Die Bibel

alphabetisch - π -


  • πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλατο ὁ θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν. νῦν οὖν ὅσα εἴρηκέν σοι ὁ θεός, ποίει. gr ΓΕΝΕΣΙΣ 31, 16
  • πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου· εἰρηνικοί ἐσμεν, οὐκ εἰσὶν οἱ παῖδές σου κατάσκοποι. gr ΓΕΝΕΣΙΣ 42, 11
  • πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν (αὕτη ἡ θάλασσα τῶν ἁλῶν). gr ΓΕΝΕΣΙΣ 14, 3
  • πάσας τὰς ἡμέρας τῆς γῆς σπέρμα καὶ θερισμός, ψῦχος καὶ καῦμα, θέρος καὶ ἔαρ ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσιν. gr ΓΕΝΕΣΙΣ 8, 22
  • πᾶσαι δὲ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ιακωβ εἰς Αἴγυπτον, οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν Ιακωβ, πᾶσαι ψυχαὶ ἑξήκοντα ἕξ. gr ΓΕΝΕΣΙΣ 46, 26
  • πῶς γὰρ ἀναβήσομαι πρὸς τὸν πατέρα, τοῦ παιδίου μὴ ὄντος μεθ᾽ ἡμῶν; ἵνα μὴ ἴδω τὰ κακά, ἃ εὑρήσει τὸν πατέρα μου. gr ΓΕΝΕΣΙΣ 44, 34
  • παρὰ θεοῦ τοῦ πατρός σου, καὶ ἐβοήθησέν σοι ὁ θεὸς ὁ ἐμὸς καὶ εὐλόγησέν σε εὐλογίαν οὐρανοῦ ἄνωθεν καὶ εὐλογίαν γῆς ἐχούσης πάντα· ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας, gr ΓΕΝΕΣΙΣ 49, 25
  • παρ᾽ ᾧ ἂν εὑρεθῇ τὸ κόνδυ τῶν παίδων σου, ἀποθνῃσκέτω· καὶ ἡμεῖς δὲ ἐσόμεθα παῖδες τῷ κυρίῳ ἡμῶν. gr ΓΕΝΕΣΙΣ 44, 9
  • παρῴκησεν δὲ Αβρααμ ἐν τῇ γῇ τῶν Φυλιστιιμ ἡμέρας πολλάς. gr ΓΕΝΕΣΙΣ 21, 34
  • παρελθάτω πάντα τὰ πρόβατά σου σήμερον, καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἀρνάσιν καὶ πᾶν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αἰξίν· ἔσται μοι μισθός. gr ΓΕΝΕΣΙΣ 30, 32
  • περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ Αβραμ, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ. gr ΓΕΝΕΣΙΣ 15, 12
  • περὶ δὲ Ισμαηλ ἰδοὺ ἐπήκουσά σου· ἰδοὺ εὐλόγησα αὐτὸν καὶ αὐξανῶ αὐτὸν καὶ πληθυνῶ αὐτὸν σφόδρα· δώδεκα ἔθνη γεννήσει, καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα. gr ΓΕΝΕΣΙΣ 17, 20
  • περὶ δὲ τοῦ δευτερῶσαι τὸ ἐνύπνιον Φαραω δίς, ὅτι ἀληθὲς ἔσται τὸ ῥῆμα τὸ παρὰ τοῦ θεοῦ, καὶ ταχυνεῖ ὁ θεὸς τοῦ ποιῆσαι αὐτό. gr ΓΕΝΕΣΙΣ 41, 32
  • περιέτεμεν δὲ Αβρααμ τὸν Ισαακ τῇ ὀγδόῃ ἡμέρᾳ, καθὰ ἐνετείλατο αὐτῷ ὁ θεός. gr ΓΕΝΕΣΙΣ 21, 4
  • περιτομῇ περιτμηθήσεται ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος, καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον. gr ΓΕΝΕΣΙΣ 17, 13
  • πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζεν πᾶν τὸ πρόσωπον τῆς γῆς. gr ΓΕΝΕΣΙΣ 2, 6
  • πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετ᾽ ἐμοῦ, Εσχωλ, Αυναν, Μαμβρη, οὗτοι λήμψονται μερίδα. gr ΓΕΝΕΣΙΣ 14, 24
  • πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε· gr ΓΕΝΕΣΙΣ 9, 4
  • πλατύναι ὁ θεὸς τῷ Ιαφεθ καὶ κατοικησάτω ἐν τοῖς οἴκοις τοῦ Σημ, καὶ γενηθήτω Χανααν παῖς αὐτῶν. gr ΓΕΝΕΣΙΣ 9, 27
  • πληθύνατε τὴν φερνὴν σφόδρα, καὶ δώσω, καθότι ἂν εἴπητέ μοι, καὶ δώσετέ μοι τὴν παῖδα ταύτην εἰς γυναῖκα. gr ΓΕΝΕΣΙΣ 34, 12
  • ποίησον οὖν σεαυτῷ κιβωτὸν ἐκ ξύλων τετραγώνων· νοσσιὰς ποιήσεις τὴν κιβωτὸν καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν τῇ ἀσφάλτῳ. gr ΓΕΝΕΣΙΣ 6, 14
  • πονηρὸν δὲ ἐφάνη ἐναντίον τοῦ θεοῦ ὅτι ἐποίησεν τοῦτο, καὶ ἐθανάτωσεν καὶ τοῦτον. gr ΓΕΝΕΣΙΣ 38, 10
  • πορευθεὶς δὲ ἔλαβεν καὶ ἤνεγκεν τῇ μητρί, καὶ ἐποίησεν ἡ μήτηρ αὐτοῦ ἐδέσματα, καθὰ ἐφίλει ὁ πατὴρ αὐτοῦ. gr ΓΕΝΕΣΙΣ 27, 14
  • ποταμὸς δὲ ἐκπορεύεται ἐξ Εδεμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς. gr ΓΕΝΕΣΙΣ 2, 10
  • πρὸ τοῦ κοιμηθῆναι καὶ οἱ ἄνδρες τῆς πόλεως οἱ Σοδομῖται περιεκύκλωσαν τὴν οἰκίαν ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου, ἅπας ὁ λαὸς ἅμα, gr ΓΕΝΕΣΙΣ 19, 4
  • πρὸς Χοδολλογομορ βασιλέα Αιλαμ καὶ Θαργαλ βασιλέα ἐθνῶν καὶ Αμαρφαλ βασιλέα Σεννααρ καὶ Αριωχ βασιλέα Ελλασαρ, οἱ τέσσαρες βασιλεῖς πρὸς τοὺς πέντε. gr ΓΕΝΕΣΙΣ 14, 9
  • προεῖδον δὲ αὐτὸν μακρόθεν πρὸ τοῦ ἐγγίσαι αὐτὸν πρὸς αὐτοὺς καὶ ἐπονηρεύοντο τοῦ ἀποκτεῖναι αὐτόν. gr ΓΕΝΕΣΙΣ 37, 18
  • προελθέτω ὁ κύριός μου ἔμπροσθεν τοῦ παιδός, ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ κατὰ σχολὴν τῆς πορεύσεως τῆς ἐναντίον μου καὶ κατὰ πόδα τῶν παιδαρίων ἕως τοῦ με ἐλθεῖν πρὸς τὸν κύριόν μου εἰς Σηιρ. gr ΓΕΝΕΣΙΣ 33, 14
  • προσελθόντες δὲ πρὸς τὸν ἄνθρωπον τὸν ἐπὶ τοῦ οἴκου Ιωσηφ ἐλάλησαν αὐτῷ ἐν τῷ πυλῶνι τοῦ οἴκου gr ΓΕΝΕΣΙΣ 43, 19
  • προσηύξατο δὲ Αβρααμ πρὸς τὸν θεόν, καὶ ἰάσατο ὁ θεὸς τὸν Αβιμελεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτεκον· gr ΓΕΝΕΣΙΣ 20, 17
  • προσκαλεσάμενος δὲ Ισαακ τὸν Ιακωβ εὐλόγησεν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων Οὐ λήμψῃ γυναῖκα ἐκ τῶν θυγατέρων Χανααν· gr ΓΕΝΕΣΙΣ 28, 1
  • bg А Б В Г Д Е Ж З И К Л М Н О П Р С Т У Ф Х Ц Ч Щ Ю Я
    а б в г д е з и к м н о п р с т х ч щ

    hb א ב ג ד ה ו ז ח ט י כ ל מ נ ע פ צ ק ר ש ת

    gr ᾿Α ᾿Ε ᾿Ι ῎Ε ῎Η ῎Ω ῏Η ῏Ο
    Α Β Γ Δ Ε Ζ Η Θ Ι Κ Λ Μ Ν Ο Π Ρ Σ Τ Υ Χ
    α γ δ ε ζ θ κ λ μ ν ο π σ τ υ χ

    eu A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

    index
    operone