THE HOLY BIBLE - ABC GREEK
<<< 10 >>>

ΓενεσιςSeptuagintagreek1
2444καὶ εἴπῃ μοι Καὶ σὺ πίε, καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, αὕτη ἡ γυνή, ἣν ἡτοίμασεν κύριος τῷ ἑαυτοῦ θεράποντι Ισαακ, καὶ ἐν τούτῳ γνώσομαι ὅτι πεποίηκας ἔλεος τῷ κυρίῳ μου Αβρααμ.
Ιησους ΝαυηSeptuagintagreek1
2228καὶ εἴπαμεν Ἐὰν γένηταί ποτε καὶ λαλήσωσιν πρὸς ἡμᾶς καὶ ταῖς γενεαῖς ἡμῶν αὔριον, καὶ ἐροῦσιν Ἴδετε ὁμοίωμα τοῦ θυσιαστηρίου κυρίου, ὃ ἐποίησαν οἱ πατέρες ἡμῶν οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν, ἀλλὰ μαρτύριόν ἐστιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν υἱῶν ἡμῶν.
Ιησους ΝαυηSeptuagintagreek1
2226καὶ εἴπαμεν ποιῆσαι οὕτως τοῦ οἰκοδομῆσαι τὸν βωμὸν τοῦτον οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν,
ΓενεσιςSeptuagintagreek1
4420καὶ εἴπαμεν τῷ κυρίῳ ῎Εστιν ἡμῖν πατὴρ πρεσβύτερος καὶ παιδίον γήρως νεώτερον αὐτῷ, καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν, αὐτὸς δὲ μόνος ὑπελείφθη τῇ μητρὶ αὐτοῦ, ὁ δὲ πατὴρ αὐτὸν ἠγάπησεν.
ΓενεσιςSeptuagintagreek1
4422καὶ εἴπαμεν τῷ κυρίῳ Οὐ δυνήσεται τὸ παιδίον καταλιπεῖν τὸν πατέρα· ἐὰν δὲ καταλίπῃ τὸν πατέρα, ἀποθανεῖται.
ΚριταίSeptuagintagreek1
955καὶ εἶδεν ἀνὴρ Ισραηλ ὅτι ἀπέθανεν Αβιμελεχ, καὶ ἀπῆλθον ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ.
ΔευτερονομιονSeptuagintagreek1
3321καὶ εἶδεν ἀπαρχὴν αὐτοῦ, ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν· δικαιοσύνην κύριος ἐποίησεν καὶ κρίσιν αὐτοῦ μετὰ Ισραηλ.
ΓενεσιςSeptuagintagreek1
382καὶ εἶδεν ἐκεῖ Ιουδας θυγατέρα ἀνθρώπου Χαναναίου, ᾗ ὄνομα Σαυα, καὶ ἔλαβεν αὐτὴν καὶ εἰσῆλθεν πρὸς αὐτήν.
ΓενεσιςSeptuagintagreek1
36καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστιν τοῦ κατανοῆσαι, καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγεν· καὶ ἔδωκεν καὶ τῷ ἀνδρὶ αὐτῆς μετ᾽ αὐτῆς, καὶ ἔφαγον.
ΓενεσιςSeptuagintagreek1
4016καὶ εἶδεν ὁ ἀρχισιτοποιὸς ὅτι ὀρθῶς συνέκρινεν, καὶ εἶπεν τῷ Ιωσηφ Κἀγὼ εἶδον ἐνύπνιον καὶ ᾤμην τρία κανᾶ χονδριτῶν αἴρειν ἐπὶ τῆς κεφαλῆς μου·
ΓενεσιςSeptuagintagreek1
131καὶ εἶδεν ὁ θεὸς τὰ πάντα, ὅσα ἐποίησεν, καὶ ἰδοὺ καλὰ λίαν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα ἕκτη.
ΓενεσιςSeptuagintagreek1
14καὶ εἶδεν ὁ θεὸς τὸ φῶς ὅτι καλόν. καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους.
ΕξοδοςSeptuagintagreek1
3430καὶ εἶδεν Ααρων καὶ πάντες οἱ πρεσβύτεροι Ισραηλ τὸν Μωυσῆν καὶ ἦν δεδοξασμένη ἡ ὄψις τοῦ χρώματος τοῦ προσώπου αὐτοῦ, καὶ ἐφοβήθησαν ἐγγίσαι αὐτοῦ.
ΚριταίSeptuagintagreek1
2036καὶ εἶδεν Βενιαμιν ὅτι τετρόπωται· καὶ ἔδωκεν ἀνὴρ Ισραηλ τῷ Βενιαμιν τόπον, ὅτι ἤλπισαν ἐπὶ τὸ ἔνεδρον, ὃ ἔταξαν πρὸς τὴν Γαβαα.
ΚριταίSeptuagintagreek1
936καὶ εἶδεν Γααλ υἱὸς Αβεδ τὸν λαὸν καὶ εἶπεν πρὸς Ζεβουλ ᾿Ιδοὺ λαὸς καταβαίνων ἀπὸ τῶν κορυφῶν τῶν ὀρέων. καὶ εἶπεν πρὸς αὐτὸν Ζεβουλ Τὴν σκιὰν τῶν ὀρέων σὺ ὁρᾶς ὡς ἄνδρας.
ΚριταίSeptuagintagreek1
622καὶ εἶδεν Γεδεων ὅτι ἄγγελος κυρίου ἐστίν, καὶ εἶπεν Γεδεων ῏Α ἆ, κύριε κύριε, ὅτι εἶδον τὸν ἄγγελον κυρίου πρόσωπον πρὸς πρόσωπον.
ΚριταίSeptuagintagreek1
1618καὶ εἶδεν Δαλιλα ὅτι ἀνήγγειλεν αὐτῇ πάντα τὰ ἀπὸ καρδίας αὐτοῦ, καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν πάντας τοὺς σατράπας τῶν ἀλλοφύλων λέγουσα ᾿Ανάβητε τὸ ἅπαξ, ὅτι ἀνήγγειλέν μοι πᾶσαν τὴν καρδίαν αὐτοῦ· καὶ ἀνέβησαν πρὸς αὐτὴν πᾶσαι αἱ σατραπίαι τῶν ἀλλοφύλων καὶ ἤνεγκαν τὸ ἀργύριον ἐν ταῖς χερσὶν αὐτῶν.
ΓενεσιςSeptuagintagreek1
288καὶ εἶδεν Ησαυ ὅτι πονηραί εἰσιν αἱ θυγατέρες Χανααν ἐναντίον Ισαακ τοῦ πατρὸς αὐτοῦ,
ΓενεσιςSeptuagintagreek1
312καὶ εἶδεν Ιακωβ τὸ πρόσωπον τοῦ Λαβαν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν.
ΓενεσιςSeptuagintagreek1
5023καὶ εἶδεν Ιωσηφ Εφραιμ παιδία ἕως τρίτης γενεᾶς, καὶ υἱοὶ Μαχιρ τοῦ υἱοῦ Μανασση ἐτέχθησαν ἐπὶ μηρῶν Ιωσηφ.
ΕξοδοςSeptuagintagreek1
3923καὶ εἶδεν Μωυσῆς πάντα τὰ ἔργα, καὶ ἦσαν πεποιηκότες αὐτὰ ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν αὐτά· καὶ εὐλόγησεν αὐτοὺς Μωυσῆς.
ΓενεσιςSeptuagintagreek1
922καὶ εἶδεν Χαμ ὁ πατὴρ Χανααν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ καὶ ἐξελθὼν ἀνήγγειλεν τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω.
ΓενεσιςSeptuagintagreek1
342καὶ εἶδεν αὐτὴν Συχεμ ὁ υἱὸς Εμμωρ ὁ Χορραῖος ὁ ἄρχων τῆς γῆς καὶ λαβὼν αὐτὴν ἐκοιμήθη μετ᾽ αὐτῆς καὶ ἐταπείνωσεν αὐτήν.
ΚριταίSeptuagintagreek1
1624καὶ εἶδεν αὐτὸν ὁ λαὸς καὶ ᾔνεσαν τοὺς θεοὺς αὐτῶν καὶ εἶπαν Παρέδωκεν ὁ θεὸς ἡμῶν τὸν ἐχθρὸν ἡμῶν ἐν χειρὶ ἡμῶν καὶ τὸν ἐξερημοῦντα τὴν γῆν ἡμῶν, ὅστις ἐπλήθυνεν τοὺς τραυματίας ἡμῶν.
ΓενεσιςSeptuagintagreek1
612καὶ εἶδεν κύριος ὁ θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρεν πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς.
ΔευτερονομιονSeptuagintagreek1
3219καὶ εἶδεν κύριος καὶ ἐζήλωσεν καὶ παρωξύνθη δι᾽ ὀργὴν υἱῶν αὐτοῦ καὶ θυγατέρων
Ιησους ΝαυηSeptuagintagreek1
815καὶ εἶδεν καὶ ἀνεχώρησεν Ἰησοῦς καὶ Ισραηλ ἀπὸ προσώπου αὐτῶν.
ΑριθμοιSeptuagintagreek1
2029καὶ εἶδεν πᾶσα ἡ συναγωγὴ ὅτι ἀπελύθη Ααρων, καὶ ἔκλαυσαν τὸν Ααρων τριάκοντα ἡμέρας πᾶς οἶκος Ισραηλ.
ΓενεσιςSeptuagintagreek1
405καὶ εἶδον ἀμφότεροι ἐνύπνιον, ἑκάτερος ἐνύπνιον, ἐν μιᾷ νυκτὶ ὅρασις τοῦ ἐνυπνίου αὐτοῦ, ὁ ἀρχιοινοχόος καὶ ὁ ἀρχισιτοποιός, οἳ ἦσαν τῷ βασιλεῖ Αἰγύπτου, οἱ ὄντες ἐν τῷ δεσμωτηρίῳ.
ΚριταίSeptuagintagreek1
123καὶ εἶδον ὅτι οὐκ ἦν ὁ σῴζων, καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ διέβην πρὸς τοὺς υἱοὺς Αμμων, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρί μου· καὶ ἵνα τί ἀνέβητε πρός με τῇ ἡμέρᾳ ταύτῃ τοῦ πολεμεῖν ἐν ἐμοί;
ΓενεσιςSeptuagintagreek1
1215καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραω καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραω καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραω·
ΓενεσιςSeptuagintagreek1
5011καὶ εἶδον οἱ κάτοικοι τῆς γῆς Χανααν τὸ πένθος ἐν ἅλωνι Αταδ καὶ εἶπαν Πένθος μέγα τοῦτό ἐστιν τοῖς Αἰγυπτίοις· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Πένθος Αἰγύπτου, ὅ ἐστιν πέραν τοῦ Ιορδάνου.
ΕξοδοςSeptuagintagreek1
3435καὶ εἶδον οἱ υἱοὶ Ισραηλ τὸ πρόσωπον Μωυσῆ ὅτι δεδόξασται, καὶ περιέθηκεν Μωυσῆς κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ, ἕως ἂν εἰσέλθῃ συλλαλεῖν αὐτῷ.
ΚριταίSeptuagintagreek1
124καὶ εἶδον οἱ φυλάσσοντες ἄνδρα ἐκπορευόμενον ἐκ τῆς πόλεως καὶ ἔλαβαν αὐτὸν καὶ εἶπον αὐτῷ Δεῖξον ἡμῖν τὴν εἴσοδον τῆς πόλεως, καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος.
ΓενεσιςSeptuagintagreek1
4122καὶ εἶδον πάλιν ἐν τῷ ὕπνῳ μου, καὶ ὥσπερ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνὶ πλήρεις καὶ καλοί·
ΕξοδοςSeptuagintagreek1
2410καὶ εἶδον τὸν τόπον, οὗ εἱστήκει ἐκεῖ ὁ θεὸς τοῦ Ισραηλ· καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ὡσεὶ ἔργον πλίνθου σαπφείρου καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαριότητι.
ΔευτερονομιονSeptuagintagreek1
2619καὶ εἶναί σε ὑπεράνω πάντων τῶν ἐθνῶν, ὡς ἐποίησέν σε ὀνομαστὸν καὶ καύχημα καὶ δόξαστόν, εἶναί σε λαὸν ἅγιον κυρίῳ τῷ θεῷ σου, καθὼς ἐλάλησεν.
ΓενεσιςSeptuagintagreek1
3111καὶ εἶπέν μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ᾽ ὕπνον Ιακωβ· ἐγὼ δὲ εἶπα Τί ἐστιν;
ΓενεσιςSeptuagintagreek1
484καὶ εἶπέν μοι ᾿Ιδοὺ ἐγὼ αὐξανῶ σε καὶ πληθυνῶ σε καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν καὶ δώσω σοι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον.
ΚριταίSeptuagintagreek1
137καὶ εἶπέν μοι ᾿Ιδοὺ σὺ ἐν γαστρὶ ἕξεις καὶ τέξῃ υἱόν· καὶ νῦν μὴ πίῃς οἶνον καὶ σικερα καὶ μὴ φάγῃς πᾶσαν ἀκαθαρσίαν, ὅτι ναζιραῖον θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ τῆς γαστρὸς ἕως ἡμέρας θανάτου αὐτοῦ.
ΓενεσιςSeptuagintagreek1
2440καὶ εἶπέν μοι Κύριος, ᾧ εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ μετὰ σοῦ καὶ εὐοδώσει τὴν ὁδόν σου, καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου ἐκ τῆς φυλῆς μου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου.
ΛευιτικονSeptuagintagreek1
2024καὶ εἶπα ὑμῖν Ὑμεῖς κληρονομήσατε τὴν γῆν αὐτῶν, καὶ ἐγὼ δώσω ὑμῖν αὐτὴν ἐν κτήσει, γῆν ῥέουσαν γάλα καὶ μέλι· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, ὃς διώρισα ὑμᾶς ἀπὸ πάντων τῶν ἐθνῶν.
ΚριταίSeptuagintagreek1
610καὶ εἶπα ὑμῖν ᾿Εγὼ κύριος ὁ θεὸς ὑμῶν, οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ Αμορραίου, ἐν οἷς ὑμεῖς ἐνοικεῖτε ἐν τῇ γῇ αὐτῶν· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου.
ΕξοδοςSeptuagintagreek1
3224καὶ εἶπα αὐτοῖς Εἴ τινι ὑπάρχει χρυσία, περιέλεσθε. καὶ ἔδωκάν μοι· καὶ ἔρριψα εἰς τὸ πῦρ, καὶ ἐξῆλθεν ὁ μόσχος οὗτος.
ΔευτερονομιονSeptuagintagreek1
19καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς·
ΔευτερονομιονSeptuagintagreek1
120καὶ εἶπα πρὸς ὑμᾶς Ἤλθατε ἕως τοῦ ὄρους τοῦ Αμορραίου, ὃ ὁ κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ὑμῖν.
ΔευτερονομιονSeptuagintagreek1
129καὶ εἶπα πρὸς ὑμᾶς Μὴ πτήξητε μηδὲ φοβηθῆτε ἀπ᾽ αὐτῶν·
ΑριθμοιSeptuagintagreek1
144καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ Δῶμεν ἀρχηγὸν καὶ ἀποστρέψωμεν εἰς Αἴγυπτον.
Ιησους ΝαυηSeptuagintagreek1
99καὶ εἶπαν Ἐκ γῆς μακρόθεν σφόδρα ἥκασιν οἱ παῖδές σου ἐν ὀνόματι κυρίου τοῦ θεοῦ σου· ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτοῦ καὶ ὅσα ἐποίησεν ἐν Αἰγύπτῳ
ΚριταίSeptuagintagreek1
189καὶ εἶπαν ᾿Ανάστητε καὶ ἀναβῶμεν ἐπ᾽ αὐτούς· ὅτι εἰσήλθαμεν καὶ ἐνεπεριεπατήσαμεν ἐν τῇ γῇ ἕως Λαισα καὶ εἴδομεν τὸν λαὸν τὸν κατοικοῦντα ἐν αὐτῇ ἐν ἐλπίδι κατὰ τὸ σύγκριμα τῶν Σιδωνίων, καὶ μακρὰν ἀπέχοντες ἐκ Σιδῶνος, καὶ λόγος οὐκ ἦν αὐτοῖς μετὰ Συρίας· ἀλλὰ ἀνάστητε καὶ ἀναβῶμεν ἐπ᾽ αὐτούς, ὅτι εὑρήκαμεν τὴν γῆν καὶ ἰδοὺ ἀγαθὴ σφόδρα. καὶ ὑμεῖς σιωπᾶτε; μὴ ὀκνήσητε τοῦ πορευθῆναι τοῦ ἐλθεῖν καὶ κατακληρονομῆσαι τὴν γῆν.
ΓενεσιςSeptuagintagreek1
2628καὶ εἶπαν ᾿Ιδόντες ἑωράκαμεν ὅτι ἦν κύριος μετὰ σοῦ, καὶ εἴπαμεν Γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ, καὶ διαθησόμεθα μετὰ σοῦ διαθήκην
ΚριταίSeptuagintagreek1
213καὶ εἶπαν ῞Ινα τί, κύριε ὁ θεὸς Ισραηλ, ἐγενήθη αὕτη ἐν τῷ Ισραηλ, τοῦ ἐπισκεπῆναι σήμερον ἐν τῷ Ισραηλ φυλὴν μίαν;
ΚριταίSeptuagintagreek1
2119καὶ εἶπαν ῾Εορτὴ τῷ κυρίῳ ἐν Σηλω ἀφ᾽ ἡμερῶν εἰς ἡμέρας, ἥ ἐστιν ἀπὸ βορρᾶ τῆς Βαιθηλ κατ᾽ ἀνατολὰς ἡλίου ἐν τῇ ὁδῷ τῇ ἀναβαινούσῃ ἐκ Βαιθηλ εἰς Σικιμα καὶ ἀπὸ νότου τοῦ Λιβάνου τῆς Λεβωνα.
ΓενεσιςSeptuagintagreek1
114καὶ εἶπαν Δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ προσώπου πάσης τῆς γῆς.
ΚριταίSeptuagintagreek1
825καὶ εἶπαν Διδόντες δώσομεν· καὶ ἀνέπτυξεν τὸ ἱμάτιον αὐτοῦ, καὶ ἔρριψεν ἐκεῖ ἀνὴρ ἐνώτιον χρυσοῦν τῶν σκύλων αὐτοῦ.
ΚριταίSeptuagintagreek1
2117καὶ εἶπαν Κληρονομία διασεσῳσμένη τῷ Βενιαμιν, καὶ οὐ μὴ ἐξαλειφθῇ φυλὴ ἐξ Ισραηλ·
ΑριθμοιSeptuagintagreek1
122καὶ εἶπαν Μὴ Μωυσῇ μόνῳ λελάληκεν κύριος; οὐχὶ καὶ ἡμῖν ἐλάλησεν; καὶ ἤκουσεν κύριος.
Ιησους ΝαυηSeptuagintagreek1
1716καὶ εἶπαν Οὐκ ἀρκέσει ἡμῖν τὸ ὄρος τὸ Εφραιμ, καὶ ἵππος ἐπίλεκτος καὶ σίδηρος τῷ Χαναναίῳ τῷ κατοικοῦντι ἐν αὐτῷ ἐν Βαιθσαν καὶ ἐν ταῖς κώμαις αὐτῆς ἐν τῇ κοιλάδι Ιεζραελ.
ΓενεσιςSeptuagintagreek1
4725καὶ εἶπαν Σέσωκας ἡμᾶς, εὕρομεν χάριν ἐναντίον τοῦ κυρίου ἡμῶν καὶ ἐσόμεθα παῖδες Φαραω.
ΚριταίSeptuagintagreek1
218καὶ εἶπαν Τίς μία τῶν φυλῶν Ισραηλ, ἥτις οὐκ ἀνέβη πρὸς κύριον εἰς Μασσηφα; καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ιαβις Γαλααδ εἰς τὴν ἐκκλησίαν.
ΑριθμοιSeptuagintagreek1
362καὶ εἶπαν Τῷ κυρίῳ ἡμῶν ἐνετείλατο κύριος ἀποδοῦναι τὴν γῆν τῆς κληρονομίας ἐν κλήρῳ τοῖς υἱοῖς Ισραηλ, καὶ τῷ κυρίῳ συνέταξεν κύριος δοῦναι τὴν κληρονομίαν Σαλπααδ τοῦ ἀδελφοῦ ἡμῶν ταῖς θυγατράσιν αὐτοῦ.
Ιησους ΝαυηSeptuagintagreek1
214καὶ εἶπαν αὐτῇ οἱ ἄνδρες Ἡ ψυχὴ ἡμῶν ἀνθ᾽ ὑμῶν εἰς θάνατον. καὶ αὐτὴ εἶπεν Ὡς ἂν παραδῷ κύριος ὑμῖν τὴν πόλιν, ποιήσετε εἰς ἐμὲ ἔλεος καὶ ἀλήθειαν.
ΚριταίSeptuagintagreek1
185καὶ εἶπαν αὐτῷ ᾿Επερώτησον δὴ ἐν τῷ θεῷ, καὶ γνωσόμεθα εἰ κατευοδοῖ ἡ ὁδὸς ἡμῶν, ἣν ἡμεῖς πορευόμεθα ἐπ᾽ αὐτήν.
ΚριταίSeptuagintagreek1
1512καὶ εἶπαν αὐτῷ Τοῦ δῆσαί σε κατέβημεν καὶ παραδοῦναί σε εἰς χεῖρας ἀλλοφύλων. καὶ εἶπεν αὐτοῖς Σαμψων ᾿Ομόσατέ μοι μὴ ἀποκτεῖναί με ὑμεῖς καὶ παράδοτέ με αὐτοῖς, μήποτε ἀπαντήσητε ὑμεῖς ἐν ἐμοί.
ΚριταίSeptuagintagreek1
1418καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὶν δῦναι τὸν ἥλιον Τί γλυκύτερον μέλιτος, καὶ τί ἰσχυρότερον λέοντος; καὶ εἶπεν αὐτοῖς Σαμψων Εἰ μὴ κατεδαμάσατέ μου τὴν δάμαλιν, οὐκ ἂν εὕρετε τὸ πρόβλημά μου.
ΕξοδοςSeptuagintagreek1
521καὶ εἶπαν αὐτοῖς ῎Ιδοι ὁ θεὸς ὑμᾶς καὶ κρίναι, ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι ἡμᾶς.
ΚριταίSeptuagintagreek1
126καὶ εἶπαν αὐτοῖς Εἴπατε δὴ Σύνθημα· καὶ οὐ κατηύθυναν τοῦ λαλῆσαι οὕτως. καὶ ἐπελάβοντο αὐτῶν καὶ ἔσφαξαν αὐτοὺς ἐπὶ τὰς διαβάσεις τοῦ Ιορδάνου, καὶ ἔπεσαν ἐξ Εφραιμ ἐν τῷ καιρῷ ἐκείνῳ δύο τεσσαράκοντα χιλιάδες.
ΓενεσιςSeptuagintagreek1
3414καὶ εἶπαν αὐτοῖς Συμεων καὶ Λευι οἱ ἀδελφοὶ Δινας υἱοὶ δὲ Λειας Οὐ δυνησόμεθα ποιῆσαι τὸ ῥῆμα τοῦτο, δοῦναι τὴν ἀδελφὴν ἡμῶν ἀνθρώπῳ, ὃς ἔχει ἀκροβυστίαν· ἔστιν γὰρ ὄνειδος ἡμῖν.
ΚριταίSeptuagintagreek1
1510καὶ εἶπαν αὐτοῖς πᾶς ἀνὴρ Ιουδα ῞Ινα τί ἀνέβητε ἐφ᾽ ἡμᾶς; καὶ εἶπαν οἱ ἀλλόφυλοι Δῆσαι τὸν Σαμψων καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν.
ΚριταίSeptuagintagreek1
156καὶ εἶπαν οἱ ἀλλόφυλοι Τίς ἐποίησεν ταῦτα; καὶ εἶπαν Σαμψων ὁ γαμβρὸς τοῦ Θαμναθαίου, ὅτι ἔλαβεν τὴν γυναῖκα αὐτοῦ καὶ ἔδωκεν αὐτὴν τῷ συνεταίρῳ αὐτοῦ· καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ ἐνεπύρισαν τὴν οἰκίαν τοῦ πατρὸς αὐτῆς καὶ αὐτὴν καὶ τὸν πατέρα αὐτῆς ἐν πυρί.
ΑριθμοιSeptuagintagreek1
97καὶ εἶπαν οἱ ἄνδρες ἐκεῖνοι πρὸς αὐτόν Ἡμεῖς ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου· μὴ οὖν ὑστερήσωμεν προσενέγκαι τὸ δῶρον κυρίῳ κατὰ καιρὸν αὐτοῦ ἐν μέσῳ υἱῶν Ισραηλ;
Ιησους ΝαυηSeptuagintagreek1
217καὶ εἶπαν οἱ ἄνδρες πρὸς αὐτήν Ἀθῷοί ἐσμεν τῷ ὅρκῳ σου τούτῳ·
ΚριταίSeptuagintagreek1
630καὶ εἶπαν οἱ ἄνδρες τῆς πόλεως πρὸς Ιωας ᾿Εξάγαγε τὸν υἱόν σου καὶ ἀποθανέτω, ὅτι κατέσκαψεν τὸ θυσιαστήριον τοῦ Βααλ καὶ ὅτι ἔκοψεν τὸ ἄλσος τὸ ἐπ᾽ αὐτῷ.
ΚριταίSeptuagintagreek1
86καὶ εἶπαν οἱ ἄρχοντες Σοκχωθ Μὴ χεὶρ Ζεβεε καὶ Σαλμανα νῦν ἐν τῇ χειρί σου, ὅτι δώσομεν τῇ στρατιᾷ σου ἄρτους;
Ιησους ΝαυηSeptuagintagreek1
919καὶ εἶπαν οἱ ἄρχοντες πάσῃ τῇ συναγωγῇ Ἡμεῖς ὠμόσαμεν αὐτοῖς κύριον τὸν θεὸν Ισραηλ καὶ νῦν οὐ δυνησόμεθα ἅψασθαι αὐτῶν·
ΚριταίSeptuagintagreek1
1110καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε Κύριος ἔσται ὁ ἀκούων ἀνὰ μέσον ἡμῶν, εἰ μὴ κατὰ τὸ ῥῆμά σου οὕτως ποιήσομεν.
ΚριταίSeptuagintagreek1
118καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε Οὐχ οὕτως· νῦν ἤλθομεν πρὸς σέ, καὶ συμπορεύσῃ ἡμῖν, καὶ πολεμήσομεν ἐν τοῖς υἱοῖς Αμμων· καὶ ἔσῃ ἡμῖν εἰς κεφαλήν, πᾶσιν τοῖς κατοικοῦσιν Γαλααδ.
ΚριταίSeptuagintagreek1
2116καὶ εἶπαν οἱ πρεσβύτεροι τῆς συναγωγῆς Τί ποιήσωμεν τοῖς ἐπιλοίποις εἰς γυναῖκας; ὅτι ἠφάνισται ἐκ τοῦ Βενιαμιν γυνή.
ΚριταίSeptuagintagreek1
2032καὶ εἶπαν οἱ υἱοὶ Βενιαμιν Προσκόπτουσιν ἐνώπιον ἡμῶν καθὼς ἔμπροσθεν. καὶ οἱ υἱοὶ Ισραηλ εἶπαν Φύγωμεν καὶ ἐκσπάσωμεν αὐτοὺς ἐκ τῆς πόλεως εἰς τὰς ὁδούς.
ΚριταίSeptuagintagreek1
215καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ Τίς ὁ μὴ ἀναβὰς ἐν τῇ ἐκκλησίᾳ ἐκ πασῶν φυλῶν Ισραηλ πρὸς κύριον; ὅτι ὅρκος μέγας ἦν τῷ μὴ ἀναβάντι πρὸς κύριον εἰς Μασσηφα λέγοντες Θανάτῳ ἀποθανεῖται.
ΚριταίSeptuagintagreek1
1015καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον ῾Ημάρτομεν, ποίησον σὺ ἡμῖν κατὰ πάντα, ὅσα ἂν ἀρέσκῃ ἐνώπιόν σου, πλήν, κύριε, ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ.
Ιησους ΝαυηSeptuagintagreek1
97καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς τὸν Χορραῖον Ὅρα μὴ ἐν ἐμοὶ κατοικεῖς, καὶ πῶς σοι διαθῶμαι διαθήκην;
ΑριθμοιSeptuagintagreek1
3225καὶ εἶπαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ πρὸς Μωυσῆν λέγοντες Οἱ παῖδές σου ποιήσουσιν καθὰ ὁ κύριος ἡμῶν ἐντέλλεται·
Ιησους ΝαυηSeptuagintagreek1
224καὶ εἶπαν πρὸς Ἰησοῦν ὅτι Παρέδωκεν κύριος πᾶσαν τὴν γῆν ἐν χειρὶ ἡμῶν, καὶ κατέπτηκεν πᾶς ὁ κατοικῶν τὴν γῆν ἐκείνην ἀφ᾽ ἡμῶν.
Ιησους ΝαυηSeptuagintagreek1
98καὶ εἶπαν πρὸς Ἰησοῦν Οἰκέται σού ἐσμεν. καὶ εἶπεν πρὸς αὐτοὺς Ἰησοῦς Πόθεν ἐστὲ καὶ πόθεν παραγεγόνατε;
ΚριταίSeptuagintagreek1
116καὶ εἶπαν πρὸς Ιεφθαε Δεῦρο καὶ ἔσῃ ἡμῖν εἰς ἡγούμενον, καὶ πολεμήσωμεν ἐν τοῖς υἱοῖς Αμμων.
ΕξοδοςSeptuagintagreek1
365καὶ εἶπαν πρὸς Μωυσῆν ὅτι Πλῆθος φέρει ὁ λαὸς παρὰ τὰ ἔργα, ὅσα συνέταξεν κύριος ποιῆσαι.
ΕξοδοςSeptuagintagreek1
2019καὶ εἶπαν πρὸς Μωυσῆν Λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, μήποτε ἀποθάνωμεν.
ΑριθμοιSeptuagintagreek1
3149καὶ εἶπαν πρὸς Μωυσῆν Οἱ παῖδές σου εἰλήφασιν τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν παρ᾽ ἡμῶν, καὶ οὐ διαπεφώνηκεν ἀπ᾽ αὐτῶν οὐδὲ εἷς·
ΚριταίSeptuagintagreek1
1819καὶ εἶπαν πρὸς αὐτόν Κώφευσον, ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου καὶ ἐλθὲ μεθ᾽ ἡμῶν, καὶ ἔσῃ ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα· μὴ βέλτιον εἶναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνὸς ἢ γίνεσθαί σε ἱερέα φυλῆς καὶ συγγενείας ἐν Ισραηλ;
ΕξοδοςSeptuagintagreek1
163καὶ εἶπαν πρὸς αὐτοὺς οἱ υἱοὶ Ισραηλ ῎Οφελον ἀπεθάνομεν πληγέντες ὑπὸ κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν· ὅτι ἐξηγάγετε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ.
ΑριθμοιSeptuagintagreek1
147καὶ εἶπαν πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ λέγοντες Ἡ γῆ, ἣν κατεσκεψάμεθα αὐτήν, ἀγαθή ἐστιν σφόδρα σφόδρα·
ΚριταίSeptuagintagreek1
914καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον Δεῦρο σὺ βασίλευσον ἐφ᾽ ἡμῶν.
ΚριταίSeptuagintagreek1
912καὶ εἶπαν τὰ ξύλα τῇ ἀμπέλῳ Δεῦρο βασίλευσον ἐφ᾽ ἡμῶν.
ΚριταίSeptuagintagreek1
910καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ Δεῦρο βασίλευσον ἐφ᾽ ἡμῶν.
ΚριταίSeptuagintagreek1
629καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τίς ἐποίησεν τὸ πρᾶγμα τοῦτο; καὶ ἀνήταζον καὶ ἐξεζήτουν καὶ εἶπαν Γεδεων ὁ υἱὸς Ιωας ἐποίησεν τὸ πρᾶγμα τοῦτο.
ΓενεσιςSeptuagintagreek1
113καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον Δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί. καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός.
ΔευτερονομιονSeptuagintagreek1
3220καὶ εἶπεν Ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾽ αὐτῶν καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ᾽ ἐσχάτων· ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν, υἱοί, οἷς οὐκ ἔστιν πίστις ἐν αὐτοῖς.
ΓενεσιςSeptuagintagreek1
4221καὶ εἶπεν ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ Ναί· ἐν ἁμαρτίᾳ γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν τὴν θλῖψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο ἡμῶν, καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ· ἕνεκεν τούτου ἐπῆλθεν ἐφ᾽ ἡμᾶς ἡ θλῖψις αὕτη.
ΕξοδοςSeptuagintagreek1
27καὶ εἶπεν ἡ ἀδελφὴ αὐτοῦ τῇ θυγατρὶ Φαραω Θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν Εβραίων καὶ θηλάσει σοι τὸ παιδίον;
ΚριταίSeptuagintagreek1
915καὶ εἶπεν ἡ ῥάμνος πρὸς τὰ ξύλα Εἰ ἐν ἀληθείᾳ ὑμεῖς χρίετέ με εἰς βασιλέα ἐφ᾽ ὑμῶν, δεῦτε πεποίθατε ἐν τῇ σκέπῃ μου· καὶ εἰ μή, ἐξέλθοι πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβάνου.?
ΓενεσιςSeptuagintagreek1
32καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει ᾿Απὸ καρποῦ ξύλου τοῦ παραδείσου φαγόμεθα,
Ιησους ΝαυηSeptuagintagreek1
1022καὶ εἶπεν Ἰησοῦς Ἀνοίξατε τὸ σπήλαιον καὶ ἐξαγάγετε τοὺς πέντε βασιλεῖς τούτους ἐκ τοῦ σπηλαίου.
Ιησους ΝαυηSeptuagintagreek1
77καὶ εἶπεν Ἰησοῦς Δέομαι, κύριε, ἵνα τί διεβίβασεν ὁ παῖς σου τὸν λαὸν τοῦτον τὸν Ιορδάνην παραδοῦναι αὐτὸν τῷ Αμορραίῳ ἀπολέσαι ἡμᾶς; καὶ εἰ κατεμείναμεν καὶ κατῳκίσθημεν παρὰ τὸν Ιορδάνην.
Ιησους ΝαυηSeptuagintagreek1
1018καὶ εἶπεν Ἰησοῦς Κυλίσατε λίθους ἐπὶ τὸ στόμα τοῦ σπηλαίου καὶ καταστήσατε ἄνδρας φυλάσσειν ἐπ᾽ αὐτούς,
Ιησους ΝαυηSeptuagintagreek1
242καὶ εἶπεν Ἰησοῦς πρὸς πάντα τὸν λαόν Τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ Πέραν τοῦ ποταμοῦ κατῴκησαν οἱ πατέρες ὑμῶν τὸ ἀπ᾽ ἀρχῆς, Θαρα ὁ πατὴρ Αβρααμ καὶ ὁ πατὴρ Ναχωρ, καὶ ἐλάτρευσαν θεοῖς ἑτέροις.
Ιησους ΝαυηSeptuagintagreek1
2427καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν Ἰδοὺ ὁ λίθος οὗτος ἔσται ἐν ὑμῖν εἰς μαρτύριον, ὅτι αὐτὸς ἀκήκοεν πάντα τὰ λεχθέντα αὐτῷ ὑπὸ κυρίου, ὅ τι ἐλάλησεν πρὸς ἡμᾶς σήμερον· καὶ ἔσται οὗτος ἐν ὑμῖν εἰς μαρτύριον ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν, ἡνίκα ἐὰν ψεύσησθε κυρίῳ τῷ θεῷ μου.
Ιησους ΝαυηSeptuagintagreek1
2422καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν Μάρτυρες ὑμεῖς κ$#945;θ᾽ ὑμῶν, ὅτι ὑμεῖς ἐξελέξασθε κύριον λατρεύειν αὐτῷ·
Ιησους ΝαυηSeptuagintagreek1
2419καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν Οὐ μὴ δύνησθε λατρεύειν κυρίῳ, ὅτι θεὸς ἅγιός ἐστιν, καὶ ζηλώσας οὗτος οὐκ ἀνήσει ὑμῶν τὰ ἁμαρτήματα καὶ τὰ ἀνομήματα ὑμῶν·
Ιησους ΝαυηSeptuagintagreek1
719καὶ εἶπεν Ἰησοῦς τῷ Αχαρ Δὸς δόξαν σήμερον τῷ κυρίῳ θεῷ Ισραηλ καὶ δὸς τὴν ἐξομολόγησιν καὶ ἀνάγγειλόν μοι τί ἐποίησας, καὶ μὴ κρύψῃς ἀπ᾽ ἐμοῦ.
Ιησους ΝαυηSeptuagintagreek1
725καὶ εἶπεν Ἰησοῦς τῷ Αχαρ Τί ὠλέθρευσας ἡμᾶς; ἐξολεθρεύσαι σε κύριος καθὰ καὶ σήμερον. καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις πᾶς Ισραηλ.
Ιησους ΝαυηSeptuagintagreek1
35καὶ εἶπεν Ἰησοῦς τῷ λαῷ Ἁγνίσασθε εἰς αὔριον, ὅτι αὔριον ποιήσει ἐν ὑμῖν κύριος θαυμαστά.
Ιησους ΝαυηSeptuagintagreek1
36καὶ εἶπεν Ἰησοῦς τοῖς ἱερεῦσιν Ἄρατε τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ προπορεύεσθε τοῦ λαοῦ. καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ἐπορεύοντο ἔμπροσθεν τοῦ λαοῦ.
Ιησους ΝαυηSeptuagintagreek1
183καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ισραηλ Ἕως τίνος ἐκλυθήσεσθε κληρονομῆσαι τὴν γῆν, ἣν ἔδωκεν κύριος ὁ θεὸς ἡμῶν;
Ιησους ΝαυηSeptuagintagreek1
39καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ισραηλ Προσαγάγετε ὧδε καὶ ἀκούσατε τὸ ῥῆμα κυρίου τοῦ θεοῦ ἡμῶν.
Ιησους ΝαυηSeptuagintagreek1
1717καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ιωσηφ Εἰ λαὸς πολὺς εἶ καὶ ἰσχὺν μεγάλην ἔχεις, οὐκ ἔσται σοι κλῆρος εἷς·
ΚριταίSeptuagintagreek1
1920καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης Εἰρήνη σοι, πλὴν πᾶν τὸ ὑστέρημά σου ἐπ᾽ ἐμέ· πλὴν ἐν τῇ πλατείᾳ μὴ καταλύσῃς.
ΚριταίSeptuagintagreek1
1313καὶ εἶπεν ὁ ἄγγελος κυρίου πρὸς Μανωε ᾿Απὸ πάντων, ὧν εἶπα πρὸς τὴν γυναῖκα, φυλαξάσθω·
ΚριταίSeptuagintagreek1
1316καὶ εἶπεν ὁ ἄγγελος κυρίου πρὸς Μανωε ᾿Εὰν βιάσῃ με, οὐ φάγομαι τῶν ἄρτων σου, καὶ ἐὰν ποιήσῃς ὁλοκαύτωμα, κυρίῳ ἀνοίσεις αὐτό· ὅτι οὐκ ἔγνω Μανωε ὅτι ἄγγελος κυρίου ἐστίν.
ΑριθμοιSeptuagintagreek1
2235καὶ εἶπεν ὁ ἄγγελος τοῦ θεοῦ πρὸς Βαλααμ Συμπορεύθητι μετὰ τῶν ἀνθρώπων· πλὴν τὸ ῥῆμα, ὃ ἐὰν εἴπω πρὸς σέ, τοῦτο φυλάξῃ λαλῆσαι. καὶ ἐπορεύθη Βαλααμ μετὰ τῶν ἀρχόντων Βαλακ.
ΓενεσιςSeptuagintagreek1
34καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί Οὐ θανάτῳ ἀποθανεῖσθε·
ΓενεσιςSeptuagintagreek1
312καὶ εἶπεν ὁ Αδαμ ῾Η γυνή, ἣν ἔδωκας μετ᾽ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον.
ΕξοδοςSeptuagintagreek1
315καὶ εἶπεν ὁ θεὸς πάλιν πρὸς Μωυσῆν Οὕτως ἐρεῖς τοῖς υἱοῖς Ισραηλ Κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν, θεὸς Αβρααμ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ, ἀπέσταλκέν με πρὸς ὑμᾶς· τοῦτό μού ἐστιν ὄνομα αἰώνιον καὶ μνημόσυνον γενεῶν γενεαῖς.
ΓενεσιςSeptuagintagreek1
179καὶ εἶπεν ὁ θεὸς πρὸς Αβρααμ Σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν.
ΑριθμοιSeptuagintagreek1
2212καὶ εἶπεν ὁ θεὸς πρὸς Βαλααμ Οὐ πορεύσῃ μετ᾽ αὐτῶν οὐδὲ καταράσῃ τὸν λαόν· ἔστιν γὰρ εὐλογημένος.
ΓενεσιςSeptuagintagreek1
49καὶ εἶπεν ὁ θεὸς πρὸς Καιν Ποῦ ἐστιν Αβελ ὁ ἀδελφός σου; ὁ δὲ εἶπεν Οὐ γινώσκω· μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ;
ΕξοδοςSeptuagintagreek1
314καὶ εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν ᾿Εγώ εἰμι ὁ ὤν· καὶ εἶπεν Οὕτως ἐρεῖς τοῖς υἱοῖς Ισραηλ ῾Ο ὢν ἀπέσταλκέν με πρὸς ὑμᾶς.
ΕξοδοςSeptuagintagreek1
1921καὶ εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν λέγων Καταβὰς διαμάρτυραι τῷ λαῷ, μήποτε ἐγγίσωσιν πρὸς τὸν θεὸν κατανοῆσαι καὶ πέσωσιν ἐξ αὐτῶν πλῆθος·
ΓενεσιςSeptuagintagreek1
613καὶ εἶπεν ὁ θεὸς πρὸς Νωε Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ᾽ αὐτῶν, καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν.
ΓενεσιςSeptuagintagreek1
917καὶ εἶπεν ὁ θεὸς τῷ Νωε Τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον πάσης σαρκός, ἥ ἐστιν ἐπὶ τῆς γῆς.
ΓενεσιςSeptuagintagreek1
67καὶ εἶπεν ὁ θεός ᾿Απαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἑρπετῶν ἕως τῶν πετεινῶν τοῦ οὐρανοῦ, ὅτι ἐθυμώθην ὅτι ἐποίησα αὐτούς.
ΓενεσιςSeptuagintagreek1
322καὶ εἶπεν ὁ θεός ᾿Ιδοὺ Αδαμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα.
ΓενεσιςSeptuagintagreek1
129καὶ εἶπεν ὁ θεός ᾿Ιδοὺ δέδωκα ὑμῖν πᾶν χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου ὑμῖν ἔσται εἰς βρῶσιν
ΓενεσιςSeptuagintagreek1
111καὶ εἶπεν ὁ θεός Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾽ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως.
ΓενεσιςSeptuagintagreek1
13καὶ εἶπεν ὁ θεός Γενηθήτω φῶς. καὶ ἐγένετο φῶς.
ΓενεσιςSeptuagintagreek1
126καὶ εἶπεν ὁ θεός Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.
ΓενεσιςSeptuagintagreek1
410καὶ εἶπεν ὁ θεός Τί ἐποίησας; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς.
ΚριταίSeptuagintagreek1
1912καὶ εἶπεν ὁ κύριος αὐτοῦ πρὸς αὐτόν Οὐ μὴ ἐκκλίνω εἰς πόλιν ἀλλοτρίου, ἣ οὐκ ἔστιν ἐκ τῶν υἱῶν Ισραηλ, καὶ παρελευσόμεθα ἕως Γαβαα.
Ιησους ΝαυηSeptuagintagreek1
2424καὶ εἶπεν ὁ λαὸς πρὸς Ἰησοῦν Κυρίῳ λατρεύσομεν καὶ τῆς φωνῆς αὐτοῦ ἀκουσόμεθα.
Ιησους ΝαυηSeptuagintagreek1
2421καὶ εἶπεν ὁ λαὸς πρὸς Ἰησοῦν Οὐχί, ἀλλὰ κυρίῳ λατρεύσομεν.
ΚριταίSeptuagintagreek1
152καὶ εἶπεν ὁ πατὴρ αὐτῆς Εἴπας εἶπα ὅτι μισῶν ἐμίσησας αὐτήν, καὶ ἔδωκα αὐτὴν τῷ συνεταίρῳ σου· οὐκ ἰδοὺ ἡ ἀδελφὴ αὐτῆς ἡ νεωτέρα κρείσσων αὐτῆς ἐστιν; ἔστω δή σοι ἀντὶ αὐτῆς.
ΓενεσιςSeptuagintagreek1
3112καὶ εἶπεν ᾿Ανάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἰδὲ τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι Λαβαν ποιεῖ.
ΓενεσιςSeptuagintagreek1
3312καὶ εἶπεν ᾿Απάραντες πορευσόμεθα ἐπ᾽ εὐθεῖαν.
ΕξοδοςSeptuagintagreek1
1526καὶ εἶπεν ᾿Εὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτοῦ ποιήσῃς καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ, πᾶσαν νόσον, ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γάρ εἰμι κύριος ὁ ἰώμενός σε.
ΕξοδοςSeptuagintagreek1
3319καὶ εἶπεν ᾿Εγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου καὶ καλέσω ἐπὶ τῷ ὀνόματί μου Κύριος ἐναντίον σου· καὶ ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω.
ΓενεσιςSeptuagintagreek1
1831καὶ εἶπεν ᾿Επειδὴ ἔχω λαλῆσαι πρὸς τὸν κύριον, ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν εἴκοσι.
ΓενεσιςSeptuagintagreek1
925καὶ εἶπεν ᾿Επικατάρατος Χανααν· παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ.
ΓενεσιςSeptuagintagreek1
272καὶ εἶπεν ᾿Ιδοὺ γεγήρακα καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου·
ΓενεσιςSeptuagintagreek1
192καὶ εἶπεν ᾿Ιδού, κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καὶ καταλύσατε καὶ νίψασθε τοὺς πόδας ὑμῶν, καὶ ὀρθρίσαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν. εἶπαν δέ Οὐχί, ἀλλ᾽ ἐν τῇ πλατείᾳ καταλύσομεν.
ΕξοδοςSeptuagintagreek1
116καὶ εἶπεν ῞Οταν μαιοῦσθε τὰς Εβραίας καὶ ὦσιν πρὸς τῷ τίκτειν, ἐὰν μὲν ἄρσεν ᾖ, ἀποκτείνατε αὐτό, ἐὰν δὲ θῆλυ, περιποιεῖσθε αὐτό.
ΕξοδοςSeptuagintagreek1
43καὶ εἶπεν ῾Ρῖψον αὐτὴν ἐπὶ τὴν γῆν. καὶ ἔρριψεν αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο ὄφις· καὶ ἔφυγεν Μωυσῆς ἀπ᾽ αὐτοῦ.
ΑριθμοιSeptuagintagreek1
1211καὶ εἶπεν Ααρων πρὸς Μωυσῆν Δέομαι, κύριε, μὴ συνεπιθῇ ἡμῖν ἁμαρτίαν, διότι ἠγνοήσαμεν καθότι ἡμάρτομεν·
ΕξοδοςSeptuagintagreek1
3222καὶ εἶπεν Ααρων πρὸς Μωυσῆν Μὴ ὀργίζου, κύριε· σὺ γὰρ οἶδας τὸ ὅρμημα τοῦ λαοῦ τούτου.
ΓενεσιςSeptuagintagreek1
2015καὶ εἶπεν Αβιμελεχ τῷ Αβρααμ ᾿Ιδοὺ ἡ γῆ μου ἐναντίον σου· οὗ ἐάν σοι ἀρέσκῃ, κατοίκει.
ΓενεσιςSeptuagintagreek1
2129καὶ εἶπεν Αβιμελεχ τῷ Αβρααμ Τί εἰσιν αἱ ἑπτὰ ἀμνάδες τῶν προβάτων τούτων, ἃς ἔστησας μόνας;
ΓενεσιςSeptuagintagreek1
2130καὶ εἶπεν Αβρααμ ὅτι Τὰς ἑπτὰ ἀμνάδας ταύτας λήμψῃ παρ᾽ ἐμοῦ, ἵνα ὦσίν μοι εἰς μαρτύριον ὅτι ἐγὼ ὤρυξα τὸ φρέαρ τοῦτο.
ΓενεσιςSeptuagintagreek1
2124καὶ εἶπεν Αβρααμ ᾿Εγὼ ὀμοῦμαι.
ΓενεσιςSeptuagintagreek1
242καὶ εἶπεν Αβρααμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ Θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου,
ΓενεσιςSeptuagintagreek1
225καὶ εἶπεν Αβρααμ τοῖς παισὶν αὐτοῦ Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψωμεν πρὸς ὑμᾶς.
ΓενεσιςSeptuagintagreek1
153καὶ εἶπεν Αβραμ ᾿Επειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με.
ΓενεσιςSeptuagintagreek1
223καὶ εἶπεν Αδαμ Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήμφθη αὕτη.
ΚριταίSeptuagintagreek1
17καὶ εἶπεν Αδωνιβεζεκ ῾Εβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέν μοι ὁ θεός. καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ, καὶ ἀπέθανεν ἐκεῖ.
ΑριθμοιSeptuagintagreek1
2238καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Ἰδοὺ ἥκω πρὸς σέ· νῦν δυνατὸς ἔσομαι λαλῆσαί τι; τὸ ῥῆμα, ὃ ἐὰν βάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου, τοῦτο λαλήσω.
ΑριθμοιSeptuagintagreek1
2329καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.
ΑριθμοιSeptuagintagreek1
2312καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Οὐχὶ ὅσα ἐὰν ἐμβάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου, τοῦτο φυλάξω λαλῆσαι;
ΑριθμοιSeptuagintagreek1
2412καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Οὐχὶ καὶ τοῖς ἀγγέλοις σου, οὓς ἀπέστειλας πρός με, ἐλάλησα λέγων
ΑριθμοιSeptuagintagreek1
2315καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν θεόν.
ΑριθμοιSeptuagintagreek1
233καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Παράστηθι ἐπὶ τῆς θυσίας σου, καὶ πορεύσομαι, εἴ μοι φανεῖται ὁ θεὸς ἐν συναντήσει, καὶ ῥῆμα, ὃ ἐάν μοι δείξῃ, ἀναγγελῶ σοι. καὶ παρέστη Βαλακ ἐπὶ τῆς θυσίας αὐτοῦ, καὶ Βαλααμ ἐπορεύθη ἐπερωτῆσαι τὸν θεὸν καὶ ἐπορεύθη εὐθεῖαν.
ΑριθμοιSeptuagintagreek1
2210καὶ εἶπεν Βαλααμ πρὸς τὸν θεόν Βαλακ υἱὸς Σεπφωρ βασιλεὺς Μωαβ ἀπέστειλεν αὐτοὺς πρός με λέγων
ΑριθμοιSeptuagintagreek1
2229καὶ εἶπεν Βαλααμ τῇ ὄνῳ Ὅτι ἐμπέπαιχάς μοι· καὶ εἰ εἶχον μάχαιραν ἐν τῇ χειρί μου, ἤδη ἂν ἐξεκέντησά σε.
ΑριθμοιSeptuagintagreek1
2234καὶ εἶπεν Βαλααμ τῷ ἀγγέλῳ κυρίου Ἡμάρτηκα, οὐ γὰρ ἠπιστάμην ὅτι σύ μοι ἀνθέστηκας ἐν τῇ ὁδῷ εἰς συνάντησιν· καὶ νῦν εἰ μή σοι ἀρέσκει, ἀποστραφήσομαι.
ΑριθμοιSeptuagintagreek1
231καὶ εἶπεν Βαλααμ τῷ Βαλακ Οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.
ΑριθμοιSeptuagintagreek1
2237καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε; διὰ τί οὐκ ἤρχου πρός με; ὄντως οὐ δυνήσομαι τιμῆσαί σε;
ΑριθμοιSeptuagintagreek1
2325καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Οὔτε κατάραις καταράσῃ μοι αὐτὸν οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν.
ΑριθμοιSeptuagintagreek1
2311καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν.
ΚριταίSeptuagintagreek1
928καὶ εἶπεν Γααλ υἱὸς Αβεδ Τί ἐστιν Αβιμελεχ, καὶ τίς ἐστιν ὁ υἱὸς Συχεμ, ὅτι δουλεύσομεν αὐτῷ; οὐχ οὗτος υἱὸς Ιεροβααλ, καὶ Ζεβουλ ἐπίσκοπος αὐτοῦ δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν Εμμωρ πατρὸς Συχεμ; καὶ τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς;
ΚριταίSeptuagintagreek1
819καὶ εἶπεν Γεδεων ᾿Αδελφοί μου καὶ υἱοὶ τῆς μητρός μού εἰσιν. καὶ ὤμοσεν αὐτοῖς Ζῇ κύριος, εἰ ἐζωογονήσατε αὐτούς, οὐκ ἂν ἀπέκτεινα ὑμᾶς.
ΚριταίSeptuagintagreek1
87καὶ εἶπεν Γεδεων Οὐχ οὕτως· ἐν τῷ δοῦναι κύριον τὸν Ζεβεε καὶ Σαλμανα ἐν τῇ χειρί μου καὶ καταξανῶ τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ἐν ταῖς βαρκοννιμ.
ΚριταίSeptuagintagreek1
636καὶ εἶπεν Γεδεων πρὸς τὸν θεόν Εἰ σῴζεις ἐν τῇ χειρί μου τὸν Ισραηλ, ὃν τρόπον ἐλάλησας,
ΚριταίSeptuagintagreek1
639καὶ εἶπεν Γεδεων πρὸς τὸν θεόν Μὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί, καὶ λαλήσω ἔτι ἅπαξ· καὶ πειράσω ἔτι ἅπαξ ἐν τῷ πόκῳ, καὶ γενηθήτω ξηρασία ἐπὶ τὸν πόκον μόνον, ἐπὶ δὲ πᾶσαν τὴν γῆν γενηθήτω δρόσος.
ΚριταίSeptuagintagreek1
166καὶ εἶπεν Δαλιλα πρὸς Σαμψων ᾿Ανάγγειλόν μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη καὶ ἐν τίνι δεθήσῃ τοῦ ταπεινωθῆναί σε.
ΚριταίSeptuagintagreek1
1610καὶ εἶπεν Δαλιλα πρὸς Σαμψων ᾿Ιδοὺ παρελογίσω με καὶ ἐλάλησας πρός με ψευδῆ· νῦν οὖν ἀνάγγειλον δή μοι ἐν τίνι δεθήσῃ.
ΚριταίSeptuagintagreek1
1613καὶ εἶπεν Δαλιλα πρὸς Σαμψων ῞Εως νῦν παρελογίσω με καὶ ἐλάλησας πρός με ψευδῆ· ἀνάγγειλον δή μοι ἐν τίνι δεθήσῃ. καὶ εἶπεν πρὸς αὐτήν ᾿Εὰν ὑφάνῃς τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς μου μετὰ τοῦ διάσματος καὶ ἐγκρούσῃς ἐν τῷ πασσάλῳ εἰς τὸν τοῖχον, καὶ ἔσομαι ἀσθενὴς ὡς εἷς τῶν ἀνθρώπων.
ΚριταίSeptuagintagreek1
414καὶ εἶπεν Δεββωρα πρὸς Βαρακ ᾿Ανάστηθι, ὅτι αὕτη ἡ ἡμέρα, ἐν ᾗ παρέδωκεν κύριος τὸν Σισαρα ἐν χειρί σου· οὐκ ἰδοὺ κύριος ἐλεύσεται ἔμπροσθέν σου; καὶ κατέβη Βαρακ ἀπὸ τοῦ ὄρους Θαβωρ καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ.
ΓενεσιςSeptuagintagreek1
2736καὶ εἶπεν Δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ιακωβ· ἐπτέρνικεν γάρ με ἤδη δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἴληφεν καὶ νῦν εἴληφεν τὴν εὐλογίαν μου. καὶ εἶπεν Ησαυ τῷ πατρὶ αὐτοῦ Οὐχ ὑπελίπω μοι εὐλογίαν, πάτερ;
ΕξοδοςSeptuagintagreek1
349καὶ εἶπεν Εἰ εὕρηκα χάριν ἐνώπιόν σου, συμπορευθήτω ὁ κύριός μου μεθ᾽ ἡμῶν· ὁ λαὸς γὰρ σκληροτράχηλός ἐστιν, καὶ ἀφελεῖς σὺ τὰς ἁμαρτίας ἡμῶν καὶ τὰς ἀνομίας ἡμῶν, καὶ ἐσόμεθα σοί.
ΓενεσιςSeptuagintagreek1
926καὶ εἶπεν Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Σημ, καὶ ἔσται Χανααν παῖς αὐτοῦ.
ΓενεσιςSeptuagintagreek1
2427καὶ εἶπεν Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ κυρίου μου Αβρααμ, ὃς οὐκ ἐγκατέλιπεν τὴν δικαιοσύνην αὐτοῦ καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου μου· ἐμὲ εὐόδωκεν κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου.
ΑριθμοιSeptuagintagreek1
3121καὶ εἶπεν Ελεαζαρ ὁ ἱερεὺς πρὸς τοὺς ἄνδρας τῆς δυνάμεως τοὺς ἐρχομένους ἐκ τῆς παρατάξεως τοῦ πολέμου Τοῦτο τὸ δικαίωμα τοῦ νόμου, ὃ συνέταξεν κύριος τῷ Μωυσῇ.
ΚριταίSeptuagintagreek1
821καὶ εἶπεν Ζεβεε καὶ Σαλμανα ᾿Ανάστα δὴ σὺ καὶ ἀπάντησον ἡμῖν, ὅτι ὡς ἀνὴρ ἡ δύναμις αὐτοῦ. καὶ ἀνέστη Γεδεων καὶ ἀνεῖλεν τὸν Ζεβεε καὶ τὸν Σαλμανα καὶ ἔλαβεν τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν.
ΓενεσιςSeptuagintagreek1
2530καὶ εἶπεν Ησαυ τῷ Ιακωβ Γεῦσόν με ἀπὸ τοῦ ἑψέματος τοῦ πυρροῦ τούτου, ὅτι ἐκλείπω. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Εδωμ.
ΓενεσιςSeptuagintagreek1
329καὶ εἶπεν Ιακωβ ᾿Εὰν ἔλθῃ Ησαυ εἰς παρεμβολὴν μίαν καὶ ἐκκόψῃ αὐτήν, ἔσται ἡ παρεμβολὴ ἡ δευτέρα εἰς τὸ σῴζεσθαι.
ΓενεσιςSeptuagintagreek1
297καὶ εἶπεν Ιακωβ ῎Ετι ἐστὶν ἡμέρα πολλή, οὔπω ὥρα συναχθῆναι τὰ κτήνη· ποτίσαντες τὰ πρόβατα ἀπελθόντες βόσκετε.
ΓενεσιςSeptuagintagreek1
483καὶ εἶπεν Ιακωβ τῷ Ιωσηφ ῾Ο θεός μου ὤφθη μοι ἐν Λουζα ἐν γῇ Χανααν καὶ εὐλόγησέν με
ΓενεσιςSeptuagintagreek1
479καὶ εἶπεν Ιακωβ τῷ Φαραω Αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ, ἑκατὸν τριάκοντα ἔτη· μικραὶ καὶ πονηραὶ γεγόνασιν αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν ἐτῶν τῆς ζωῆς τῶν πατέρων μου, ἃς ἡμέρας παρῴκησαν.
ΓενεσιςSeptuagintagreek1
2719καὶ εἶπεν Ιακωβ τῷ πατρὶ αὐτοῦ ᾿Εγὼ Ησαυ ὁ πρωτότοκός σου· ἐποίησα, καθὰ ἐλάλησάς μοι· ἀναστὰς κάθισον καὶ φάγε τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου.
ΚριταίSeptuagintagreek1
119καὶ εἶπεν Ιεφθαε πρὸς τοὺς πρεσβυτέρους Γαλααδ Εἰ ἐπιστρέφετέ με ὑμεῖς πολεμῆσαι ἐν τοῖς υἱοῖς Αμμων καὶ παραδῷ κύριος αὐτοὺς ἐνώπιον ἐμοῦ, ἐγὼ ὑμῖν ἔσομαι εἰς κεφαλήν.
ΚριταίSeptuagintagreek1
117καὶ εἶπεν Ιεφθαε τοῖς πρεσβυτέροις Γαλααδ Οὐχ ὑμεῖς ἐμισήσατέ με καὶ ἐξεβάλετέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐξαπεστείλατέ με ἀφ᾽ ὑμῶν; καὶ τί ὅτι ἤλθατε πρός με, ἡνίκα ἐθλίβητε;
ΕξοδοςSeptuagintagreek1
1810καὶ εἶπεν Ιοθορ Εὐλογητὸς κύριος, ὅτι ἐξείλατο τὸν λαὸν αὐτοῦ ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραω·
ΚριταίSeptuagintagreek1
13καὶ εἶπεν Ιουδας πρὸς Συμεων τὸν ἀδελφὸν αὐτοῦ ᾿Ανάβηθι μετ᾽ ἐμοῦ ἐν τῷ κλήρῳ μου, καὶ πολεμήσωμεν ἐν τῷ Χαναναίῳ, καὶ πορεύσομαι καί γε ἐγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου. καὶ ἐπορεύθη μετ᾽ αὐτοῦ Συμεων.
ΓενεσιςSeptuagintagreek1
4630καὶ εἶπεν Ισραηλ πρὸς Ιωσηφ ᾿Αποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου· ἔτι γὰρ σὺ ζῇς.
ΓενεσιςSeptuagintagreek1
4811καὶ εἶπεν Ισραηλ πρὸς Ιωσηφ ᾿Ιδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην, καὶ ἰδοὺ ἔδειξέν μοι ὁ θεὸς καὶ τὸ σπέρμα σου.
ΓενεσιςSeptuagintagreek1
3713καὶ εἶπεν Ισραηλ πρὸς Ιωσηφ Οὐχ οἱ ἀδελφοί σου ποιμαίνουσιν ἐν Συχεμ; δεῦρο ἀποστείλω σε πρὸς αὐτούς. εἶπεν δὲ αὐτῷ ᾿Ιδοὺ ἐγώ.
ΚριταίSeptuagintagreek1
631καὶ εἶπεν Ιωας πρὸς τοὺς ἄνδρας τοὺς ἑσταμένους ἐπ᾽ αὐτόν Μὴ ὑμεῖς νῦν δικάζεσθε περὶ τοῦ Βααλ; ἢ ὑμεῖς σῴζετε αὐτόν; ὃς ἀντεδίκησεν αὐτόν, ἀποθανεῖται ἕως πρωί· εἰ ἔστιν θεός, αὐτὸς ἐκδικήσει αὐτόν, ὅτι κατέσκαψεν τὸ θυσιαστήριον αὐτοῦ.
ΓενεσιςSeptuagintagreek1
5024καὶ εἶπεν Ιωσηφ τοῖς ἀδελφοῖς αὐτοῦ λέγων ᾿Εγὼ ἀποθνῄσκω· ἐπισκοπῇ δὲ ἐπισκέψεται ὑμᾶς ὁ θεὸς καὶ ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν, ἣν ὤμοσεν ὁ θεὸς τοῖς πατράσιν ἡμῶν Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ.
ΓενεσιςSeptuagintagreek1
2412καὶ εἶπεν Κύριε ὁ θεὸς τοῦ κυρίου μου Αβρααμ, εὐόδωσον ἐναντίον ἐμοῦ σήμερον καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Αβρααμ.
ΓενεσιςSeptuagintagreek1
183καὶ εἶπεν Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου·
ΔευτερονομιονSeptuagintagreek1
332καὶ εἶπεν Κύριος ἐκ Σινα ἥκει καὶ ἐπέφανεν ἐκ Σηιρ ἡμῖν καὶ κατέσπευσεν ἐξ ὄρους Φαραν σὺν μυριάσιν Καδης, ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ᾽ αὐτοῦ.
ΓενεσιςSeptuagintagreek1
48καὶ εἶπεν Καιν πρὸς Αβελ τὸν ἀδελφὸν αὐτοῦ Διέλθωμεν εἰς τὸ πεδίον. καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ καὶ ἀνέστη Καιν ἐπὶ Αβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν.
ΓενεσιςSeptuagintagreek1
413καὶ εἶπεν Καιν πρὸς τὸν κύριον Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με·
ΓενεσιςSeptuagintagreek1
222καὶ εἶπεν Λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ισαακ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν καὶ ἀνένεγκον αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφ᾽ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω.
ΓενεσιςSeptuagintagreek1
3011καὶ εἶπεν Λεια ᾿Εν τύχῃ· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Γαδ.
ΓενεσιςSeptuagintagreek1
3018καὶ εἶπεν Λεια ῎Εδωκεν ὁ θεὸς τὸν μισθόν μου ἀνθ᾽ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ισσαχαρ, ὅ ἐστιν Μισθός.
ΓενεσιςSeptuagintagreek1
3020καὶ εἶπεν Λεια Δεδώρηταί μοι ὁ θεὸς δῶρον καλόν· ἐν τῷ νῦν καιρῷ αἱρετιεῖ με ὁ ἀνήρ μου, ἔτεκον γὰρ αὐτῷ υἱοὺς ἕξ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζαβουλων.
ΓενεσιςSeptuagintagreek1
3013καὶ εἶπεν Λεια Μακαρία ἐγώ, ὅτι μακαρίζουσίν με αἱ γυναῖκες· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ασηρ.
ΕξοδοςSeptuagintagreek1
35καὶ εἶπεν Μὴ ἐγγίσῃς ὧδε· λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστίν.
ΑριθμοιSeptuagintagreek1
1031καὶ εἶπεν Μὴ ἐγκαταλίπῃς ἡμᾶς, οὗ εἵνεκεν ἦσθα μεθ᾽ ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ ἔσῃ ἐν ἡμῖν πρεσβύτης·
ΓενεσιςSeptuagintagreek1
2212καὶ εἶπεν Μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων ὅτι φοβῇ τὸν θεὸν σὺ καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾽ ἐμέ.
ΓενεσιςSeptuagintagreek1
1832καὶ εἶπεν Μή τι, κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα.
ΓενεσιςSeptuagintagreek1
1830καὶ εἶπεν Μή τι, κύριε, ἐὰν λαλήσω· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ τριάκοντα.
ΚριταίSeptuagintagreek1
1312καὶ εἶπεν Μανωε Νῦν δὴ ἐλθόντος τοῦ ῥήματός σου τί ἔσται τὸ κρίμα τοῦ παιδαρίου καὶ τὰ ἔργα αὐτοῦ;
ΚριταίSeptuagintagreek1
1322καὶ εἶπεν Μανωε πρὸς τὴν γυναῖκα αὐτοῦ Θανάτῳ ἀποθανούμεθα, ὅτι θεὸν ἑωράκαμεν.
ΚριταίSeptuagintagreek1
1315καὶ εἶπεν Μανωε πρὸς τὸν ἄγγελον κυρίου Βιασώμεθα δή σε καὶ ποιήσομεν ἐνώπιόν σου ἔριφον αἰγῶν.
ΚριταίSeptuagintagreek1
1317καὶ εἶπεν Μανωε πρὸς τὸν ἄγγελον κυρίου Τί ὄνομά σοι, ἵνα, ὅταν ἔλθῃ τὸ ῥῆμά σου, δοξάσωμέν σε;
ΚριταίSeptuagintagreek1
1824καὶ εἶπεν Μιχα ῞Οτι τὸ γλυπτόν μου, ὃ ἐποίησα ἐμαυτῷ, ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἀπήλθατε· καὶ τί ἐμοὶ ἔτι; καὶ τί τοῦτο λέγετέ μοι Τί τοῦτο κράζεις;
ΚριταίSeptuagintagreek1
1713καὶ εἶπεν Μιχα Νῦν ἔγνων ὅτι ἠγαθοποίησέν με κύριος, ὅτι ἐγενήθη μοι ὁ Λευίτης εἰς ἱερέα.
ΑριθμοιSeptuagintagreek1
224καὶ εἶπεν Μωαβ τῇ γερουσίᾳ Μαδιαμ Νῦν ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ἡμῶν, ὡς ἐκλείξαι ὁ μόσχος τὰ χλωρὰ ἐκ τοῦ πεδίου. καὶ Βαλακ υἱὸς Σεπφωρ βασιλεὺς Μωαβ ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον.
ΕξοδοςSeptuagintagreek1
630καὶ εἶπεν Μωυσῆς ἐναντίον κυρίου ᾿Ιδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι, καὶ πῶς εἰσακούσεταί μου Φαραω;
ΑριθμοιSeptuagintagreek1
1628καὶ εἶπεν Μωυσῆς Ἐν τούτῳ γνώσεσθε ὅτι κύριος ἀπέστειλέν με ποιῆσαι πάντα τὰ ἔργα ταῦτα, ὅτι οὐκ ἀπ᾽ ἐμαυτοῦ·
ΑριθμοιSeptuagintagreek1
1121καὶ εἶπεν Μωυσῆς Ἑξακόσιαι χιλιάδες πεζῶν ὁ λαός, ἐν οἷς εἰμι ἐν αὐτοῖς, καὶ σὺ εἶπας Κρέα δώσω αὐτοῖς φαγεῖν, καὶ φάγονται μῆνα ἡμερῶν;
ΑριθμοιSeptuagintagreek1
1441καὶ εἶπεν Μωυσῆς Ἵνα τί ὑμεῖς παραβαίνετε τὸ ῥῆμα κυρίου; οὐκ εὔοδα ἔσται ὑμῖν.
ΕξοδοςSeptuagintagreek1
1025καὶ εἶπεν Μωυσῆς ᾿Αλλὰ καὶ σὺ δώσεις ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας, ἃ ποιήσομεν κυρίῳ τῷ θεῷ ἡμῶν,
ΕξοδοςSeptuagintagreek1
168καὶ εἶπεν Μωυσῆς ᾿Εν τῷ διδόναι κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν καὶ ἄρτους τὸ πρωὶ εἰς πλησμονὴν διὰ τὸ εἰσακοῦσαι κύριον τὸν γογγυσμὸν ὑμῶν, ὃν ὑμεῖς διαγογγύζετε καθ᾽ ἡμῶν· ἡμεῖς δὲ τί ἐσμεν; οὐ γὰρ καθ᾽ ἡμῶν ὁ γογγυσμὸς ὑμῶν ἐστιν, ἀλλ᾽ ἢ κατὰ τοῦ θεοῦ.
ΕξοδοςSeptuagintagreek1
413καὶ εἶπεν Μωυσῆς Δέομαι, κύριε, προχείρισαι δυνάμενον ἄλλον, ὃν ἀποστελεῖς.
ΕξοδοςSeptuagintagreek1
822καὶ εἶπεν Μωυσῆς Οὐ δυνατὸν γενέσθαι οὕτως· τὰ γὰρ βδελύγματα τῶν Αἰγυπτίων θύσομεν κυρίῳ τῷ θεῷ ἡμῶν· ἐὰν γὰρ θύσωμεν τὰ βδελύγματα τῶν Αἰγυπτίων ἐναντίον αὐτῶν, λιθοβοληθησόμεθα.
ΛευιτικονSeptuagintagreek1
96καὶ εἶπεν Μωυσῆς Τοῦτο τὸ ῥῆμα, ὃ εἶπεν κύριος, ποιήσατε, καὶ ὀφθήσεται ἐν ὑμῖν δόξα κυρίου.
ΕξοδοςSeptuagintagreek1
166καὶ εἶπεν Μωυσῆς καὶ Ααρων πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ ῾Εσπέρας γνώσεσθε ὅτι κύριος ἐξήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου,
ΛευιτικονSeptuagintagreek1
92καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων Λαβὲ σεαυτῷ μοσχάριον ἐκ βοῶν περὶ ἁμαρτίας καὶ κριὸν εἰς ὁλοκαύτωμα, ἄμωμα, καὶ προσένεγκε αὐτὰ ἔναντι κυρίου·
ΕξοδοςSeptuagintagreek1
1633καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων Λαβὲ στάμνον χρυσοῦν ἕνα καὶ ἔμβαλε εἰς αὐτὸν πλῆρες τὸ γομορ τοῦ μαν καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ θεοῦ εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν.
ΑριθμοιSeptuagintagreek1
1711καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων Λαβὲ τὸ πυρεῖον καὶ ἐπίθες ἐπ᾽ αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἐπίβαλε ἐπ᾽ αὐτὸ θυμίαμα καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολὴν καὶ ἐξίλασαι περὶ αὐτῶν· ἐξῆλθεν γὰρ ὀργὴ ἀπὸ προσώπου κυρίου, ἦρκται θραύειν τὸν λαόν.
ΛευιτικονSeptuagintagreek1
103καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων Τοῦτό ἐστιν, ὃ εἶπεν κύριος λέγων Ἐν τοῖς ἐγγίζουσίν μοι ἁγιασθήσομαι καὶ ἐν πάσῃ τῇ συναγωγῇ δοξασθήσομαι. καὶ κατενύχθη Ααρων.
ΛευιτικονSeptuagintagreek1
106καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων καὶ Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς αὐτοῦ τοὺς καταλελειμμένους Τὴν κεφαλὴν ὑμῶν οὐκ ἀποκιδαρώσετε καὶ τὰ ἱμάτια ὑμῶν οὐ διαρρήξετε, ἵνα μὴ ἀποθάνητε καὶ ἐπὶ πᾶσαν τὴν συναγωγὴν ἔσται θυμός· οἱ ἀδελφοὶ ὑμῶν πᾶς ὁ οἶκος Ισραηλ κλαύσονται τὸν ἐμπυρισμόν, ὃν ἐνεπυρίσθησαν ὑπὸ κυρίου.
ΛευιτικονSeptuagintagreek1
831καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ Ἑψήσατε τὰ κρέα ἐν τῇ αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τόπῳ ἁγίῳ καὶ ἐκεῖ φάγεσθε αὐτὰ καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ τῆς τελειώσεως, ὃν τρόπον συντέτακταί μοι λέγων Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ φάγονται αὐτά·
ΑριθμοιSeptuagintagreek1
1616καὶ εἶπεν Μωυσῆς πρὸς Κορε Ἁγίασον τὴν συναγωγήν σου καὶ γίνεσθε ἕτοιμοι ἔναντι κυρίου σὺ καὶ αὐτοὶ καὶ Ααρων αὔριον·
ΑριθμοιSeptuagintagreek1
168καὶ εἶπεν Μωυσῆς πρὸς Κορε Εἰσακούσατέ μου, υἱοὶ Λευι.
ΑριθμοιSeptuagintagreek1
2715καὶ εἶπεν Μωυσῆς πρὸς κύριον
ΑριθμοιSeptuagintagreek1
1111καὶ εἶπεν Μωυσῆς πρὸς κύριον Ἵνα τί ἐκάκωσας τὸν θεράποντά σου, καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σου ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ᾽ ἐμέ;
ΑριθμοιSeptuagintagreek1
1413καὶ εἶπεν Μωυσῆς πρὸς κύριον Καὶ ἀκούσεται Αἴγυπτος ὅτι ἀνήγαγες τῇ ἰσχύι σου τὸν λαὸν τοῦτον ἐξ αὐτῶν,
ΕξοδοςSeptuagintagreek1
313καὶ εἶπεν Μωυσῆς πρὸς τὸν θεόν ᾿Ιδοὺ ἐγὼ ἐλεύσομαι πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ ἐρῶ πρὸς αὐτούς ῾Ο θεὸς τῶν πατέρων ὑμῶν ἀπέσταλκέν με πρὸς ὑμᾶς, ἐρωτήσουσίν με Τί ὄνομα αὐτῷ; τί ἐρῶ πρὸς αὐτούς;
ΕξοδοςSeptuagintagreek1
1923καὶ εἶπεν Μωυσῆς πρὸς τὸν θεόν Οὐ δυνήσεται ὁ λαὸς προσαναβῆναι πρὸς τὸ ὄρος τὸ Σινα· σὺ γὰρ διαμεμαρτύρησαι ἡμῖν λέγων ᾿Αφόρισαι τὸ ὄρος καὶ ἁγίασαι αὐτό.
ΕξοδοςSeptuagintagreek1
311καὶ εἶπεν Μωυσῆς πρὸς τὸν θεόν Τίς εἰμι, ὅτι πορεύσομαι πρὸς Φαραω βασιλέα Αἰγύπτου, καὶ ὅτι ἐξάξω τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου;
ΛευιτικονSeptuagintagreek1
85καὶ εἶπεν Μωυσῆς τῇ συναγωγῇ Τοῦτό ἐστιν τὸ ῥῆμα, ὃ ἐνετείλατο κύριος ποιῆσαι.
ΛευιτικονSeptuagintagreek1
97καὶ εἶπεν Μωυσῆς τῷ Ααρων Πρόσελθε πρὸς τὸ θυσιαστήριον καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά σου καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου· καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ καὶ ἐξίλασαι περὶ αὐτῶν, καθάπερ ἐνετείλατο κύριος τῷ Μωυσῇ.
ΕξοδοςSeptuagintagreek1
3221καὶ εἶπεν Μωυσῆς τῷ Ααρων Τί ἐποίησέν σοι ὁ λαὸς οὗτος, ὅτι ἐπήγαγες ἐπ᾽ αὐτοὺς ἁμαρτίαν μεγάλην;
ΑριθμοιSeptuagintagreek1
255καὶ εἶπεν Μωυσῆς ταῖς φυλαῖς Ισραηλ Ἀποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεελφεγωρ.
ΑριθμοιSeptuagintagreek1
326καὶ εἶπεν Μωυσῆς τοῖς υἱοῖς Γαδ καὶ τοῖς υἱοῖς Ρουβην Οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς πόλεμον, καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ;
ΕξοδοςSeptuagintagreek1
3320καὶ εἶπεν Οὐ δυνήσῃ ἰδεῖν μου τὸ πρόσωπον· οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται.
ΕξοδοςSeptuagintagreek1
47καὶ εἶπεν Πάλιν εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκεν τὴν χεῖρα εἰς τὸν κόλπον αὐτοῦ· καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ πάλιν ἀπεκατέστη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτοῦ.
ΚριταίSeptuagintagreek1
1138καὶ εἶπεν Πορεύου· καὶ ἐξαπέστειλεν αὐτὴν δύο μῆνας. καὶ ἐπορεύθη, αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς, καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη.
ΓενεσιςSeptuagintagreek1
2725καὶ εἶπεν Προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ἡ ψυχή μου. καὶ προσήγαγεν αὐτῷ, καὶ ἔφαγεν· καὶ εἰσήνεγκεν αὐτῷ οἶνον, καὶ ἔπιεν.
ΓενεσιςSeptuagintagreek1
306καὶ εἶπεν Ραχηλ ῎Εκρινέν μοι ὁ θεὸς καὶ ἐπήκουσεν τῆς φωνῆς μου καὶ ἔδωκέν μοι υἱόν· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Δαν.
ΓενεσιςSeptuagintagreek1
308καὶ εἶπεν Ραχηλ Συνελάβετό μοι ὁ θεός, καὶ συνανεστράφην τῇ ἀδελφῇ μου καὶ ἠδυνάσθην· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Νεφθαλι.
ΓενεσιςSeptuagintagreek1
2724καὶ εἶπεν Σὺ εἶ ὁ υἱός μου Ησαυ; ὁ δὲ εἶπεν ᾿Εγώ.
ΚριταίSeptuagintagreek1
1630καὶ εἶπεν Σαμψων ᾿Αποθανέτω ἡ ψυχή μου μετὰ τῶν ἀλλοφύλων· καὶ ἔκλινεν ἐν ἰσχύι, καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς σατράπας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ· καὶ ἐγένοντο οἱ τεθνηκότες, οὓς ἐθανάτωσεν Σαμψων ἐν τῷ θανάτῳ αὐτοῦ, πλείους ὑπὲρ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ.
ΚριταίSeptuagintagreek1
1516καὶ εἶπεν Σαμψων ᾿Εν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς, ὅτι ἐν σιαγόνι ὄνου ἐπάταξα χιλίους ἄνδρας.
ΚριταίSeptuagintagreek1
1626καὶ εἶπεν Σαμψων πρὸς τὸ παιδάριον τὸν χειραγωγοῦντα αὐτόν ᾿Επανάπαυσόν με δὴ καὶ ποίησον ψηλαφῆσαί με ἐπὶ τοὺς στύλους, ἐφ᾽ ὧν ὁ οἶκος ἐπεστήρικται ἐπ᾽ αὐτῶν, καὶ ἐπιστηρίσομαι ἐπ᾽ αὐτούς· ὁ δὲ παῖς ἐποίησεν οὕτως.
ΚριταίSeptuagintagreek1
419καὶ εἶπεν Σισαρα πρὸς αὐτήν Πότισόν με δὴ μικρὸν ὕδωρ, ὅτι ἐδίψησα· καὶ ἤνοιξεν τὸν ἀσκὸν τοῦ γάλακτος καὶ ἐπότισεν αὐτὸν καὶ συνεκάλυψεν τὸ πρόσωπον αὐτοῦ.
ΓενεσιςSeptuagintagreek1
338καὶ εἶπεν Τί ταῦτά σοί ἐστιν, πᾶσαι αἱ παρεμβολαὶ αὗται, αἷς ἀπήντηκα; ὁ δὲ εἶπεν ῞Ινα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου, κύριε.
ΓενεσιςSeptuagintagreek1
217καὶ εἶπεν Τίς ἀναγγελεῖ τῷ Αβρααμ ὅτι θηλάζει παιδίον Σαρρα; ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρει μου.
ΓενεσιςSeptuagintagreek1
506καὶ εἶπεν Φαραω ᾿Ανάβηθι, θάψον τὸν πατέρα σου, καθάπερ ὥρκισέν σε.
ΕξοδοςSeptuagintagreek1
824καὶ εἶπεν Φαραω ᾿Εγὼ ἀποστέλλω ὑμᾶς, καὶ θύσατε κυρίῳ τῷ θεῷ ὑμῶν ἐν τῇ ἐρήμῳ, ἀλλ᾽ οὐ μακρὰν ἀποτενεῖτε πορευθῆναι· εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς κύριον.
ΕξοδοςSeptuagintagreek1
55καὶ εἶπεν Φαραω ᾿Ιδοὺ νῦν πολυπληθεῖ ὁ λαός· μὴ οὖν καταπαύσωμεν αὐτοὺς ἀπὸ τῶν ἔργων.
ΕξοδοςSeptuagintagreek1
52καὶ εἶπεν Φαραω Τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ; οὐκ οἶδα τὸν κύριον καὶ τὸν Ισραηλ οὐκ ἐξαποστέλλω.
ΓενεσιςSeptuagintagreek1
4138καὶ εἶπεν Φαραω πᾶσιν τοῖς παισὶν αὐτοῦ Μὴ εὑρήσομεν ἄνθρωπον τοιοῦτον, ὃς ἔχει πνεῦμα θεοῦ ἐν αὐτῷ;
ΓενεσιςSeptuagintagreek1
473καὶ εἶπεν Φαραω τοῖς ἀδελφοῖς Ιωσηφ Τί τὸ ἔργον ὑμῶν; οἱ δὲ εἶπαν τῷ Φαραω Ποιμένες προβάτων οἱ παῖδές σου, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν.
Ιησους ΝαυηSeptuagintagreek1
2231καὶ εἶπεν Φινεες ὁ ἱερεὺς τοῖς υἱοῖς Ρουβην καὶ τοῖς υἱοῖς Γαδ καὶ τῷ ἡμίσει φυλῆς Μανασση Σήμερον ἐγνώκαμεν ὅτι μεθ᾽ ἡμῶν κύριος, διότι οὐκ ἐπλημμελήσατε ἐναντίον κυρίου πλημμέλειαν καὶ ὅτι ἐρρύσασθε τοὺς υἱοὺς Ισραηλ ἐκ χειρὸς κυρίου.
Ιησους ΝαυηSeptuagintagreek1
1516καὶ εἶπεν Χαλεβ Ὃς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν Αχσαν θυγατέρα μου εἰς γυναῖκα.
ΚριταίSeptuagintagreek1
112καὶ εἶπεν Χαλεβ ῝Ος ἂν πατάξῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν, δώσω αὐτῷ τὴν Ασχαν θυγατέρα μου εἰς γυναῖκα.
ΓενεσιςSeptuagintagreek1
1611καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου ᾿Ιδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ισμαηλ, ὅτι ἐπήκουσεν κύριος τῇ ταπεινώσει σου.
ΓενεσιςSeptuagintagreek1
168καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου Αγαρ παιδίσκη Σαρας, πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ; καὶ εἶπεν ᾿Απὸ προσώπου Σαρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω.
ΓενεσιςSeptuagintagreek1
1610καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου Πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους.
ΚριταίSeptuagintagreek1
1323καὶ εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ Εἰ ἐβούλετο κύριος θανατῶσαι ἡμᾶς, οὐκ ἂν ἐδέξατο ἐκ τῶν χειρῶν ἡμῶν ὁλοκαύτωμα καὶ θυσίαν καὶ οὐκ ἂν ἐφώτισεν ἡμᾶς πάντα ταῦτα καὶ οὐκ ἂν ἀκουστὰ ἐποίησεν ἡμῖν ταῦτα.
ΚριταίSeptuagintagreek1
1318καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος κυρίου ῞Ινα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ αὐτό ἐστιν θαυμαστόν.
ΑριθμοιSeptuagintagreek1
2232καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ θεοῦ Διὰ τί ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς διαβολήν σου, ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐναντίον μου.
ΓενεσιςSeptuagintagreek1
3510καὶ εἶπεν αὐτῷ ὁ θεός Τὸ ὄνομά σου Ιακωβ· οὐ κληθήσεται ἔτι Ιακωβ, ἀλλ᾽ Ισραηλ ἔσται τὸ ὄνομά σου.
ΚριταίSeptuagintagreek1
143καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ Μὴ οὐκ ἔστιν ἀπὸ τῶν θυγατέρων τῶν ἀδελφῶν σου καὶ ἐν παντὶ τῷ λαῷ μου γυνή, ὅτι σὺ πορεύῃ λαβεῖν γυναῖκα ἐκ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων; καὶ εἶπεν Σαμψων πρὸς τὸν πατέρα αὐτοῦ Ταύτην λαβέ μοι, ὅτι ἤρεσεν ἐν ὀφθαλμοῖς μου.
ΓενεσιςSeptuagintagreek1
3227καὶ εἶπεν αὐτῷ ᾿Απόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. ὁ δὲ εἶπεν Οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς.
ΕξοδοςSeptuagintagreek1
36καὶ εἶπεν αὐτῷ ᾿Εγώ εἰμι ὁ θεὸς τοῦ πατρός σου, θεὸς Αβρααμ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ. ἀπέστρεψεν δὲ Μωυσῆς τὸ πρόσωπον αὐτοῦ· εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ θεοῦ.
ΓενεσιςSeptuagintagreek1
1921καὶ εἶπεν αὐτῷ ᾿Ιδοὺ ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι τούτῳ τοῦ μὴ καταστρέψαι τὴν πόλιν, περὶ ἧς ἐλάλησας·
ΓενεσιςSeptuagintagreek1
2126καὶ εἶπεν αὐτῷ Αβιμελεχ Οὐκ ἔγνων, τίς ἐποίησεν τὸ πρᾶγμα τοῦτο, οὐδὲ σύ μοι ἀπήγγειλας, οὐδὲ ἐγὼ ἤκουσα ἀλλ᾽ ἢ σήμερον.
ΚριταίSeptuagintagreek1
115καὶ εἶπεν αὐτῷ Ασχα Δός μοι εὐλογίαν, ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με, καὶ δώσεις μοι λύτρωσιν ὕδατος. καὶ ἔδωκεν αὐτῇ Χαλεβ κατὰ τὴν καρδίαν αὐτῆς τὴν λύτρωσιν μετεώρων καὶ τὴν λύτρωσιν ταπεινῶν.
Ιησους ΝαυηSeptuagintagreek1
1519καὶ εἶπεν αὐτῷ Δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Ναγεβ δέδωκάς με· δός μοι τὴν Γολαθμαιν. καὶ ἔδωκεν αὐτῇ Χαλεβ τὴν Γολαθμαιν τὴν ἄνω καὶ τὴν Γολαθμαιν τὴν κάτω. -
ΚριταίSeptuagintagreek1
1620καὶ εἶπεν αὐτῷ Δαλιλα Οἱ ἀλλόφυλοι ἐπὶ σέ, Σαμψων. καὶ ἐξηγέρθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν ᾿Εξελεύσομαι καὶ ποιήσω καθὼς ἀεὶ καὶ ἀποτινάξομαι· καὶ αὐτὸς οὐκ ἔγνω ὅτι κύριος ἀπέστη ἀπ᾽ αὐτοῦ.
ΓενεσιςSeptuagintagreek1
2431καὶ εἶπεν αὐτῷ Δεῦρο εἴσελθε· εὐλογητὸς κύριος· ἵνα τί ἕστηκας ἔξω; ἐγὼ δὲ ἡτοίμακα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις.
ΓενεσιςSeptuagintagreek1
2424καὶ εἶπεν αὐτῷ Θυγάτηρ Βαθουηλ εἰμὶ ἐγὼ τοῦ Μελχας, ὃν ἔτεκεν τῷ Ναχωρ.
ΓενεσιςSeptuagintagreek1
2533καὶ εἶπεν αὐτῷ Ιακωβ ῎Ομοσόν μοι σήμερον. καὶ ὤμοσεν αὐτῷ· ἀπέδοτο δὲ Ησαυ τὰ πρωτοτόκια τῷ Ιακωβ.
ΓενεσιςSeptuagintagreek1
2726καὶ εἶπεν αὐτῷ Ισαακ ὁ πατὴρ αὐτοῦ ῎Εγγισόν μοι καὶ φίλησόν με, τέκνον.
ΓενεσιςSeptuagintagreek1
2732καὶ εἶπεν αὐτῷ Ισαακ ὁ πατὴρ αὐτοῦ Τίς εἶ σύ; ὁ δὲ εἶπεν ᾿Εγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ησαυ.
ΓενεσιςSeptuagintagreek1
4012καὶ εἶπεν αὐτῷ Ιωσηφ Τοῦτο ἡ σύγκρισις αὐτοῦ· οἱ τρεῖς πυθμένες τρεῖς ἡμέραι εἰσίν·
ΓενεσιςSeptuagintagreek1
2425καὶ εἶπεν αὐτῷ Καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ᾽ ἡμῖν καὶ τόπος τοῦ καταλῦσαι.
ΓενεσιςSeptuagintagreek1
2914καὶ εἶπεν αὐτῷ Λαβαν ᾿Εκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἶ σύ. καὶ ἦν μετ᾽ αὐτοῦ μῆνα ἡμερῶν.
ΓενεσιςSeptuagintagreek1
3031καὶ εἶπεν αὐτῷ Λαβαν Τί σοι δώσω; εἶπεν δὲ αὐτῷ Ιακωβ Οὐ δώσεις μοι οὐθέν· ἐὰν ποιήσῃς μοι τὸ ῥῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου καὶ φυλάξω.
ΚριταίSeptuagintagreek1
1710καὶ εἶπεν αὐτῷ Μιχα Κάθου μετ᾽ ἐμοῦ καὶ γενοῦ μοι εἰς πατέρα καὶ εἰς ἱερέα, καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέρας καὶ ζεῦγος ἱματίων καὶ τὰ πρὸς τὸ ζῆν σου. καὶ ἐπορεύθη ὁ Λευίτης
ΚριταίSeptuagintagreek1
179καὶ εἶπεν αὐτῷ Μιχα Πόθεν ἔρχῃ; καὶ εἶπεν πρὸς αὐτόν Λευίτης ἐγώ εἰμι ἐκ Βηθλεεμ Ιουδα, καὶ ἐγὼ πορεύομαι παροικεῖν οὗ ἐὰν εὕρω.
ΑριθμοιSeptuagintagreek1
1129καὶ εἶπεν αὐτῷ Μωυσῆς Μὴ ζηλοῖς σύ μοι; καὶ τίς δῴη πάντα τὸν λαὸν κυρίου προφήτας, ὅταν δῷ κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ᾽ αὐτούς;
ΚριταίSeptuagintagreek1
153καὶ εἶπεν αὐτῷ Σαμψων ᾿Αθῷός εἰμι τὸ ἅπαξ ἀπὸ τῶν ἀλλοφύλων, ὅτι ἐγὼ ποιῶ μεθ᾽ ὑμῶν κακά.
ΓενεσιςSeptuagintagreek1
310καὶ εἶπεν αὐτῷ Τὴν φωνήν σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην.
ΓενεσιςSeptuagintagreek1
311καὶ εἶπεν αὐτῷ Τίς ἀνήγγειλέν σοι ὅτι γυμνὸς εἶ; μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν ἀπ᾽ αὐτοῦ, ἔφαγες;
ΓενεσιςSeptuagintagreek1
415καὶ εἶπεν αὐτῷ κύριος ὁ θεός Οὐχ οὕτως· πᾶς ὁ ἀποκτείνας Καιν ἑπτὰ ἐκδικούμενα παραλύσει. καὶ ἔθετο κύριος ὁ θεὸς σημεῖον τῷ Καιν τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν.
ΚριταίSeptuagintagreek1
623καὶ εἶπεν αὐτῷ κύριος Εἰρήνη σοι, μὴ φοβοῦ μὴ ἀποθάνῃς.
ΓενεσιςSeptuagintagreek1
315καὶ εἶπεν αὐταῖς ῾Ορῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν ὅτι οὐκ ἔστιν πρὸς ἐμοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ὁ δὲ θεὸς τοῦ πατρός μου ἦν μετ᾽ ἐμοῦ.
ΚριταίSeptuagintagreek1
913καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος ᾿Αφεῖσα τὸν οἶνόν μου, τὴν εὐφροσύνην τὴν παρὰ τοῦ θεοῦ τῶν ἀνθρώπων, πορευθῶ ἄρχειν ξύλων;
ΚριταίSeptuagintagreek1
99καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία ᾿Αφεῖσα τὴν πιότητά μου, ἣν ἐν ἐμοὶ ἐδόξασεν ὁ θεὸς καὶ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων;
ΚριταίSeptuagintagreek1
911καὶ εἶπεν αὐτοῖς ἡ συκῆ ᾿Αφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γένημά μου τὸ ἀγαθὸν πορευθῶ ἄρχειν ξύλων;
Ιησους ΝαυηSeptuagintagreek1
1715καὶ εἶπεν αὐτοῖς Ἰησοῦς Εἰ λαὸς πολὺς εἶ, ἀνάβηθι εἰς τὸν δρυμὸν καὶ ἐκκάθαρον σεαυτῷ, εἰ στενοχωρεῖ σε τὸ ὄρος τὸ Εφραιμ.
ΚριταίSeptuagintagreek1
186καὶ εἶπεν αὐτοῖς ὁ ἱερεύς Πορεύεσθε εἰς εἰρήνην· ἐνώπιον κυρίου ἡ ὁδὸς ὑμῶν, καθ᾽ ἣν ὑμεῖς πορεύεσθε ἐν αὐτῇ.
ΕξοδοςSeptuagintagreek1
54καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου ῞Ινα τί, Μωυσῆ καὶ Ααρων, διαστρέφετε τὸν λαόν μου ἀπὸ τῶν ἔργων; ἀπέλθατε ἕκαστος ὑμῶν πρὸς τὰ ἔργα αὐτοῦ.
Ιησους ΝαυηSeptuagintagreek1
222καὶ εἶπεν αὐτοῖς Ὑμεῖς ἀκηκόατε πάντα, ὅσα ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς κυρίου, καὶ ἐπηκούσατε τῆς φωνῆς μου κατὰ πάντα, ὅσα ἐνετειλάμην ὑμῖν.
ΓενεσιςSeptuagintagreek1
376καὶ εἶπεν αὐτοῖς ᾿Ακούσατε τοῦ ἐνυπνίου τούτου, οὗ ἐνυπνιάσθην·
ΓενεσιςSeptuagintagreek1
4929καὶ εἶπεν αὐτοῖς ᾿Εγὼ προστίθεμαι πρὸς τὸν ἐμὸν λαόν· θάψατέ με μετὰ τῶν πατέρων μου ἐν τῷ σπηλαίῳ, ὅ ἐστιν ἐν τῷ ἀγρῷ Εφρων τοῦ Χετταίου,
ΚριταίSeptuagintagreek1
1414καὶ εἶπεν αὐτοῖς ᾿Εκ τοῦ ἔσθοντος ἐξῆλθεν βρῶσις, καὶ ἐξ ἰσχυροῦ ἐξῆλθεν γλυκύ. καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι τὸ πρόβλημα ἐπὶ τρεῖς ἡμέρας.
Ιησους ΝαυηSeptuagintagreek1
216καὶ εἶπεν αὐτοῖς Εἰς τὴν ὀρεινὴν ἀπέλθετε, μὴ συναντήσωσιν ὑμῖν οἱ καταδιώκοντες, καὶ κρυβήσεσθε ἐκεῖ τρεῖς ἡμέρας, ἕως ἂν ἀποστρέψωσιν οἱ καταδιώκοντες ὀπίσω ὑμῶν, καὶ μετὰ ταῦτα ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν.
ΓενεσιςSeptuagintagreek1
2627καὶ εἶπεν αὐτοῖς Ισαακ ῞Ινα τί ἤλθατε πρός με; ὑμεῖς δὲ ἐμισήσατέ με καὶ ἀπεστείλατέ με ἀφ᾽ ὑμῶν.
ΓενεσιςSeptuagintagreek1
5019καὶ εἶπεν αὐτοῖς Ιωσηφ Μὴ φοβεῖσθε· τοῦ γὰρ θεοῦ εἰμι ἐγώ.
Ιησους ΝαυηSeptuagintagreek1
221καὶ εἶπεν αὐτοῖς Κατὰ τὸ ῥῆμα ὑμῶν οὕτως ἔστω· καὶ ἐξαπέστειλεν αὐτούς.
ΓενεσιςSeptuagintagreek1
5021καὶ εἶπεν αὐτοῖς Μὴ φοβεῖσθε· ἐγὼ διαθρέψω ὑμᾶς καὶ τὰς οἰκίας ὑμῶν. καὶ παρεκάλεσεν αὐτοὺς καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν.
ΑριθμοιSeptuagintagreek1
3115καὶ εἶπεν αὐτοῖς Μωυσῆς Ἵνα τί ἐζωγρήσατε πᾶν θῆλυ;
ΕξοδοςSeptuagintagreek1
3229καὶ εἶπεν αὐτοῖς Μωυσῆς ᾿Επληρώσατε τὰς χεῖρας ὑμῶν σήμερον κυρίῳ, ἕκαστος ἐν τῷ υἱῷ ἢ τῷ ἀδελφῷ, δοθῆναι ἐφ᾽ ὑμᾶς εὐλογίαν.
ΚριταίSeptuagintagreek1
157καὶ εἶπεν αὐτοῖς Σαμψων ᾿Εὰν ποιήσητε οὕτως, οὐκ εὐδοκήσω, ἀλλὰ τὴν ἐκδίκησίν μου ἐξ ἑνὸς καὶ ἑκάστου ὑμῶν ποιήσομαι.
ΚριταίSeptuagintagreek1
1412καὶ εἶπεν αὐτοῖς Σαμψων Προβαλῶ ὑμῖν πρόβλημα, καὶ ἐὰν ἀπαγγείλητέ μοι τὸ πρόβλημα ἐν ταῖς ἑπτὰ ἡμέραις τοῦ πότου, δώσω ὑμῖν τριάκοντα σινδόνας καὶ τριάκοντα στολάς·
ΕξοδοςSeptuagintagreek1
517καὶ εἶπεν αὐτοῖς Σχολάζετε, σχολασταί ἐστε· διὰ τοῦτο λέγετε Πορευθῶμεν θύσωμεν τῷ θεῷ ἡμῶν.
Ιησους ΝαυηSeptuagintagreek1
67καὶ εἶπεν αὐτοῖς λέγων Παραγγείλατε τῷ λαῷ περιελθεῖν καὶ κυκλῶσαι τὴν πόλιν, καὶ οἱ μάχιμοι παραπορευέσθωσαν ἐνωπλισμένοι ἐναντίον κυρίου·
ΚριταίSeptuagintagreek1
1113καὶ εἶπεν βασιλεὺς υἱῶν Αμμων πρὸς τοὺς ἀγγέλους Ιεφθαε Διότι ἔλαβεν Ισραηλ τὴν γῆν μου ἐν τῇ ἀναβάσει αὐτοῦ ἐξ Αἰγύπτου ἀπὸ Αρνων ἕως Ιαβοκ καὶ ἕως τοῦ Ιορδάνου· καὶ νῦν ἐπίστρεψον αὐτὰς μετ᾽ εἰρήνης.
ΓενεσιςSeptuagintagreek1
912καὶ εἶπεν κύριος ὁ θεὸς πρὸς Νωε Τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ὃ ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης, ἥ ἐστιν μεθ᾽ ὑμῶν, εἰς γενεὰς αἰωνίους·
ΓενεσιςSeptuagintagreek1
313καὶ εἶπεν κύριος ὁ θεὸς τῇ γυναικί Τί τοῦτο ἐποίησας; καὶ εἶπεν ἡ γυνή ῾Ο ὄφις ἠπάτησέν με, καὶ ἔφαγον.
ΓενεσιςSeptuagintagreek1
314καὶ εἶπεν κύριος ὁ θεὸς τῷ ὄφει ῞Οτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς· ἐπὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.
ΓενεσιςSeptuagintagreek1
46καὶ εἶπεν κύριος ὁ θεὸς τῷ Καιν ῞Ινα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέπεσεν τὸ πρόσωπόν σου;
ΓενεσιςSeptuagintagreek1
63καὶ εἶπεν κύριος ὁ θεός Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας, ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσι ἔτη.
ΓενεσιςSeptuagintagreek1
116καὶ εἶπεν κύριος ᾿Ιδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἐξ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν.
ΕξοδοςSeptuagintagreek1
3321καὶ εἶπεν κύριος ᾿Ιδοὺ τόπος παρ᾽ ἐμοί, στήσῃ ἐπὶ τῆς πέτρας·
ΚριταίSeptuagintagreek1
12καὶ εἶπεν κύριος Ιουδας ἀναβήσεται, ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ.
ΔευτερονομιονSeptuagintagreek1
3237καὶ εἶπεν κύριος Ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν, ἐφ᾽ οἷς ἐπεποίθεισαν ἐπ᾽ αὐτοῖς,
ΓενεσιςSeptuagintagreek1
2523καὶ εἶπεν κύριος αὐτῇ Δύο ἔθνη ἐν τῇ γαστρί σού εἰσιν, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται· καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.
ΑριθμοιSeptuagintagreek1
124καὶ εἶπεν κύριος παραχρῆμα πρὸς Μωυσῆν καὶ Μαριαμ καὶ Ααρων Ἐξέλθατε ὑμεῖς οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ ἐξῆλθον οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου.
Ιησους ΝαυηSeptuagintagreek1
710καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Ἀνάστηθι· ἵνα τί τοῦτο σὺ πέπτωκας ἐπὶ πρόσωπόν σου;
Ιησους ΝαυηSeptuagintagreek1
37καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε κατενώπιον πάντων υἱῶν Ισραηλ, ἵνα γνῶσιν, καθότι ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ.
Ιησους ΝαυηSeptuagintagreek1
818καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Ἔκτεινον τὴν χεῖρά σου ἐν τῷ γαίσῳ τῷ ἐν τῇ χειρί σου ἐπὶ τὴν πόλιν - εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτήν - , καὶ τὰ ἔνεδρα ἐξαναστήσονται ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν. καὶ ἐξέτεινεν Ἰησοῦς τὴν χεῖρα αὐτοῦ, τὸν γαῖσον, ἐπὶ τὴν πόλιν,
Ιησους ΝαυηSeptuagintagreek1
62καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Ἰδοὺ ἐγὼ παραδίδωμι ὑποχείριόν σου τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτῆς τὸν ἐν αὐτῇ δυνατοὺς ὄντας ἐν ἰσχύι·
Ιησους ΝαυηSeptuagintagreek1
116καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι αὔριον ταύτην τὴν ὥραν ἐγὼ παραδίδωμι τετροπωμένους αὐτοὺς ἐναντίον τοῦ Ισραηλ· τοὺς ἵππους αὐτῶν νευροκοπήσεις καὶ τὰ ἅρματα αὐτῶν κατακαύσεις ἐν πυρί.
Ιησους ΝαυηSeptuagintagreek1
108καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Μὴ φοβηθῇς αὐτούς· εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτούς, οὐχ ὑπολειφθήσεται ἐξ αὐτῶν οὐθεὶς ἐνώπιον ὑμῶν.
ΓενεσιςSeptuagintagreek1
1813καὶ εἶπεν κύριος πρὸς Αβρααμ Τί ὅτι ἐγέλασεν Σαρρα ἐν ἑαυτῇ λέγουσα ῏Αρά γε ἀληθῶς τέξομαι; ἐγὼ δὲ γεγήρακα.
ΚριταίSeptuagintagreek1
77καὶ εἶπεν κύριος πρὸς Γεδεων ᾿Εν τοῖς τριακοσίοις ἀνδράσιν τοῖς λάψασιν σώσω ὑμᾶς καὶ παραδώσω τὴν Μαδιαμ ἐν χειρί σου, καὶ πᾶς ὁ λαὸς ἀποτρεχέτω ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ.
ΚριταίSeptuagintagreek1
74καὶ εἶπεν κύριος πρὸς Γεδεων ῎Ετι ὁ λαὸς πολύς· κατάγαγε αὐτοὺς εἰς τὸ ὕδωρ, καὶ δοκιμῶ αὐτούς σοι ἐκεῖ· καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σέ Οὗτος πορεύσεται μετὰ σοῦ, αὐτὸς πορεύσεται μετὰ σοῦ· καὶ ὃν ἐὰν εἴπω σοι ὅτι οὐ πορεύσεται μετὰ σοῦ, αὐτὸς οὐ πορεύσεται μετὰ σοῦ.
ΚριταίSeptuagintagreek1
72καὶ εἶπεν κύριος πρὸς Γεδεων Πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ ὥστε μὴ παραδοῦναί με τὴν Μαδιαμ ἐν χειρὶ αὐτῶν, μήποτε καυχήσηται Ισραηλ ἐπ᾽ ἐμὲ λέγων ῾Η χείρ μου ἔσωσέν με.
ΑριθμοιSeptuagintagreek1
1725καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἀπόθες τὴν ῥάβδον Ααρων ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων, καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπ᾽ ἐμοῦ, καὶ οὐ μὴ ἀποθάνωσιν.
ΑριθμοιSeptuagintagreek1
711καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἄρχων εἷς καθ᾽ ἡμέραν ἄρχων καθ᾽ ἡμέραν προσοίσουσιν τὰ δῶρα αὐτῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου.
ΑριθμοιSeptuagintagreek1
1411καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἕως τίνος παροξύνει με ὁ λαὸς οὗτος καὶ ἕως τίνος οὐ πιστεύουσίν μοι ἐν πᾶσιν τοῖς σημείοις, οἷς ἐποίησα ἐν αὐτοῖς;
ΔευτερονομιονSeptuagintagreek1
3116καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἰδοὺ σὺ κοιμᾷ μετὰ τῶν πατέρων σου, καὶ ἀναστὰς ὁ λαὸς οὗτος ἐκπορνεύσει ὀπίσω θεῶν ἀλλοτρίων τῆς γῆς, εἰς ἣν οὗτος εἰσπορεύεται ἐκεῖ εἰς αὐτήν, καὶ ἐγκαταλείψουσίν με καὶ διασκεδάσουσιν τὴν διαθήκην μου, ἣν διεθέμην αὐτοῖς.
ΑριθμοιSeptuagintagreek1
1420καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἵλεως αὐτοῖς εἰμι κατὰ τὸ ῥῆμά σου·
ΕξοδοςSeptuagintagreek1
2412καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ᾿Ανάβηθι πρός με εἰς τὸ ὄρος καὶ ἴσθι ἐκεῖ· καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα, τὸν νόμον καὶ τὰς ἐντολάς, ἃς ἔγραψα νομοθετῆσαι αὐτοῖς.
ΕξοδοςSeptuagintagreek1
3410καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ᾿Ιδοὺ ἐγὼ τίθημί σοι διαθήκην· ἐνώπιον παντὸς τοῦ λαοῦ σου ποιήσω ἔνδοξα, ἃ οὐ γέγονεν ἐν πάσῃ τῇ γῇ καὶ ἐν παντὶ ἔθνει, καὶ ὄψεται πᾶς ὁ λαός, ἐν οἷς εἶ σύ, τὰ ἔργα κυρίου ὅτι θαυμαστά ἐστιν ἃ ἐγὼ ποιήσω σοι.
ΕξοδοςSeptuagintagreek1
44καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ῎Εκτεινον τὴν χεῖρα καὶ ἐπιλαβοῦ τῆς κέρκου· ἐκτείνας οὖν τὴν χεῖρα ἐπελάβετο τῆς κέρκου, καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ·
ΕξοδοςSeptuagintagreek1
61καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ῎Ηδη ὄψει ἃ ποιήσω τῷ Φαραω· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ.
ΔευτερονομιονSeptuagintagreek1
344καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Αὕτη ἡ γῆ, ἣν ὤμοσα Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ λέγων Τῷ σπέρματι ὑμῶν δώσω αὐτήν· καὶ ἔδειξα αὐτὴν τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ.
ΑριθμοιSeptuagintagreek1
1214καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας; ἀφορισθήτω ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς καὶ μετὰ ταῦτα εἰσελεύσεται.
ΕξοδοςSeptuagintagreek1
3233καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Εἴ τις ἡμάρτηκεν ἐνώπιόν μου, ἐξαλείψω αὐτὸν ἐκ τῆς βίβλου μου.
ΕξοδοςSeptuagintagreek1
3317καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Καὶ τοῦτόν σοι τὸν λόγον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας.
ΛευιτικονSeptuagintagreek1
162καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Λάλησον πρὸς Ααρων τὸν ἀδελφόν σου καὶ μὴ εἰσπορευέσθω πᾶσαν ὥραν εἰς τὸ ἅγιον ἐσώτερον τοῦ καταπετάσματος εἰς πρόσωπον τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ οὐκ ἀποθανεῖται· ἐν γὰρ νεφέλῃ ὀφθήσομαι ἐπὶ τοῦ ἱλαστηρίου.
ΕξοδοςSeptuagintagreek1
3034καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Λαβὲ σεαυτῷ ἡδύσματα, στακτήν, ὄνυχα, χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ, ἴσον ἴσῳ ἔσται·
ΑριθμοιSeptuagintagreek1
2134καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ, καὶ ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ Σηων βασιλεῖ τῶν Αμορραίων, ὃς κατῴκει ἐν Εσεβων.
ΑριθμοιSeptuagintagreek1
1123καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Μὴ χεὶρ κυρίου οὐκ ἐξαρκέσει; ἤδη γνώσει εἰ ἐπικαταλήμψεταί σε ὁ λόγος μου ἢ οὔ.
ΑριθμοιSeptuagintagreek1
218καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ποίησον σεαυτῷ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου, καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται.
ΕξοδοςSeptuagintagreek1
175καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Προπορεύου τοῦ λαοῦ τούτου, λαβὲ δὲ μετὰ σεαυτοῦ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ· καὶ τὴν ῥάβδον, ἐν ᾗ ἐπάταξας τὸν ποταμόν, λαβὲ ἐν τῇ χειρί σου καὶ πορεύσῃ.
ΑριθμοιSeptuagintagreek1
1116καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ισραηλ, οὓς αὐτὸς σὺ οἶδας ὅτι οὗτοί εἰσιν πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶν, καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ στήσονται ἐκεῖ μετὰ σοῦ.
ΑριθμοιSeptuagintagreek1
2023καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων ἐν Ωρ τῷ ὄρει ἐπὶ τῶν ὁρίων γῆς Εδωμ λέγων
ΑριθμοιSeptuagintagreek1
2012καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων Ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον υἱῶν Ισραηλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν δέδωκα αὐτοῖς.
ΑριθμοιSeptuagintagreek1
74καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων
ΕξοδοςSeptuagintagreek1
71καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων ᾿Ιδοὺ δέδωκά σε θεὸν Φαραω, καὶ Ααρων ὁ ἀδελφός σου ἔσται σου προφήτης·
ΚριταίSeptuagintagreek1
73καὶ εἶπεν κύριος πρὸς αὐτόν Λάλησον δὴ εἰς τὰ ὦτα τοῦ λαοῦ λέγων Τίς δειλὸς καὶ φοβούμενος; ἀποστραφήτω. καὶ ἐξώρμησαν ἀπὸ τοῦ ὄρους τοῦ Γαλααδ καὶ ἀπεστράφησαν ἀπὸ τοῦ λαοῦ εἴκοσι καὶ δύο χιλιάδες, καὶ δέκα χιλιάδες ὑπελείφθησαν.
ΚριταίSeptuagintagreek1
1011καὶ εἶπεν κύριος πρὸς τοὺς υἱοὺς Ισραηλ Οὐχὶ οἱ Αἰγύπτιοι καὶ οἱ Αμορραῖοι καὶ οἱ υἱοὶ Αμμων καὶ Μωαβ καὶ οἱ ἀλλόφυλοι
ΔευτερονομιονSeptuagintagreek1
22καὶ εἶπεν κύριος πρός με
ΔευτερονομιονSeptuagintagreek1
912καὶ εἶπεν κύριος πρός με Ἀνάστηθι κατάβηθι τὸ τάχος ἐντεῦθεν, ὅτι ἠνόμησεν ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου· παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐνετείλω αὐτοῖς· ἐποίησαν ἑαυτοῖς χώνευμα.
ΔευτερονομιονSeptuagintagreek1
231καὶ εἶπεν κύριος πρός με Ἰδοὺ ἦργμαι παραδοῦναι πρὸ προσώπου σου τὸν Σηων βασιλέα Εσεβων τὸν Αμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἔναρξαι κληρονομῆσαι τὴν γῆν αὐτοῦ.
ΔευτερονομιονSeptuagintagreek1
1817καὶ εἶπεν κύριος πρός με Ὀρθῶς πάντα, ὅσα ἐλάλησαν·
ΔευτερονομιονSeptuagintagreek1
1011καὶ εἶπεν κύριος πρός με Βάδιζε ἄπαρον ἐναντίον τοῦ λαοῦ τούτου, καὶ εἰσπορευέσθωσαν καὶ κληρονομείτωσαν τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς.
ΔευτερονομιονSeptuagintagreek1
142καὶ εἶπεν κύριος πρός με Εἰπὸν αὐτοῖς Οὐκ ἀναβήσεσθε οὐδὲ μὴ πολεμήσετε, οὐ γάρ εἰμι μεθ᾽ ὑμῶν· καὶ οὐ μὴ συντριβῆτε ἐνώπιον τῶν ἐχθρῶν ὑμῶν.
ΔευτερονομιονSeptuagintagreek1
913καὶ εἶπεν κύριος πρός με Λελάληκα πρὸς σὲ ἅπαξ καὶ δὶς λέγων Ἑώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδοὺ λαὸς σκληροτράχηλός ἐστιν·
ΔευτερονομιονSeptuagintagreek1
29καὶ εἶπεν κύριος πρός με Μὴ ἐχθραίνετε τοῖς Μωαβίταις καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν ἐν κλήρῳ, τοῖς γὰρ υἱοῖς Λωτ δέδωκα τὴν Σηιρ κληρονομεῖν.
ΔευτερονομιονSeptuagintagreek1
32καὶ εἶπεν κύριος πρός με Μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ, καὶ ποιήσεις αὐτῷ ὥσπερ ἐποίησας Σηων βασιλεῖ τῶν Αμορραίων, ὃς κατῴκει ἐν Εσεβων.
Ιησους ΝαυηSeptuagintagreek1
59καὶ εἶπεν κύριος τῷ Ἰησοῖ υἱῷ Ναυη Ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ᾽ ὑμῶν. καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Γαλγαλα.
ΑριθμοιSeptuagintagreek1
254καὶ εἶπεν κύριος τῷ Μωυσῇ Λαβὲ πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον αὐτοὺς κυρίῳ ἀπέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ κυρίου ἀπὸ Ισραηλ.
ΕξοδοςSeptuagintagreek1
335καὶ εἶπεν κύριος τοῖς υἱοῖς Ισραηλ ῾Υμεῖς λαὸς σκληροτράχηλος· ὁρᾶτε μὴ πληγὴν ἄλλην ἐπάξω ἐγὼ ἐφ᾽ ὑμᾶς καὶ ἐξαναλώσω ὑμᾶς· νῦν οὖν ἀφέλεσθε τὰς στολὰς τῶν δοξῶν ὑμῶν καὶ τὸν κόσμον, καὶ δείξω σοι ἃ ποιήσω σοι.
ΑριθμοιSeptuagintagreek1
1410καὶ εἶπεν πᾶσα ἡ συναγωγὴ καταλιθοβολῆσαι αὐτοὺς ἐν λίθοις. καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλῃ ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν πᾶσι τοῖς υἱοῖς Ισραηλ.
ΚριταίSeptuagintagreek1
818καὶ εἶπεν πρὸς Ζεβεε καὶ Σαλμανα Ποῦ οἱ ἄνδρες, οὓς ἀπεκτείνατε ἐν Θαβωρ; καὶ εἶπαν ῾Ωσεὶ σύ, ὅμοιος σοί, ὅμοιος αὐτῶν, ὡς εἶδος μορφὴ υἱῶν βασιλέων.
ΕξοδοςSeptuagintagreek1
1411καὶ εἶπεν πρὸς Μωυσῆν Παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν γῇ Αἰγύπτῳ ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ; τί τοῦτο ἐποίησας ἡμῖν ἐξαγαγὼν ἐξ Αἰγύπτου;
ΚριταίSeptuagintagreek1
48καὶ εἶπεν πρὸς αὐτὴν Βαρακ ᾿Εὰν πορευθῇς μετ᾽ ἐμοῦ, πορεύσομαι, καὶ ἐὰν μὴ πορευθῇς μετ᾽ ἐμοῦ, οὐ πορεύσομαι· ὅτι οὐκ οἶδα τὴν ἡμέραν, ἐν ᾗ εὐοδοῖ κύριος τὸν ἄγγελον μετ᾽ ἐμοῦ.
ΚριταίSeptuagintagreek1
167καὶ εἶπεν πρὸς αὐτὴν Σαμψων ᾿Εὰν δήσωσίν με ἐν ἑπτὰ νευραῖς ὑγραῖς μὴ ἠρημωμέναις, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων.
ΚριταίSeptuagintagreek1
1928καὶ εἶπεν πρὸς αὐτήν ᾿Ανάστηθι καὶ ἀπέλθωμεν· καὶ οὐκ ἀπεκρίθη αὐτῷ, ἀλλὰ τεθνήκει. καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὸ ὑποζύγιον καὶ ἀνέστη ὁ ἀνὴρ καὶ ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ.
ΚριταίSeptuagintagreek1
1611καὶ εἶπεν πρὸς αὐτήν ᾿Εὰν δεσμῷ δήσωσίν με ἐν ἑπτὰ καλωδίοις καινοῖς, ἐν οἷς οὐκ ἐγενήθη ἔργον, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων.
ΚριταίSeptuagintagreek1
420καὶ εἶπεν πρὸς αὐτήν Στῆθι ἐν τῇ θύρᾳ τῆς σκηνῆς, καὶ ἔσται ἐάν τις ἔλθῃ πρὸς σὲ καὶ ἐρωτήσῃ σε καὶ εἴπῃ σοι ῎Εστιν ἐνταῦθα ἀνήρ; καὶ ἐρεῖς Οὐκ ἔστιν· καὶ συνεκάλυψεν αὐτὸν ἐν τῇ δέρρει αὐτῆς.
ΚριταίSeptuagintagreek1
81καὶ εἶπεν πρὸς αὐτὸν ἀνὴρ Εφραιμ Τί τὸ ῥῆμα τοῦτο ἐποίησας ἡμῖν τοῦ μὴ καλέσαι ἡμᾶς, ὅτε ἐξεπορεύου πολεμῆσαι ἐν τῇ Μαδιαμ; καὶ ἐκρίνοντο μετ᾽ αὐτοῦ κραταιῶς.
ΚριταίSeptuagintagreek1
616καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου Κύριος ἔσται μετὰ σοῦ, καὶ πατάξεις τὴν Μαδιαμ ὡσεὶ ἄνδρα ἕνα.
ΚριταίSeptuagintagreek1
620καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου Λαβὲ τὰ κρέα καὶ τοὺς ἄρτους τοὺς ἀζύμους καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην καὶ τὸν ζωμὸν ἔκχεον· καὶ ἐποίησεν οὕτως.
ΚριταίSeptuagintagreek1
615καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων ᾿Εν ἐμοί, κύριε, ἐν τίνι σώσω τὸν Ισραηλ; ἰδοὺ ἡ χιλιάς μου ταπεινοτέρα ἐν Μανασση, καὶ ἐγώ εἰμι μικρὸς ἐν τῷ οἴκῳ τοῦ πατρός μου.
ΚριταίSeptuagintagreek1
613καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων ᾿Εν ἐμοί, κύριε, καὶ εἰ ἔστιν κύριος μεθ᾽ ἡμῶν, ἵνα τί εὗρεν ἡμᾶς πάντα τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστιν πάντα τὰ θαυμάσια αὐτοῦ, ὅσα διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν λέγοντες Οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς κύριος; καὶ νῦν ἀπώσατο ἡμᾶς καὶ παρέδωκεν ἡμᾶς ἐν χειρὶ Μαδιαμ.
ΚριταίSeptuagintagreek1
617καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων Καὶ εἰ εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, καὶ ποιήσεις μοι σημεῖον ὅτι σὺ λαλεῖς μετ᾽ ἐμοῦ·
ΚριταίSeptuagintagreek1
1615καὶ εἶπεν πρὸς αὐτὸν Δαλιλα Πῶς ἐρεῖς ᾿Ηγάπηκά σε, καὶ ἡ καρδία σου οὐκ ἔστιν μετ᾽ ἐμοῦ; τοῦτο τρίτον παρελογίσω με καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη.
ΚριταίSeptuagintagreek1
49καὶ εἶπεν πρὸς αὐτὸν Δεββωρα Πορευομένη πορεύσομαι μετὰ σοῦ· πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου εἰς τὴν ὁδόν, ἣν σὺ πορεύῃ, ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται κύριος τὸν Σισαρα. καὶ ἀνέστη Δεββωρα καὶ ἐπορεύθη μετὰ τοῦ Βαρακ εἰς Κεδες.
ΑριθμοιSeptuagintagreek1
2018καὶ εἶπεν πρὸς αὐτὸν Εδωμ Οὐ διελεύσῃ δι᾽ ἐμοῦ· εἰ δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι.
ΚριταίSeptuagintagreek1
938καὶ εἶπεν πρὸς αὐτὸν Ζεβουλ Ποῦ ἐστιν νῦν τὸ στόμα σου τὸ λέγον Τίς ἐστιν Αβιμελεχ, ὅτι δουλεύσομεν αὐτῷ; οὐκ ἰδοὺ οὗτός ἐστιν ὁ λαός, ὃν ἐξουδένωσας; ἔξελθε νῦν καὶ πολέμει πρὸς αὐτόν.
ΚριταίSeptuagintagreek1
1918καὶ εἶπεν πρὸς αὐτόν Διαβαίνομεν ἡμεῖς ἐκ Βηθλεεμ τῆς Ιουδα ἕως μηρῶν ὄρους τοῦ Εφραιμ· ἐγὼ δὲ ἐκεῖθέν εἰμι καὶ ἐπορεύθην ἕως Βηθλεεμ Ιουδα, καὶ εἰς τὸν οἶκόν μου ἐγὼ ἀποτρέχω, καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με εἰς τὴν οἰκίαν·
ΑριθμοιSeptuagintagreek1
1030καὶ εἶπεν πρὸς αὐτόν Οὐ πορεύσομαι ἀλλὰ εἰς τὴν γῆν μου καὶ εἰς τὴν γενεάν μου.
ΚριταίSeptuagintagreek1
1136καὶ εἶπεν πρὸς αὐτόν Πάτερ μου, εἰ ἐν ἐμοὶ ἤνοιξας τὸ στόμα σου πρὸς κύριον, ποίει μοι ὃν τρόπον ἐξῆλθεν ἐκ τοῦ στόματός σου, ἀνθ᾽ ὧν ἐποίησέν σοι κύριος ἐκδικήσεις ἐκ τῶν ἐχθρῶν σου ἐκ τῶν υἱῶν Αμμων.
Ιησους ΝαυηSeptuagintagreek1
1025καὶ εἶπεν πρὸς αὐτοὺς Ἰησοῦς Μὴ φοβηθῆτε αὐτοὺς μηδὲ δειλιάσητε· ἀνδρίζεσθε καὶ ἰσχύετε, ὅτι οὕτως ποιήσει κύριος πᾶσι τοῖς ἐχθροῖς ὑμῶν, οὓς ὑμεῖς καταπολεμεῖτε αὐτούς.
ΚριταίSeptuagintagreek1
824καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεων Αἰτήσομαι παρ᾽ ὑμῶν αἴτησιν καὶ δότε μοι ἀνὴρ ἐνώτιον τῶν σκύλων αὐτοῦ· ὅτι ἐνώτια χρυσᾶ πολλὰ ἦν αὐτοῖς, ὅτι Ισμαηλῖται ἦσαν.
ΚριταίSeptuagintagreek1
823καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεων Οὐκ ἄρξω ἐγὼ ὑμῶν, καὶ οὐκ ἄρξει ὁ υἱός μου ὑμῶν· κύριος ἄρξει ὑμῶν.
ΚριταίSeptuagintagreek1
122καὶ εἶπεν πρὸς αὐτοὺς Ιεφθαε ᾿Ανὴρ ἀντιδικῶν ἤμην ἐγὼ καὶ ὁ λαός μου, καὶ οἱ υἱοὶ Αμμων ἐταπείνουν με σφόδρα· καὶ ἐβόησα πρὸς ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν.
ΑριθμοιSeptuagintagreek1
3229καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς Ἐὰν διαβῶσιν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ μεθ᾽ ὑμῶν τὸν Ιορδάνην, πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι κυρίου, καὶ κατακυριεύσητε τῆς γῆς ἀπέναντι ὑμῶν, καὶ δώσετε αὐτοῖς τὴν γῆν Γαλααδ ἐν κατασχέσει·
ΑριθμοιSeptuagintagreek1
3220καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς Ἐὰν ποιήσητε κατὰ τὸ ῥῆμα τοῦτο, ἐὰν ἐξοπλίσησθε ἔναντι κυρίου εἰς πόλεμον
ΑριθμοιSeptuagintagreek1
98καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς Στῆτε αὐτοῦ, καὶ ἀκούσομαι, τί ἐντελεῖται κύριος περὶ ὑμῶν. -
ΑριθμοιSeptuagintagreek1
126καὶ εἶπεν πρὸς αὐτούς Ἀκούσατε τῶν λόγων μου· ἐὰν γένηται προφήτης ὑμῶν κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ.
Ιησους ΝαυηSeptuagintagreek1
29καὶ εἶπεν πρὸς αὐτούς Ἐπίσταμαι ὅτι δέδωκεν ὑμῖν κύριος τὴν γῆν, ἐπιπέπτωκεν γὰρ ὁ φόβος ὑμῶν ἐφ᾽ ἡμᾶς·
ΔευτερονομιονSeptuagintagreek1
312καὶ εἶπεν πρὸς αὐτούς Ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐγώ εἰμι σήμερον, οὐ δυνήσομαι ἔτι εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι, κύριος δὲ εἶπεν πρός με Οὐ διαβήσῃ τὸν Ιορδάνην τοῦτον.
ΚριταίSeptuagintagreek1
717καὶ εἶπεν πρὸς αὐτούς ᾿Απ᾽ ἐμοῦ ὄψεσθε καὶ οὕτως ποιήσετε· καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν μέσῳ τῆς παρεμβολῆς, καὶ ἔσται ὡς ἐὰν ποιήσω, οὕτως ποιήσετε·
ΕξοδοςSeptuagintagreek1
1010καὶ εἶπεν πρὸς αὐτούς ῎Εστω οὕτως, κύριος μεθ᾽ ὑμῶν· καθότι ἀποστέλλω ὑμᾶς, μὴ καὶ τὴν ἀποσκευὴν ὑμῶν; ἴδετε ὅτι πονηρία πρόκειται ὑμῖν.
ΚριταίSeptuagintagreek1
328καὶ εἶπεν πρὸς αὐτούς Καταβαίνετε ὀπίσω μου, ὅτι παρέδωκεν κύριος ὁ θεὸς τοὺς ἐχθροὺς ὑμῶν τὴν Μωαβ ἐν χειρὶ ὑμῶν. καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ιορδάνου τῆς Μωαβ καὶ οὐκ ἀφῆκαν ἄνδρα διαβῆναι.
ΑριθμοιSeptuagintagreek1
228καὶ εἶπεν πρὸς αὐτούς Καταλύσατε αὐτοῦ τὴν νύκτα, καὶ ἀποκριθήσομαι ὑμῖν πράγματα, ἃ ἐὰν λαλήσῃ κύριος πρός με· καὶ κατέμειναν οἱ ἄρχοντες Μωαβ παρὰ Βαλααμ.
ΚριταίSeptuagintagreek1
184καὶ εἶπεν πρὸς αὐτούς Οὕτως καὶ οὕτως ἐποίησέν μοι Μιχα καὶ ἐμισθώσατό με, καὶ ἐγενήθην αὐτῷ εἰς ἱερέα.
ΔευτερονομιονSeptuagintagreek1
3246καὶ εἶπεν πρὸς αὐτούς Προσέχετε τῇ καρδίᾳ ἐπὶ πάντας τοὺς λόγους τούτους, οὓς ἐγὼ διαμαρτύρομαι ὑμῖν σήμερον, ἃ ἐντελεῖσθε τοῖς υἱοῖς ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάντας τοὺς λόγους τοῦ νόμου τούτου·
ΚριταίSeptuagintagreek1
82καὶ εἶπεν πρὸς αὐτούς Τί ἐποίησα νῦν καθὼς ὑμεῖς; οὐχὶ κρείττω ἐπιφυλλίδες Εφραιμ ἢ τρυγητὸς Αβιεζερ;
ΚριταίSeptuagintagreek1
1137καὶ εἶπεν πρὸς τὸν πατέρα αὐτῆς Καὶ ποίησόν μοι τὸ ῥῆμα τοῦτο· ἔασόν με δύο μῆνας, καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου, καὶ ἐγὼ καὶ αἱ συνεταιρίδες μου.
ΚριταίSeptuagintagreek1
172καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ Χιλίους καὶ ἑκατὸν ἀργυρίου τοὺς λημφθέντας σοι καὶ ἐξώρκισας καὶ εἶπας ἐν τοῖς ὠσίν μου, ἰδοὺ τὸ ἀργύριον παρ᾽ ἐμοί, ἐγὼ ἔλαβον αὐτό. καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ Εὐλογημένος ὁ υἱός μου τῷ κυρίῳ.
ΓενεσιςSeptuagintagreek1
2110καὶ εἶπεν τῷ Αβρααμ ῎Εκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου Ισαακ.
ΓενεσιςSeptuagintagreek1
2313καὶ εἶπεν τῷ Εφρων εἰς τὰ ὦτα τοῦ λαοῦ τῆς γῆς ᾿Επειδὴ πρὸς ἐμοῦ εἶ, ἄκουσόν μου· τὸ ἀργύριον τοῦ ἀγροῦ λαβὲ παρ᾽ ἐμοῦ, καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ.
ΚριταίSeptuagintagreek1
820καὶ εἶπεν τῷ Ιεθερ τῷ πρωτοτόκῳ αὐτοῦ ᾿Αναστὰς ἀπόκτεινον αὐτούς· καὶ οὐκ ἔσπασεν τὸ παιδάριον αὐτοῦ τὴν μάχαιραν αὐτοῦ, ὅτι ἐφοβήθη, ὅτι ἦν νεώτερος.
ΕξοδοςSeptuagintagreek1
1915καὶ εἶπεν τῷ λαῷ Γίνεσθε ἕτοιμοι τρεῖς ἡμέρας, μὴ προσέλθητε γυναικί.
ΓενεσιςSeptuagintagreek1
2465καὶ εἶπεν τῷ παιδί Τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῖν; εἶπεν δὲ ὁ παῖς Οὗτός ἐστιν ὁ κύριός μου. ἡ δὲ λαβοῦσα τὸ θέριστρον περιεβάλετο.
ΚριταίSeptuagintagreek1
1913καὶ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ Δεῦρο καὶ εἰσέλθωμεν εἰς ἕνα τῶν τόπων καὶ αὐλισθῶμεν ἐν Γαβαα ἢ ἐν Ραμα.
ΓενεσιςSeptuagintagreek1
3135καὶ εἶπεν τῷ πατρὶ αὐτῆς Μὴ βαρέως φέρε, κύριε· οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὸ κατ᾽ ἐθισμὸν τῶν γυναικῶν μοί ἐστιν. ἠρεύνησεν δὲ Λαβαν ἐν ὅλῳ τῷ οἴκῳ καὶ οὐχ εὗρεν τὰ εἴδωλα.
ΓενεσιςSeptuagintagreek1
4228καὶ εἶπεν τοῖς ἀδελφοῖς αὐτοῦ ᾿Απεδόθη μοι τὸ ἀργύριον, καὶ ἰδοὺ τοῦτο ἐν τῷ μαρσίππῳ μου. καὶ ἐξέστη ἡ καρδία αὐτῶν, καὶ ἐταράχθησαν πρὸς ἀλλήλους λέγοντες Τί τοῦτο ἐποίησεν ὁ θεὸς ἡμῖν;
ΚριταίSeptuagintagreek1
85καὶ εἶπεν τοῖς ἀνδράσιν Σοκχωθ Δότε δὴ ἄρτους τῷ λαῷ τῷ μετ᾽ ἐμοῦ, ὅτι πεινῶσιν, ἐγὼ δὲ διώκω ὀπίσω Ζεβεε καὶ Σαλμανα βασιλέων Μαδιαμ.
ΚριταίSeptuagintagreek1
89καὶ εἶπεν τοῖς ἀνδράσιν Φανουηλ λέγων ᾿Εν τῷ ἐπιστρέφειν με μετ᾽ εἰρήνης κατασκάψω τὸν πύργον τοῦτον.?
ΕξοδοςSeptuagintagreek1
317καὶ εἶπον ᾿Αναβιβάσω ὑμᾶς ἐκ τῆς κακώσεως τῶν Αἰγυπτίων εἰς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Ευαίων καὶ Ιεβουσαίων, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.
ΚριταίSeptuagintagreek1
1018καὶ εἶπον οἱ ἄρχοντες τοῦ λαοῦ Γαλααδ ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τίς ἀνήρ, ὃς ἄρξεται πολεμῆσαι ἐν τοῖς υἱοῖς Αμμων; καὶ ἔσται εἰς κεφαλὴν πᾶσιν τοῖς κατοικοῦσιν Γαλααδ.
ΚριταίSeptuagintagreek1
1825καὶ εἶπον πρὸς αὐτὸν οἱ υἱοὶ Δαν Μὴ ἀκουσθήτω δὴ ἡ φωνή σου μεθ᾽ ἡμῶν, μήποτε ἀπαντήσωσιν ὑμῖν ἄνδρες κατώδυνοι ψυχῇ, καὶ προσθήσεις τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ οἴκου σου.
Ιησους ΝαυηSeptuagintagreek1
212καὶ εἶπον πρὸς αὐτοὺς ἐν Σηλω ἐν γῇ Χανααν λέγοντες Ἐνετείλατο κύριος ἐν χειρὶ Μωυσῆ δοῦναι ἡμῖν πόλεις κατοικεῖν καὶ τὰ περισπόρια τοῖς κτήνεσιν ἡμῶν.
ΓενεσιςSeptuagintagreek1
2426καὶ εὐδοκήσας ὁ ἄνθρωπος προσεκύνησεν κυρίῳ
ΓενεσιςSeptuagintagreek1
2448καὶ εὐδοκήσας προσεκύνησα κυρίῳ καὶ εὐλόγησα κύριον τὸν θεὸν τοῦ κυρίου μου Αβρααμ, ὃς εὐόδωσέν μοι ἐν ὁδῷ ἀληθείας λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου τῷ υἱῷ αὐτοῦ.
ΓενεσιςSeptuagintagreek1
524καὶ εὐηρέστησεν Ενωχ τῷ θεῷ καὶ οὐχ ηὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ θεός.
ΓενεσιςSeptuagintagreek1
154καὶ εὐθὺς φωνὴ κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων Οὐ κληρονομήσει σε οὗτος, ἀλλ᾽ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε.
ΓενεσιςSeptuagintagreek1
2460καὶ εὐλόγησαν Ρεβεκκαν τὴν ἀδελφὴν αὐτῶν καὶ εἶπαν αὐτῇ ᾿Αδελφὴ ἡμῶν εἶ· γίνου εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.
Ιησους ΝαυηSeptuagintagreek1
1413καὶ εὐλόγησεν αὐτὸν Ἰησοῦς καὶ ἔδωκεν τὴν Χεβρων τῷ Χαλεβ υἱῷ Ιεφοννη υἱοῦ Κενεζ ἐν κλήρῳ.
ΓενεσιςSeptuagintagreek1
4820καὶ εὐλόγησεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων ᾿Εν ὑμῖν εὐλογηθήσεται Ισραηλ λέγοντες Ποιήσαι σε ὁ θεὸς ὡς Εφραιμ καὶ ὡς Μανασση· καὶ ἔθηκεν τὸν Εφραιμ ἔμπροσθεν τοῦ Μανασση.
ΓενεσιςSeptuagintagreek1
4710καὶ εὐλογήσας Ιακωβ τὸν Φαραω ἐξῆλθεν ἀπ᾽ αὐτοῦ.
ΓενεσιςSeptuagintagreek1
123καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.
ΓενεσιςSeptuagintagreek1
1420καὶ εὐλογητὸς ὁ θεὸς ὁ ὕψιστος, ὃς παρέδωκεν τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. καὶ ἔδωκεν αὐτῷ δεκάτην ἀπὸ πάντων.
ΔευτερονομιονSeptuagintagreek1
926καὶ εὐξάμην πρὸς τὸν θεὸν καὶ εἶπα Κύριε κύριε βασιλεῦ τῶν θεῶν, μὴ ἐξολεθρεύσῃς τὸν λαόν σου καὶ τὴν μερίδα σου, ἣν ἐλυτρώσω ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ·
ΔευτερονομιονSeptuagintagreek1
2611καὶ εὐφρανθήσῃ ἐν πᾶσιν τοῖς ἀγαθοῖς, οἷς ἔδωκέν σοι κύριος ὁ θεός σου καὶ τῇ οἰκίᾳ σου, σὺ καὶ ὁ Λευίτης καὶ ὁ προσήλυτος ὁ ἐν σοί.
ΔευτερονομιονSeptuagintagreek1
1614καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ὁ Λευίτης καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ οὖσα ἐν ταῖς πόλεσίν σου.
ΔευτερονομιονSeptuagintagreek1
1611καὶ εὐφρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσίν σου καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ὑμῖν, ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ,
ΔευτερονομιονSeptuagintagreek1
1212καὶ εὐφρανθήσεσθε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, οἱ παῖδες ὑμῶν καὶ αἱ παιδίσκαι ὑμῶν καὶ ὁ Λευίτης ὁ ἐπὶ τῶν πυλῶν ὑμῶν, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μεθ᾽ ὑμῶν.
ΑριθμοιSeptuagintagreek1
3010καὶ εὐχὴ χήρας καὶ ἐκβεβλημένης, ὅσα ἂν εὔξηται κατὰ τῆς ψυχῆς αὐτῆς, μενοῦσιν αὐτῇ. -
ΔευτερονομιονSeptuagintagreek1
430καὶ εὑρήσουσίν σε πάντες οἱ λόγοι οὗτοι ἐπ᾽ ἐσχάτῳ τῶν ἡμερῶν, καὶ ἐπιστραφήσῃ πρὸς κύριον τὸν θεόν σου καὶ εἰσακούσῃ τῆς φωνῆς αὐτοῦ·
ΑριθμοιSeptuagintagreek1
3527καὶ εὕρῃ αὐτὸν ὁ ἀγχιστεύων τὸ αἷμα ἔξω τῶν ὁρίων τῆς πόλεως καταφυγῆς αὐτοῦ καὶ φονεύσῃ ὁ ἀγχιστεύων τὸ αἷμα τὸν φονεύσαντα, οὐκ ἔνοχός ἐστιν·
ΕξοδοςSeptuagintagreek1
2713καὶ εὖρος τῆς αὐλῆς τὸ πρὸς νότον ἱστία πεντήκοντα πήχεων· στῦλοι αὐτῶν δέκα, καὶ αἱ βάσεις αὐτῶν δέκα.
ΓενεσιςSeptuagintagreek1
394καὶ εὗρεν Ιωσηφ χάριν ἐναντίον τοῦ κυρίου αὐτοῦ, εὐηρέστει δὲ αὐτῷ, καὶ κατέστησεν αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ καὶ πάντα, ὅσα ἦν αὐτῷ, ἔδωκεν διὰ χειρὸς Ιωσηφ.
ΓενεσιςSeptuagintagreek1
3715καὶ εὗρεν αὐτὸν ἄνθρωπος πλανώμενον ἐν τῷ πεδίῳ· ἠρώτησεν δὲ αὐτὸν ὁ ἄνθρωπος λέγων Τί ζητεῖς;
ΚριταίSeptuagintagreek1
1515καὶ εὗρεν σιαγόνα ὄνου ἐρριμμένην ἐν τῇ ὁδῷ καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτὴν καὶ ἐπάταξεν ἐν αὐτῇ χιλίους ἄνδρας.
ΚριταίSeptuagintagreek1
2112καὶ εὗρον ἀπὸ τῶν κατοικούντων Ιαβις Γαλααδ τετρακοσίας νεάνιδας παρθένους, αἳ οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος, καὶ ἦγον αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλω, ἥ ἐστιν ἐν γῇ Χανααν.
ΚριταίSeptuagintagreek1
15καὶ εὗρον τὸν Αδωνιβεζεκ ἐν Βεζεκ καὶ ἐπολέμησαν ἐν αὐτῷ καὶ ἐπάταξαν τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον.
ΕξοδοςSeptuagintagreek1
299καὶ ζώσεις αὐτοὺς ταῖς ζώναις καὶ περιθήσεις αὐτοῖς τὰς κιδάρεις, καὶ ἔσται αὐτοῖς ἱερατεία ἐμοὶ εἰς τὸν αἰῶνα. καὶ τελειώσεις τὰς χεῖρας Ααρων καὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ.
ΔευτερονομιονSeptuagintagreek1
2219καὶ ζημιώσουσιν αὐτὸν ἑκατὸν σίκλους καὶ δώσουσιν τῷ πατρὶ τῆς νεάνιδος, ὅτι ἐξήνεγκεν ὄνομα πονηρὸν ἐπὶ παρθένον Ισραηλῖτιν· καὶ αὐτοῦ ἔσται γυνή, οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον.
ΔευτερονομιονSeptuagintagreek1
429καὶ ζητήσετε ἐκεῖ κύριον τὸν θεὸν ὑμῶν καὶ εὑρήσετε, ὅταν ἐκζητήσητε αὐτὸν ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου ἐν τῇ θλίψει σου·
Ιησους ΝαυηSeptuagintagreek1
213καὶ ζωγρήσετε τὸν οἶκον τοῦ πατρός μου καὶ τὴν μητέρα μου καὶ τοὺς ἀδελφούς μου καὶ πάντα τὸν οἶκόν μου καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς, καὶ ἐξελεῖσθε τὴν ψυχήν μου ἐκ θανάτου.
ΓενεσιςSeptuagintagreek1
23καὶ ηὐλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ θεὸς ποιῆσαι.
ΓενεσιςSeptuagintagreek1
122καὶ ηὐλόγησεν αὐτὰ ὁ θεὸς λέγων Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς.
Ιησους ΝαυηSeptuagintagreek1
226καὶ ηὐλόγησεν αὐτοὺς Ἰησοῦς καὶ ἐξαπέστειλεν αὐτούς, καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτῶν. -
ΓενεσιςSeptuagintagreek1
128καὶ ηὐλόγησεν αὐτοὺς ὁ θεὸς λέγων Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.
ΓενεσιςSeptuagintagreek1
4815καὶ ηὐλόγησεν αὐτοὺς καὶ εἶπεν ῾Ο θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐναντίον αὐτοῦ Αβρααμ καὶ Ισαακ, ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης,
ΓενεσιςSeptuagintagreek1
1419καὶ ηὐλόγησεν τὸν Αβραμ καὶ εἶπεν Εὐλογημένος Αβραμ τῷ θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν,
ΓενεσιςSeptuagintagreek1
2820καὶ ηὔξατο Ιακωβ εὐχὴν λέγων ᾿Εὰν ᾖ κύριος ὁ θεὸς μετ᾽ ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι, καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι
ΚριταίSeptuagintagreek1
1130καὶ ηὔξατο Ιεφθαε εὐχὴν τῷ κυρίῳ καὶ εἶπεν ᾿Εὰν παραδώσει παραδῷς μοι τοὺς υἱοὺς Αμμων ἐν χειρί μου,
ΑριθμοιSeptuagintagreek1
212καὶ ηὔξατο Ισραηλ εὐχὴν κυρίῳ καὶ εἶπεν Ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον, ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ.
ΕξοδοςSeptuagintagreek1
2829καὶ θήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τοὺς κροσσούς· τὰ ἁλυσιδωτὰ ἐπ᾽ ἀμφοτέρων τῶν κλιτῶν τοῦ λογείου ἐπιθήσεις καὶ τὰς δύο ἀσπιδίσκας ἐπιθήσεις ἐπ᾽ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κατὰ πρόσωπον.
ΑριθμοιSeptuagintagreek1
1719καὶ θήσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου κατέναντι τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ.
ΕξοδοςSeptuagintagreek1
306καὶ θήσεις αὐτὸ ἀπέναντι τοῦ καταπετάσματος τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τῶν μαρτυρίων, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖθεν.
ΕξοδοςSeptuagintagreek1
403καὶ θήσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ σκεπάσεις τὴν κιβωτὸν τῷ καταπετάσματι
ΕξοδοςSeptuagintagreek1
2635καὶ θήσεις τὴν τράπεζαν ἔξωθεν τοῦ καταπετάσματος καὶ τὴν λυχνίαν ἀπέναντι τῆς τραπέζης ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς νότον καὶ τὴν τράπεζαν θήσεις ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς βορρᾶν.
ΕξοδοςSeptuagintagreek1
405καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ θυμιᾶν ἐναντίον τῆς κιβωτοῦ καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου
ΕξοδοςSeptuagintagreek1
2633καὶ θήσεις τὸ καταπέτασμα ἐπὶ τοὺς στύλους καὶ εἰσοίσεις ἐκεῖ ἐσώτερον τοῦ καταπετάσματος τὴν κιβωτὸν τοῦ μαρτυρίου· καὶ διοριεῖ τὸ καταπέτασμα ὑμῖν ἀνὰ μέσον τοῦ ἁγίου καὶ ἀνὰ μέσον τοῦ ἁγίου τῶν ἁγίων.
ΕξοδοςSeptuagintagreek1
2812καὶ θήσεις τοὺς δύο λίθους ἐπὶ τῶν ὤμων τῆς ἐπωμίδος· λίθοι μνημοσύνου εἰσὶν τοῖς υἱοῖς Ισραηλ· καὶ ἀναλήμψεται Ααρων τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ ἔναντι κυρίου ἐπὶ τῶν δύο ὤμων αὐτοῦ, μνημόσυνον περὶ αὐτῶν.
ΓενεσιςSeptuagintagreek1
172καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ πληθυνῶ σε σφόδρα.
ΕξοδοςSeptuagintagreek1
2331καὶ θήσω τὰ ὅριά σου ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης ἕως τῆς θαλάσσης τῆς Φυλιστιιμ καὶ ἀπὸ τῆς ἐρήμου ἕως τοῦ μεγάλου ποταμοῦ Εὐφράτου· καὶ παραδώσω εἰς τὰς χεῖρας ὑμῶν τοὺς ἐγκαθημένους ἐν τῇ γῇ καὶ ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ.
ΛευιτικονSeptuagintagreek1
2631καὶ θήσω τὰς πόλεις ὑμῶν ἐρήμους καὶ ἐξερημώσω τὰ ἅγια ὑμῶν καὶ οὐ μὴ ὀσφρανθῶ τῆς ὀσμῆς τῶν θυσιῶν ὑμῶν·
ΛευιτικονSeptuagintagreek1
2611καὶ θήσω τὴν διαθήκην μου ἐν ὑμῖν, καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς·
ΔευτερονομιονSeptuagintagreek1
277καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου κυρίῳ τῷ θεῷ σου καὶ φάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐφρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου.
ΔευτερονομιονSeptuagintagreek1
162καὶ θύσεις τὸ πασχα κυρίῳ τῷ θεῷ σου πρόβατα καὶ βόας ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ.
ΕξοδοςSeptuagintagreek1
3417καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ.
ΛευιτικονSeptuagintagreek1
219καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν βεβηλωθῇ τοῦ ἐκπορνεῦσαι, τὸ ὄνομα τοῦ πατρὸς αὐτῆς αὐτὴ βεβηλοῖ· ἐπὶ πυρὸς κατακαυθήσεται.
ΛευιτικονSeptuagintagreek1
2212καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν γένηται ἀνδρὶ ἀλλογενεῖ, αὐτὴ τῶν ἀπαρχῶν τῶν ἁγίων οὐ φάγεται.

THE HOLY BIBLE - ABC GREEK
<<< 10 >>>

001 002 003 004 005 006 007 008 009 010
011 012 013 014 015 016 017 018 019 020
021 022 023 024 025 026 027 028 029 030
031 032 033 034 035 036 037 038 039 040
041 042 043 044 045 046 047 048 049 050
051 052 053 054 055 056 057 058 059 060
061 062 063 064 065 066 067 068 069 070
071 072 073 074 075 076 077 078 079 080
081 082 083 084 085 086 087 088 089 090
091 092 093 094 095 096 097 098 099 100
101 102 103 104 105 106 107 108 109 110
111 112 113 114 115 116 117 118 119 120
121 122 123 124 125 126 127 128 129 130
131 132 133 134 135 136 137 138 139 140
141 142 143 144 145 146 147 148 149 150
151 152 153 154 155 156 157 158 159 160
161 162 163 164 165 166 167 168 169 170
171 172 173 174 175 176 177 178 179 180
181 182 183 184 185 186 187 188 189 190
191 192 193 194 195 196 197 198 199 200
201 202 203 204 205 206 207 208 209 210
211 212 213 214 215 216 217 218 219 220
221 222 223 224 225 226 227 228 229 230
231 232 233 234 235 236 237 238 239 240
241 242 243 244 245 246 247 248 249 250
251 252 253 254 255 256 257 258 259 260
261 262 263 264 265 266 267 268 269 270
271 272 273 274 275 276 277 278 279 280
281 282 283 284 285 286 287 288 289 290
291 292 293 294 295 296 297 298 299 300
301 302 303 304 305 306 307 308 309 310
311 312 313 314 315 316 317 318 319 320
321 322 323 324 325 326 327 328 329 330
331 332 333 334 335 336 337 338 339 340
341 342 343 344 345 346 347 348 349 350
351 352 353 354 355 356 357 358 359 360
361 362 363 364 365 366 367 368 369 370
371 372 373 374 375 376 377 378 379 380
381 382 383 384 385 386 387 388 389 390
391 392 393 394 395 396 397 398 399