The Holy Bible

  • ἓξ ἔτη σπερεῖς τὸν ἀγρόν σου καὶ ἓξ ἔτη τεμεῖς τὴν ἄμπελόν σου καὶ συνάξεις τὸν καρπὸν αὐτῆς.
    gr ΛΕΥΙΤΙΚΟΝ 253
  • ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα σου·
    gr ΕΞΟΔΟΣ 209
  • ἓξ ἡμέρας ἐργᾷ, τῇ δὲ ἑβδόμῃ καταπαύσεις· τῷ σπόρῳ καὶ τῷ ἀμήτῳ καταπαύσεις.
    gr ΕΞΟΔΟΣ 3421
  • ἓξ ἡμέρας ἔδεσθε ἄζυμα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ ἑορτὴ κυρίου·
    gr ΕΞΟΔΟΣ 136
  • ἓξ ἡμέρας ποιήσεις ἔργα, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα ἀνάπαυσις κλητὴ ἁγία τῷ κυρίῳ· πᾶν ἔργον οὐ ποιήσεις· σάββατά ἐστιν τῷ κυρίῳ ἐν πάσῃ κατοικίᾳ ὑμῶν.
    gr ΛΕΥΙΤΙΚΟΝ 233
  • ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ κατάπαυσις, ἅγιον, σάββατα, ἀνάπαυσις κυρίῳ· πᾶς ὁ ποιῶν ἔργον ἐν αὐτῇ τελευτάτω.
    gr ΕΞΟΔΟΣ 352
  • ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, ἀνάπαυσις ἁγία τῷ κυρίῳ· πᾶς, ὃς ποιήσει ἔργον τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, θανάτῳ θανατωθήσεται.
    gr ΕΞΟΔΟΣ 3115
  • ἓξ ἡμέρας ποιήσεις τὰ ἔργα σου, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀνάπαυσις, ἵνα ἀναπαύσηται ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου, καὶ ἵνα ἀναψύξῃ ὁ υἱὸς τῆς παιδίσκης σου καὶ ὁ προσήλυτος.-
    gr ΕΞΟΔΟΣ 2312
  • ἓξ ἡμέρας συλλέξετε· τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, ὅτι οὐκ ἔσται ἐν αὐτῇ.
    gr ΕΞΟΔΟΣ 1626
  • ἓξ ὀνόματα ἐπὶ τὸν λίθον τὸν ἕνα καὶ τὰ ἓξ ὀνόματα τὰ λοιπὰ ἐπὶ τὸν λίθον τὸν δεύτερον κατὰ τὰς γενέσεις αὐτῶν.
    gr ΕΞΟΔΟΣ 2810
  • ἓξ δὲ καλαμίσκοι ἐκπορευόμενοι ἐκ πλαγίων, τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους αὐτῆς τοῦ ἑνὸς καὶ τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους τοῦ δευτέρου.
    gr ΕΞΟΔΟΣ 2531
  • operone list