύλον τοῦ ἀγροῦ ὑμῶν οὐ δώσει τὸν καρπὸν αὐτοῦ. -
    26καὶ ἐὰν μετὰ ταῦτα πορεύησθε πλάγιοι καὶ μὴ βούλησθε ὑπακούειν μου, προσθήσω ὑμῖν πληγὰς ἑπτὰ κατὰ τὰς ἁμαρτίας ὑμῶν
    26καὶ ἀποστελῶ ἐφ᾽ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς, καὶ κατέδεται ὑμᾶς καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς, καὶ ἐρημωθήσονται αἱ ὁδοὶ ὑμῶν. -
    26καὶ ἐπὶ τούτοις ἐὰν μὴ παιδευθῆτε, ἀλλὰ πορεύησθε πρός με πλάγιοι,
    26πορεύσομαι κἀγὼ μεθ᾽ ὑμῶν θυμῷ πλαγίῳ καὶ πατάξω ὑμᾶς κἀγὼ ἑπτάκις ἀντὶ τῶν ἁμαρτιῶν ὑμῶν
    26καὶ ἐπάξω ἐφ᾽ ὑμᾶς μάχαιραν ἐκδικοῦσαν δίκην διαθήκης, καὶ καταφεύξεσθε εἰς τὰς πόλεις ὑμῶν· καὶ ἐξαποστελῶ θάνατον εἰς ὑμᾶς, καὶ παραδοθήσεσθε εἰς χεῖρας ἐχθρῶν.
    26ἐν τῷ θλῖψαι ὑμᾶς σιτοδείᾳ ἄρτων καὶ πέψουσιν δέκα γυναῖκες τοὺς ἄρτους ὑμῶν ἐν κλιβάνῳ ἑνὶ καὶ ἀποδώσουσιν τοὺς ἄρτους ὑμῶν ἐν σταθμῷ, καὶ φάγεσθε καὶ οὐ μὴ ἐμπλησθῆτε. -
    26ἐὰν δὲ ἐπὶ τούτοις μὴ ὑπακούσητέ μου καὶ πορεύησθε πρός με πλάγιοι,
    26καὶ αὐτὸς πορεύσομαι μεθ᾽ ὑμῶν ἐν θυμῷ πλαγίῳ καὶ παιδεύσω ὑμᾶς ἐγὼ ἑπτάκις κατὰ τὰς ἁμαρτίας ὑμῶν,
    26καὶ φάγεσθε τὰς σάρκας τῶν υἱῶν ὑμῶν καὶ τὰς σάρκας τῶν θυγατέρων ὑμῶν φάγεσθε·
    26καὶ ἐρημώσω τὰς στήλας ὑμῶν καὶ ἐξολεθρεύσω τὰ ξύλινα χειροποίητα ὑμῶν καὶ θήσω τὰ κῶλα ὑμῶν ἐπὶ τὰ κῶλα τῶν εἰδώλων ὑμῶν, καὶ προσοχθιεῖ ἡ ψυχή μου ὑμῖν·
    26καὶ θήσω τὰς πόλεις ὑμῶν ἐρήμους καὶ ἐξερημώσω τὰ ἅγια ὑμῶν καὶ οὐ μὴ ὀσφρανθῶ τῆς ὀσμῆς τῶν θυσιῶν ὑμῶν·
    26καὶ ἐξερημώσω ἐγὼ τὴν γῆν ὑμῶν, καὶ θαυμάσονται ἐπ᾽ αὐτῇ οἱ ἐχθροὶ ὑμῶν οἱ ἐνοικοῦντες ἐν αὐτῇ·
    26καὶ διασπερῶ ὑμᾶς εἰς τὰ ἔθνη, καὶ ἐξαναλώσει ὑμᾶς ἐπιπορευομένη ἡ μάχαιρα· καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος, καὶ αἱ πόλεις ὑμῶν ἔσονται ἔρημοι.
    26τότε εὐδοκήσει ἡ γῆ τὰ σάββατα αὐτῆς καὶ πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς, καὶ ὑμεῖς ἔσεσθε ἐν τῇ γῇ τῶν ἐχθρῶν ὑμῶν· τότε σαββατιεῖ ἡ γῆ καὶ εὐδοκήσει τὰ σάββατα αὐτῆς.
    26πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς σαββατιεῖ ἃ οὐκ ἐσαββάτισεν ἐν τοῖς σαββάτοις ὑμῶν, ἡνίκα κατῳκεῖτε αὐτήν.
    26καὶ τοῖς καταλειφθεῖσιν ἐξ ὑμῶν ἐπάξω δειλίαν εἰς τὴν καρδίαν αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν, καὶ διώξεται αὐτοὺς φωνὴ φύλλου φερομένου, καὶ φεύξονται ὡς φεύγοντες ἀπὸ πολέμου καὶ πεσοῦνται οὐθενὸς διώκοντος·
    26καὶ ὑπερόψεται ὁ ἀδελφὸς τὸν ἀδελφὸν ὡσεὶ ἐν πολέμῳ οὐθενὸς κατατρέχοντος, καὶ οὐ δυνήσεσθε ἀντιστῆναι τοῖς ἐχθροῖς ὑμῶν.
    26καὶ ἀπολεῖσθε ἐν τοῖς ἔθνεσιν, καὶ κατέδεται ὑμᾶς ἡ γῆ τῶν ἐχθρῶν ὑμῶν.
    26καὶ οἱ καταλειφθέντες ἀφ᾽ ὑμῶν καταφθαρήσονται διὰ τὰς ἁμαρτίας ὑμῶν, ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν τακήσονται.
    26καὶ ἐξαγορεύσουσιν τὰς ἁμαρτίας αὐτῶν καὶ τὰς ἁμαρτίας τῶν πατέρων αὐτῶν, ὅτι παρέβησαν καὶ ὑπερεῖδόν με, καὶ ὅτι ἐπορεύθησαν ἐναντίον μου πλάγιοι,
    26καὶ ἐγὼ ἐπορεύθην μετ᾽ αὐτῶν ἐν θυμῷ πλαγίῳ καὶ ἀπολῶ αὐτοὺς ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν· τότε ἐντραπήσεται ἡ καρδία αὐτῶν ἡ ἀπερίτμητος, καὶ τότε εὐδοκήσουσιν τὰς ἁμαρτίας αὐτῶν.
    26καὶ μνησθήσομαι τῆς διαθήκης Ιακωβ καὶ τῆς διαθήκης Ισαακ καὶ τῆς διαθήκης Αβρααμ μνησθήσομαι καὶ τῆς γῆς μνησθήσομαι.
    26καὶ ἡ γῆ ἐγκαταλειφθήσεται ὑπ᾽ αὐτῶν· τότε προσδέξεται ἡ γῆ τὰ σάββατα αὐτῆς ἐν τῷ ἐρημωθῆναι αὐτὴν δι᾽ αὐτούς, καὶ αὐτοὶ προσδέξονται τὰς αὐτῶν ἀνομίας, ἀνθ᾽ ὧν τὰ κρίματά μου ὑπερεῖδον καὶ τοῖς προστάγμασίν μου προσώχθισαν τῇ ψυχῇ αὐτῶν.
    26καὶ οὐδ ὧς ὄντων αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν οὐχ ὑπερεῖδον αὐτοὺς οὐδὲ προσώχθισα αὐτοῖς ὥστε ἐξαναλῶσαι αὐτοὺς τοῦ διασκεδάσαι τὴν διαθήκην μου τὴν πρὸς αὐτούς· ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν.
    26καὶ μνησθήσομαι αὐτῶν τῆς διαθήκης τῆς προτέρας, ὅτε ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας ἔναντι τῶν ἐθνῶν τοῦ εἶναι αὐτῶν θεός· ἐγώ εἰμι κύριος.
    26Ταῦτα τὰ κρίματα καὶ τὰ προστάγματα καὶ ὁ νόμος, ὃν ἔδωκεν κύριος ἀνὰ μέσον αὐτοῦ καὶ ἀνὰ μέσον τῶν υἱῶν Ισραηλ ἐν τῷ ὄρει Σινα ἐν χειρὶ Μωυσῆ.
    27Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
    27Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς αὐτοῖς Ὃς ἂν εὔξηται εὐχὴν ὥστε τιμὴν τῆς ψυχῆς αὐτοῦ τῷ κυρίῳ,
    27ἔσται ἡ τιμὴ τοῦ ἄρσενος ἀπὸ εἰκοσαετοῦς ἕως ἑξηκονταετοῦς, ἔσται αὐτοῦ ἡ τιμὴ πεντήκοντα δίδραχμα ἀργυρίου τῷ σταθμῷ τῷ ἁγίῳ,
    27τῆς δὲ θηλείας ἔσται ἡ συντίμησις τριάκοντα δίδραχμα.
    27ἐὰν δὲ ἀπὸ πενταετοῦς ἕως εἴκοσι ἐτῶν, ἔσται ἡ τιμὴ τοῦ ἄρσενος εἴκοσι δίδραχμα, τῆς δὲ θηλείας δέκα δίδραχμα.
    27ἀπὸ δὲ μηνιαίου ἕως πενταετοῦς ἔσται ἡ τιμὴ τοῦ ἄρσενος πέντε δίδραχμα ἀργυρίου, τῆς δὲ θηλείας τρία δίδραχμα.
    27ἐὰν δὲ ἀπὸ ἑξηκονταετῶν καὶ ἐπάνω, ἐὰν μὲν ἄρσεν ᾖ, ἔσται ἡ τιμὴ πεντεκαίδεκα δίδραχμα ἀργυρίου, ἐὰν δὲ θήλεια, δέκα δίδραχμα.
    27ἐὰν δὲ ταπεινὸς ᾖ τῇ τιμῇ, στήσεται ἐναντίον τοῦ ἱερέως, καὶ τιμήσεται αὐτὸν ὁ ἱερεύς· καθάπερ ἰσχύει ἡ χεὶρ τοῦ εὐξαμένου, τιμήσεται αὐτὸν ὁ ἱερεύς.
    27Ἐὰν δὲ ἀπὸ τῶν κτηνῶν τῶν προσφερομένων ἀπ᾽ αὐτῶν δῶρον τῷ κυρίῳ, ὃς ἂν δῷ ἀπὸ τούτων τῷ κυρίῳ, ἔσται ἅγιον.
    27οὐκ ἀλλάξει αὐτὸ καλὸν πονηρῷ οὐδὲ πονηρὸν καλῷ· ἐὰν δὲ ἀλλάσσων ἀλλάξῃ αὐτὸ κτῆνος κτήνει, ἔσται αὐτὸ καὶ τὸ ἄλλαγμα ἅγια.
    27ἐὰν δὲ πᾶν κτῆνος ἀκάθαρτον, ἀφ᾽ ὧν οὐ προσφέρεται ἀπ᾽ αὐτῶν δῶρον τῷ κυρίῳ, στήσει τὸ κτῆνος ἔναντι τοῦ ἱερέως,
    27καὶ τιμήσεται αὐτὸ ὁ ἱερεὺς ἀνὰ μέσον καλοῦ καὶ ἀνὰ μέσον πονηροῦ, καὶ καθότι ἂν τιμήσεται ὁ ἱερεύς, οὕτως στήσεται.
    27ἐὰν δὲ λυτρούμενος λυτρώσηται αὐτό, προσθήσει τὸ ἐπίπεμπτον πρὸς τὴν τιμὴν αὐτοῦ.
    27Καὶ ἄνθρωπος, ὃς ἂν ἁγιάσῃ τὴν οἰκίαν αὐτοῦ ἁγίαν τῷ κυρίῳ, καὶ τιμήσεται αὐτὴν ὁ ἱερεὺς ἀνὰ μέσον καλῆς καὶ ἀνὰ μέσον πονηρᾶς· ὡς ἂν τιμήσεται αὐτὴν ὁ ἱερεύς, οὕτως σταθήσεται.
    27ἐὰν δὲ ὁ ἁγιάσας αὐτὴν λυτρῶται τὴν οἰκίαν αὐτοῦ, προσθήσει ἐπ᾽ αὐτὸ τὸ ἐπίπεμπτον τοῦ ἀργυρίου τῆς τιμῆς, καὶ ἔσται αὐτῷ.
    27Ἐὰν δὲ ἀπὸ τοῦ ἀγροῦ τῆς κατασχέσεως αὐτοῦ ἁγιάσῃ ἄνθρωπος τῷ κυρίῳ, καὶ ἔσται ἡ τιμὴ κατὰ τὸν σπόρον αὐτοῦ, κόρου κριθῶν πεντήκοντα δίδραχμα ἀργυρίου.
    27ἐὰν δὲ ἀπὸ τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως ἁγιάσῃ τὸν ἀγρὸν αὐτοῦ, κατὰ τὴν τιμὴν αὐτοῦ στήσεται.
    27ἐὰν δὲ ἔσχατον μετὰ τὴν ἄφεσιν ἁγιάσῃ τὸν ἀγρὸν αὐτοῦ, προσλογιεῖται αὐτῷ ὁ ἱερεὺς τὸ ἀργύριον ἐπὶ τὰ ἔτη τὰ ἐπίλοιπα ἕως εἰς τὸν ἐνιαυτὸν τῆς ἀφέσεως, καὶ ἀνθυφαιρεθήσεται ἀπὸ τῆς συντιμήσεως αὐτοῦ.
    27ἐὰν δὲ λυτρῶται τὸν ἀγρὸν ὁ ἁγιάσας αὐτόν, προσθήσει τὸ ἐπίπεμπτον τοῦ ἀργυρίου πρὸς τὴν τιμὴν αὐτοῦ, καὶ ἔσται αὐτῷ.
    27ἐὰν δὲ μὴ λυτρῶται τὸν ἀγρὸν καὶ ἀποδῶται τὸν ἀγρὸν ἀνθρώπῳ ἑτέρῳ, οὐκέτι μὴ λυτρώσηται αὐτόν,
    27ἀλλ᾽ ἔσται ὁ ἀγρὸς ἐξεληλυθυίας τῆς ἀφέσεως ἅγιος τῷ κυρίῳ ὥσπερ ἡ γῆ ἡ ἀφωρισμένη· τῷ ἱερεῖ ἔσται κατάσχεσις
    27Ἐὰν δὲ ἀπὸ τοῦ ἀγροῦ, οὗ κέκτηται, ὃς οὐκ ἔστιν ἀπὸ τοῦ ἀγροῦ τῆς κατασχέσεως αὐτοῦ, ἁγιάσῃ τῷ κυρίῳ,
    27λογιεῖται πρὸς αὐτὸν ὁ ἱερεὺς τὸ τέλος τῆς τιμῆς ἐκ τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως, καὶ ἀποδώσει τὴν τιμὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἅγιον τῷ κυρίῳ·
    27καὶ ἐν τῷ ἐνιαυτῷ τῆς ἀφέσεως ἀποδοθήσεται ὁ ἀγρὸς τῷ ἀνθρώπῳ, παρ᾽ οὗ κέκτηται αὐτόν, οὗ ἦν ἡ κατάσχεσις τῆς γῆς.
    27καὶ πᾶσα τιμὴ ἔσται σταθμίοις ἁγίοις· εἴκοσι ὀβολοὶ ἔσται τὸ δίδραχμον.
    27Καὶ πᾶν πρωτότοκον, ὃ ἂν γένηται ἐν τοῖς κτήνεσίν σου, ἔσται τῷ κυρίῳ, καὶ οὐ καθαγιάσει οὐθεὶς αὐτό· ἐάν τε μόσχον ἐάν τε πρόβατον, τῷ κυρίῳ ἐστίν.
    27ἐὰν δὲ τῶν τετραπόδων τῶν ἀκαθάρτων, ἀλλάξει κατὰ τὴν τιμὴν αὐτοῦ καὶ προσθήσει τὸ ἐπίπεμπτον πρὸς αὐτό, καὶ ἔσται αὐτῷ· ἐὰν δὲ μὴ λυτρῶται, πραθήσεται κατὰ τὸ τίμημα αὐτοῦ.
    27πᾶν δὲ ἀνάθεμα, ὃ ἐὰν ἀναθῇ ἄνθρωπος τῷ κυρίῳ ἀπὸ πάντων, ὅσα αὐτῷ ἐστιν, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἀγροῦ κατασχέσεως αὐτοῦ, οὐκ ἀποδώσεται οὐδὲ λυτρώσεται· πᾶν ἀνάθεμα ἅγιον ἁγίων ἔσται τῷ κυρίῳ.
    27καὶ πᾶν, ὃ ἐὰν ἀνατεθῇ ἀπὸ τῶν ἀνθρώπων, οὐ λυτρωθήσεται, ἀλλὰ θανάτῳ θανατωθήσεται.
    27Πᾶσα δεκάτη τῆς γῆς ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ τοῦ καρποῦ τοῦ ξυλίνου τῷ κυρίῳ ἐστίν, ἅγιον τῷ κυρίῳ.
    27ἐὰν δὲ λυτρῶται λύτρῳ ἄνθρωπος τὴν δεκάτην αὐτοῦ, τὸ ἐπίπεμπτον προσθήσει πρὸς αὐτό, καὶ ἔσται αὐτῷ.
    27καὶ πᾶσα δεκάτη βοῶν καὶ προβάτων καὶ πᾶν, ὃ ἐὰν ἔλθῃ ἐν τῷ ἀριθμῷ ὑπὸ τὴν ῥάβδον, τὸ δέκατον ἔσται ἅγιον τῷ κυρίῳ.
    27οὐκ ἀλλάξεις καλὸν πονηρῷ· ἐὰν δὲ ἀλλάσσων ἀλλάξῃς αὐτό, καὶ τὸ ἄλλαγμα αὐτοῦ ἔσται ἅγιον, οὐ λυτρωθήσεται.
    27Αὗταί εἰσιν αἱ ἐντολαί, ἃς ἐνετείλατο κύριος τῷ Μωυσῇ πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ὄρει Σινα.